Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 10.1.1 | 1 | γῆς δὲ τῆς Φωκίδος, ὅσον μὲν περὶ Τιθορέαν καὶ Δελφούς ἐστιν αὐτῆς, ἐκ παλαιοτάτου φανερὰ τὸ ὄνομα τοῦτο εἰληφυῖά ἐστιν ἀπὸ ἀνδρὸς Κορινθίου Φώκου τοῦ Ὀρνυτίωνος· | As for the land of Phocis, the part surrounding Tithorea and Delphi clearly received this name from the earliest times from Phocus, son of Ornytion, a Corinthian. | γῆ δέ ὁ Φωκίς ὅσος μέν περί Τιθορέα καί Δελφοί εἰμί αὐτός ἐκ παλαιότατος φανερός ὁ ὄνομα οὗτος εἰληφυῖα εἰμί ἀπό ἀνήρ Κορίνθιος Φώκος ὁ Ὀρνυτίων | 0 |
| 10.1.1 | 2 | ἔτεσι δʼ ὕστερον οὐ πολλοῖς ἐξενίκησε καὶ ἁπάσῃ γενέσθαι τῇ ἐφʼ ἡμῶν καλουμένῃ Φωκίδι, Αἰγινητῶν ναυσὶν ἐς τὴν χώραν διαβάντων ὁμοῦ Φώκῳ τῷ Αἰακοῦ. | Not many years later, however, the name prevailed to include the entire region now called Phocis, after the ships of the Aeginetans crossed over into this land bringing with them Phocus, son of Aeacus. | ἔτος δέ ὕστερον οὐ πολύς ἐπινικάω καί ἅπας γίγνομαι ὁ ἐπί ἐγώ καλέω Φωκίς αἰγινήτης ναῦς εἰς ὁ χώρα διαβαίνω ὁμοῦ φώκη ὁ Αἰακός | 0 |
| 10.1.2 | 1 | τὰ μὲν δὴ ἀπαντικρὺ Πελοποννήσου καὶ τὰ ἐπὶ Βοιωτίας καθήκουσιν ἐπὶ θάλασσαν οἱ Φωκεῖς, τῇ μὲν ἐς Κίρραν τὸ ἐπίνειον Δελφῶν, τῇ δʼ ἐπὶ Ἀντίκυραν πόλιν· | The Phokians extend to the sea opposite the Peloponnese and along the Boeotian coast; on one side through Cirrha, the port-town of Delphi, and on the other by way of the city of Anticyra. | ὁ μέν δή ἀπαντικρύ Πελοπόννησος καί ὁ ἐπί Βοιωτία καθήκω ἐπί θάλασσα ὁ Φωκεύς ὁ μέν εἰς Κίρρα ὁ ἐπίνειον Δελφοί ὁ δέ ἐπί Ἀντίκυρα πόλις | 0 |
| 10.1.2 | 2 | τὰ δὲ πρὸς τοῦ Λαμιακοῦ κόλπου Λοκροὶ σφᾶς παραθαλασσίους οἱ Ὑποκνημίδιοι κωλύουσιν εἶναι· | But towards the Malian Gulf the Hypocnemidian Locrians prevent their being a maritime people. | ὁ δέ πρός ὁ Λαμιακός κόλπος Λοκρός σφεῖς παραθαλάσσιος ὁ ὑποκνημίδιος κωλύω εἰμί | 0 |
| 10.1.2 | 3 | οὗτοι γὰρ δή εἰσιν οἱ ταύτῃ τὴν Φωκίδα ὑπεροικοῦντες, Σκαρφεῖς μὲν τὰ ἐπέκεινα Ἐλατείας, ὑπὲρ δὲ Ὑάμπολιν καὶ Ἄβας οἱ πόλιν τε Ὀποῦντα καὶ Ὀπουντίων ἐπίνειον νεμόμενοι Κῦνον. | Indeed, these Locrians occupy the territory lying above Phocis in that direction—Scarphea beyond Elateia, as well as Hyampolis and Abae—and they possess the city of Opous and its harbor Cynus. | οὗτος γάρ δή εἰμί ὁ οὗτος ὁ Φωκίς ὑπεροικέω σκαρφεύς μέν ὁ ἐπέκεινα Ἐλεατεία ὑπέρ δέ Ὑάμπολις καί Ἄβας ὁ πόλις τε Ὀποῦς καί Ὀπούντιος ἐπίνειον νέμομαι κύων | 0 |
| 10.1.3 | 1 | τὰ δὲ ἐπιφανέστατα Φωκεῦσίν ἐστιν ἐν κοινῷ· | The Phokians' most notable deeds belong to the community as a whole. | ὁ δέ ἐπιφανής φωκεύς εἰμί ἐν κοινός | 0 |
| 10.1.3 | 2 | πολέμου γὰρ τοῦ πρὸς Ἰλίῳ μετεσχήκασι, καὶ Θεσσαλῶν ἐναντία ἐπολέμησαν πρότερον ἔτι ἢ ἐλάσαι τὸν Μῆδον ἐπὶ Ἕλληνας, ὅτε δὴ καὶ ἐπεδείξαντο οἱ Φωκεῖς ἔργα ἐς μνήμην. | They took part in the war against Ilium and also fought against the Thessalians even before the invasion of Greece by the Mede, displaying on this occasion exploits worthy of remembrance. | πόλεμος γάρ ὁ πρός Ἴλιος μετέχω καί Θεσσαλός ἐναντίος πολεμέω πρότερον ἔτι ἤ ἐλαύνω ὁ Μῆδος ἐπί Ἕλλην ὅτε δή καί ἐπιδείκνυμι ὁ Φωκεύς ἔργον εἰς μνήμη | 0 |
| 10.1.3 | 3 | κατὰ γὰρ τὴν Ὑάμπολιν, ᾗ τοὺς Θεσσαλοὺς προσεδέχοντο ἐμβαλεῖν σφισιν ἐς τὴν χώραν, ὑδρίας κεράμου πεποιημένας κατορύξαντες καὶ ἐπʼ αὐτὰς γῆν ἐπιφορήσαντες ὑπέμενον τὴν ἵππον τῶν Θεσσαλῶν· | For at Hyampolis, where they expected the Thessalians to invade their territory, the Phokians buried jars of clay in the ground, covered them over with earth, and awaited the Thessalian cavalry. | κατά γάρ ὁ Ὑάμπολις ὅς ὁ Θεσσαλός προσδέχομαι ἐμβάλλω σφεῖς εἰς ὁ χώρα ὑδρία κέραμος ποιέω κατορύσσω καί ἐπί αὐτός γῆ ἐπιφορέω ὑπομένω ὁ ἵππος ὁ Θεσσαλός | 0 |
| 10.1.3 | 4 | οἱ δέ, ἅτε οὐ προπεπυσμένοι τῶν Φωκέων τὴν τέχνην, ἐπελάσαντες τοὺς ἵππους λανθάνουσιν ἐπὶ τὰς ὑδρίας. | The Thessalians, unaware of this device of the Phokians due to no prior warning, drove their horses unwittingly onto these hidden jars. | ὁ δέ ἅτε οὐ προπεπυσμένος ὁ Φωκεύς ὁ τέχνη ἐπελαύνω ὁ ἵππος λανθάνω ἐπί ὁ ὑδρία | 0 |
| 10.1.3 | 5 | ἐνταῦθα ἀπεχωλοῦντο μὲν οἱ ἵπποι τῶν ποδῶν ἐσπιπτόντων σφίσιν ἐς τὰς ὑδρίας, ἐκτείνοντο δὲ καὶ ἀπέπιπτον οἱ ἄνδρες ἀπὸ τῶν ἵππων. | Thereupon, as the horses' feet plunged into the jars, the animals became lame, and their riders fell off and were thrown down from their mounts. | ἐνταῦθα ἀπεχωλόω μέν ὁ ἵππος ὁ πούς ἐσπίπτω σφεῖς εἰς ὁ ὑδρία τείνω δέ καί ἀποπίπτω ὁ ἀνήρ ἀπό ὁ ἵππος | 0 |
| 10.1.4 | 1 | ὡς δὲ οἱ Θεσσαλοὶ μείζονι ἢ τὰ πρότερα ἐς τοὺς Φωκέας χρώμενοι τῇ ὀργῇ συνελέχθησαν ἀπὸ τῶν πόλεων πασῶν καὶ ἐς τὴν Φωκίδα ἐστρατεύοντο, ἐνταῦθα οἱ Φωκεῖς ἐν οὐ μικρῷ ποιούμενοι δείματι τήν τε ἄλλην τῶν Θεσσαλῶν ἐς τὸν πόλεμον παρασκευὴν καὶ οὐχ ἥκιστα τῆς ἵππου τὸ πλῆθος καὶ ὁμοῦ τῷ ἀριθμῷ τὴν ἐς τοὺς ἀγῶνας τῶν τε ἵππων καὶ αὐτῶν μελέτην τῶν ἱππέων, ἀποστέλλουσιν ἐς Δελφοὺς αἰτοῦντες τὸν θεὸν ἐκφυγεῖν τὸν ἐπιόντα κίνδυνον· | When the Thessalians, acting with rage greater than ever before against the Phokians, had gathered their forces from all their cities and were advancing into Phocis, the Phokians were seized with no small fear at both the Thessalians' overall preparations for war and above all at the great number of their cavalry, as well as the skill of horses and horsemen alike in battle; thus they sent envoys to Delphi to seek from the god deliverance from the impending danger. | ὡς δέ ὁ Θεσσαλός μείζων ἤ ὁ πρότερος εἰς ὁ Φωκεύς χράομαι ὁ ὀργή συλλέγω ἀπό ὁ πόλις πᾶς καί εἰς ὁ Φωκίς στρατεύω ἐνταῦθα ὁ Φωκεύς ἐν οὐ μικρός ποιέω δείμα ὁ τε ἄλλος ὁ Θεσσαλός εἰς ὁ πόλεμος παρασκευή καί οὐ ἥκιστα ὁ ἵππος ὁ πλῆθος καί ὁμοῦ ὁ ἀριθμός ὁ εἰς ὁ ἀγών ὁ τε ἵππος καί αὐτός μελέτη ὁ ἱππεύς ἀποστέλλω εἰς Δελφοί αἰτέω ὁ θεός ἐκφεύγω ὁ ἔπειμι κίνδυνος | 0 |
| 10.1.4 | 2 | καὶ αὐτοῖς ἀφίκετο μάντευμα· | An oracle reached them. | καί αὐτός ἀφικνέομαι μάντευμα | 0 |
| 10.1.4 | 3 | συμβαλέω θνητόν τε καὶ ἀθάνατον μαχέσασθαι, νίκην δʼ ἀμφοτέροις δώσω, θνητῷ δέ νυ μᾶλλον. | "I shall bring mortal and immortal together in battle, and I shall grant victory to both, though to mortals somewhat more." | συμβάλλω θνητός τε καί ἀθάνατος μάχομαι νίκη δέ ἀμφότερος δίδωμι θνητός δέ νύ μᾶλλον | 0 |
| 10.1.5 | 1 | ταῦτα ὡς ἐπύθοντο οἱ Φωκεῖς, λογάδας τριακοσίους καὶ Γέλωνα ἐπʼ αὐτοῖς ἄρχοντα ἀποστέλλουσιν ἐς τοὺς πολεμίους ἄρτι ἀρχομένης νυκτός, προστάξαντές σφισι κατοπτεῦσαί τε τὰ τῶν Θεσσαλῶν ὅντινα ἀφανέστατον δύναιντο τρόπον καὶ αὖθις ἐς τὸ στράτευμα ἐπανήκειν κατὰ τῶν ὁδῶν τὴν μάλιστα ἄγνωστον, μηδὲ ἑκόντας μάχης ἄρχειν. | When the Phokians learned this, they dispatched three hundred picked men, under the command of Gelon, against the enemy just as night was beginning. | οὗτος ὡς πυνθάνομαι ὁ Φωκεύς λογάς τριακόσιοι καί γέλων ἐπί αὐτός ἄρχων ἀποστέλλω εἰς ὁ πολέμιος ἄρτι ἄρχομαι νύξ προστάσσω σφεῖς κατοπτεύω τε ὁ ὁ Θεσσαλός ὅστις ἀφανέστατος δύναμαι τρόπος καί αὖθις εἰς ὁ στράτευμα ἐπανήκω κατά ὁ ὁδός ὁ μάλιστα ἄγνωστος μηδέ ἑκών μάχη ἄρχω | 0 |
| 10.1.5 | 2 | οὗτοι ὑπὸ τῶν Θεσσαλῶν οἱ λογάδες ἀπώλοντο ἀθρόοι καὶ αὐτοὶ καὶ ὁ ἡγούμενός σφισι Γέλων, συμπατούμενοί τε ὑπὸ τῶν ἵππων καὶ ὑπὸ τῶν ἀνδρῶν φονευόμενοι. | Their orders were to secretly observe the Thessalians' arrangements as discreetly as possible, and then return to their camp by the least known roads, making sure they did not willingly initiate combat. | οὗτος ὑπό ὁ Θεσσαλός ὁ λογάς ἀπόλλυμι ἀθρόος καί αὐτός καί ὁ ἡγέομαι σφεῖς γέλων συμπατέομαι τε ὑπό ὁ ἵππος καί ὑπό ὁ ἀνήρ φονεύω | 0 |
| 10.1.6 | 1 | καὶ ἡ συμφορὰ σφῶν κατάπληξιν τοῖς ἐπὶ τοῦ στρατοπέδου τῶν Φωκέων τηλικαύτην ἐνεποίησεν, ὥστε καὶ τὰς γυναῖκας καὶ παῖδας καὶ ὅσα τῶν κτημάτων ἄγειν ἦν σφίσιν ἢ φέρειν, ἔτι δὲ καὶ ἐσθῆτα καὶ χρυσόν τε καὶ ἄργυρον καὶ τὰ ἀγάλματα τῶν θεῶν ἐς ταὐτὸ συλλέξαντες πυρὰν ὡς μεγίστην ἐποίησαν, | Their disaster struck such terror into those in the Phocian army's camp that they gathered their women and children, along with whatever property they could carry or convey, as well as garments, gold, silver, and even the images of the gods, heaping them all together in one place. | καί ὁ συμφορά σφεῖς κατάπληξις ὁ ἐπί ὁ στρατόπεδον ὁ Φωκεύς τηλικούτος ἐνοποιέω ὥστε καί ὁ γυνή καί παῖς καί ὅσος ὁ κτῆμα ἄγω εἰμί σφεῖς ἤ φέρω ἔτι δέ καί ἐσθής καί χρυσός τε καί ἄργυρος καί ὁ ἄγαλμα ὁ θεός εἰς αὐτός συλλέγω πῦρ ὡς μέγιστος ποιέω | 0 |
| 10.1.6 | 2 | καὶ ἐπʼ αὐτοῖς ἀριθμὸν τριάκοντα ἄνδρας ἀπολείπουσι· | Then they constructed as great a pyre as possible, and left behind thirty men to guard it. | καί ἐπί αὐτός ἀριθμός τριάκοντα ἀνήρ ἀπολείπω | 0 |
| 10.1.7 | 1 | προσετέτακτο δὲ τοῖς ἀνδράσιν, εἰ ἡττᾶσθαι τοὺς Φωκέας συμβαίνοι τῇ μάχῃ, τότε δὴ προαποσφάξαι μὲν τὰς γυναῖκάς τε καὶ παῖδας καὶ ὡς ἱερεῖα ἀναθέντας ταῦτά τε καὶ τὰ χρήματα ἐπὶ τὴν πυρὰν καὶ ἐνέντας πῦρ οὕτως ἤδη διαφθαρῆναι καὶ αὐτοὺς ἤτοι ὑπʼ ἀλλήλων ἢ ἐς τὴν ἵππον τῶν Θεσσαλῶν ἐσπίπτοντας. | It had been commanded to the men that, if it should happen the Phokians were defeated in battle, then first they must slaughter their women and children, and after dedicating them as sacrificial offerings, place them together with their possessions upon a pyre, set fire to it, and finally themselves perish, either killing each other or charging into the cavalry of the Thessalians. | προστατέω δέ ὁ ἀνήρ εἰ ἡττάομαι ὁ Φωκεύς συμβαίνω ὁ μάχη τότε δή προαποσφάζω μέν ὁ γυνή τε καί παῖς καί ὡς ἱερεῖον ἀνατίθημι οὗτος τε καί ὁ χρῆμα ἐπί ὁ πῦρ καί ἐνίημι πῦρ οὕτως ἤδη διαφθείρω καί αὐτός ἤτοι ὑπό ἀλλήλων ἤ εἰς ὁ ἵππος ὁ Θεσσαλός ἐμπίπτω | 0 |
| 10.1.7 | 2 | ἀντὶ τούτου μὲν ἅπαντα τὰ ἀνάλγητα βουλεύματα ἀπόνοια ὑπὸ Ἑλλήνων ὀνομάζεται Φωκική. | Because of this, the Greeks have termed all desperate plans "Phocian madness." | ἀντί οὗτος μέν ἅπας ὁ ἀνάλγητος βουλεύμα ἀπόνοια ὑπό Ἕλλην ὀνομάζω φωκικός | 0 |
| 10.1.7 | 3 | τότε δὲ οἱ Φωκεῖς ἐποιοῦντο αὐτίκα ἐπὶ τοὺς Θεσσαλοὺς ἔξοδον· | At that time, however, the Phokians made immediately a sally against the Thessalians. | τότε δέ ὁ Φωκεύς ποιέω αὐτίκα ἐπί ὁ Θεσσαλός ἔξοδος | 0 |
| 10.1.8 | 1 | στρατηγοὶ δὲ ἦσάν σφισι Ῥοῖός τε Ἀμβροσσεὺς καὶ Ὑαμπολίτης Δαϊφάντης, οὗτος μὲν δὴ ἐπὶ τῇ ἵππῳ, δυνάμεως δὲ τῆς πεζῆς ὁ Ἀμβροσσεύς. | Their generals were Rhoius from Ambrossos and Daïphantus from Hyampolis; the latter commanded the cavalry, and the former the infantry forces. | στρατηγός δέ εἰμί σφεῖς ῥοῖος τε Ἀμβροσσεύς καί ὑαμπολίτης Δαϊφάντης οὗτος μέν δή ἐπί ὁ ἵππος δύναμις δέ ὁ πεζός ὁ Ἀμβροσσεύς | 0 |
| 10.1.8 | 2 | ὁ δὲ χώραν ἐν τοῖς ἄρχουσιν ἔχων τὴν μεγίστην μάντις ἦν Τελλίας ὁ Ἠλεῖος, καὶ ἐς τὸν Τελλίαν τοῖς Φωκεῦσι τῆς σωτηρίας ἀπέκειντο αἱ ἐλπίδες. | Among their leaders, the one who held the highest authority was Tellias, an Elean, who was a seer, and on Tellias the Phokians placed their hopes for salvation. | ὁ δέ χώρα ἐν ὁ ἄρχω ἔχω ὁ μέγιστος μάντις εἰμί Τέλλιας ὁ ἠλεῖος καί εἰς ὁ τελλία ὁ Φωκεύς ὁ σωτηρία ἀπόκειμαι ὁ ἐλπίς | 0 |
| 10.1.9 | 1 | ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα τοῖς Φωκεῦσιν ἐγίνετο ἐν ὀφθαλμοῖς τὰ ἐς τὰς γυναῖκας καὶ ἐς τὰ τέκνα δόξαντα, τήν τε σωτηρίαν οὐκ ἐν βεβαίῳ σφίσιν ἑώρων σαλεύουσαν καὶ τούτων ἕνεκα ἐς παντοῖα ἀφικνοῦντο τολμήματα· | But when they came to close combat, the Phokians had vividly before their eyes what they anticipated would befall their women and children, and perceiving that their own safety stood uncertain and wavering, for these reasons resorted to all manner of daring acts; | ὡς δέ εἰς χείρ συνέρχομαι ἐνταῦθα ὁ Φωκεύς γίγνομαι ἐν ὀφθαλμός ὁ εἰς ὁ γυνή καί εἰς ὁ τέκνον δοκέω ὁ τε σωτηρία οὐ ἐν βέβαιος σφεῖς ὁράω σαλεύω καί οὗτος ἕνεκα εἰς πάντοιος ἀφικνέομαι τόλμημα | 0 |
| 10.1.9 | 2 | προσγενομένου δὲ καὶ τοῦ ἐκ θεῶν εὐμενοῦς νίκην τῶν τότε ἀνείλοντο ἐπιφανεστάτην. | moreover, aided by the favor of the gods, they won a most remarkable victory on that occasion. | προσγίγνομαι δέ καί ὁ ἐκ θεός εὐμενής νίκη ὁ τότε αἱρέω ἐπιφανής | 0 |
| 10.1.10 | 1 | τό τε λόγιον τὸ γεγενημένον τοῖς Φωκεῦσι παρὰ τοῦ Ἀπόλλωνος καὶ τοῖς πᾶσιν Ἕλλησιν ἐγνώσθη· τὸ γὰρ σύνθημα κατὰ τὰ αὐτὰ ὑπὸ τῶν στρατηγούντων ἐδίδοτο ἐν ταῖς μάχαις Θεσσαλοῖς μὲν Ἀθηνᾶς Ἰτωνίας, τοῖς δὲ ὁ ἐπώνυμος Φῶκος. | The oracle that had been given to the Phokians from Apollo became known to all the Greeks; for in battles, the commanders gave passwords accordingly: the Thessalians used "Athena Itonia," and the Phokians theirs after their ancestor, "Phocus." | ὁ τε λόγιον ὁ γίγνομαι ὁ Φωκεύς παρά ὁ Ἀπόλλων καί ὁ πᾶς Ἕλλην γιγνώσκω ὁ γάρ σύνθημα κατά ὁ αὐτός ὑπό ὁ στρατηγοῦμαι δίδωμι ἐν ὁ μάχη Θεσσαλός μέν Ἀθηνᾶ Ἰτωνία ὁ δέ ὁ ἐπώνυμος φῶκος | 0 |
| 10.1.10 | 2 | ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἀναθήματα οἱ Φωκεῖς ἀπέστειλαν ἐς Δελφοὺς Ἀπόλλωνα καὶ Τελλίαν τότε τὸν μάντιν καὶ ὅσοι μαχομένοις ἄλλοι σφίσιν ἐστρατήγησαν, σὺν δὲ αὐτοῖς καὶ ἥρωας τῶν ἐπιχωρίων· | Due to this deed, the Phokians sent offerings to Delphi, including statues of Apollo, of the seer Tellias who was then their prophet, and of those who had served as generals during their battles, as well as statues of local heroes along with them. | ἀπό οὗτος δέ ὁ ἔργον καί ἀνάθημα ὁ Φωκεύς ἀποστέλλω εἰς Δελφοί Ἀπόλλων καί τελλία τότε ὁ μάντις καί ὅσος μάχομαι ἄλλος σφεῖς στρατηγέω σύν δέ αὐτός καί ἥρως ὁ ἐπιχώριος | 0 |
| 10.1.10 | 3 | ἔργα δὲ αἱ εἰκόνες Ἀριστομέδοντός εἰσιν Ἀργείου. | These sculptures are works by Aristomedon of Argos. | ἔργον δέ ὁ εἰκών Ἀριστόμεδων εἰμί Ἀργεῖος | 0 |
| 10.1.11 | 1 | εὑρέθη δὲ καὶ ὕστερον τοῖς Φωκεῦσιν οὐκ ἀποδέον σοφίᾳ τῶν προτέρων. | Later the Phokians devised a stratagem no less ingenious than their forebears. | εὑρίσκω δέ καί ὕστερον ὁ Φωκεύς οὐ ἀποδέω σοφία ὁ πρότερος | 0 |
| 10.1.11 | 2 | ὡς γὰρ δὴ τὰ στρατόπεδα ἀντεκάθητο περὶ τὴν ἐς τὴν Φωκίδα ἐσβολήν, λογάδες Φωκέων πεντακόσιοι φυλάσσοντες πλήρη τὸν κύκλον τῆς σελήνης ἐπιχειροῦσιν ἐν τῇ νυκτὶ τοῖς Θεσσαλοῖς, αὐτοί τε ἀληλιμμένοι γύψῳ καὶ ἐνδεδυκότες ὅπλα λευκὰ ἐπὶ τῇ γύψῳ. | When the opposing armies were encamped facing each other near the entrance to Phocis, five hundred select Phocian troops, waiting until the night of the full moon, made a sudden attack upon the Thessalians during the darkness, having covered their own bodies with gypsum and wearing white armor over this coating. | ὡς γάρ δή ὁ στρατόπεδον ἀντεκάθημαι περί ὁ εἰς ὁ Φωκίς ἐσβολή λογάς Φωκεύς πεντακόσιοι φυλάσσω πλήρης ὁ κύκλος ὁ σελήνη ἐπιχειρέω ἐν ὁ νύξ ὁ Θεσσαλός αὐτός τε ἀλείφω γύψ καί ἐνδύω ὅπλον λευκός ἐπί ὁ γύψ | 0 |
| 10.1.11 | 3 | ἐνταῦθα ἐξεργασθῆναι φόνον τῶν Θεσσαλῶν λέγεται πλεῖστον, θειότερόν τι ἡγουμένων ἢ κατὰ ἔφοδον πολεμίων τὸ ἐν τῇ νυκτὶ συμβαῖνον. | It is said that the Thessalians suffered a very great slaughter, for they imagined that what befell them in the darkness was due rather to some divine visitation than to a human attack by enemies. | ἐνταῦθα ἐργάζομαι φόνος ὁ Θεσσαλός λέγω πλεῖστος θεῖος τις ἡγέομαι ἤ κατά ἔφοδος πολέμιος ὁ ἐν ὁ νύξ συμβαίνω | 0 |
| 10.1.11 | 4 | ὁ δὲ Ἠλεῖος ἦν Τελλίας ὃς καὶ ταῦτα τοῖς Φωκεῦσιν ἐμηχανήσατο ἐς τοὺς Θεσσαλούς. | This stratagem used by the Phokians against the Thessalians was devised by Tellias the Elean. | ὁ δέ ἠλεῖος εἰμί Τέλλιας ὅς καί οὗτος ὁ Φωκεύς μηχανάομαι εἰς ὁ Θεσσαλός | 0 |