Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 10.10

PassageSentenceGreekEnglishLemma FormsMissing
10.10.1 1 τῷ βάθρῳ δὲ τῷ ὑπὸ τὸν ἵππον τὸν δούρειον δὴ ἐπίγραμμα μέν ἐστιν ἀπὸ δεκάτης τοῦ Μαραθωνίου ἔργου τεθῆναι τὰς εἰκόνας· On the pedestal below the wooden horse there is an inscription stating that the statues were dedicated from a tenth of the spoils of Marathon. ὁ βάθρον δέ ὁ ὑπό ὁ ἵππος ὁ δούρειος δή ἐπίγραμμα μέν εἰμί ἀπό δεκάτη ὁ Μαραθώνιος ἔργον τίθημι ὁ εἰκών 0
10.10.1 2 εἰσὶ δὲ Ἀθηνᾶ τε καὶ Ἀπόλλων καὶ ἀνὴρ τῶν στρατηγησάντων Μιλτιάδης· These statues represent Athena, Apollo, and Miltiades, one of the generals in command. εἰμί δέ Ἀθηνᾶ τε καί Ἀπόλλων καί ἀνήρ ὁ στρατηγεύω Μιλτιάδης 0
10.10.1 3 ἐκ δὲ τῶν ἡρώων καλουμένων Ἐρεχθεύς τε καὶ Κέκροψ καὶ Πανδίων, οὗτοι μὲν δὴ καὶ Λεώς τε καὶ Ἀντίοχος ὁ ἐκ Μήδας Ἡρακλεῖ γενόμενος τῆς Φύλαντος, ἔτι δὲ Αἰγεύς τε καὶ παίδων τῶν Θησέως Ἀκάμας, οὗτοι μὲν καὶ φυλαῖς Ἀθήνῃσιν ὀνόματα κατὰ μάντευμα ἔδοσαν τὸ ἐκ Δελφῶν· Among those called heroes depicted there are Erechtheus, Cecrops, Pandion, Leos, Antiochus the son of Heracles by Meda daughter of Phylas, Aegeus, and Acamas, one of the sons of Theseus; these are the heroes who, according to an oracle from Delphi, gave their names to the tribes of Athens. ἐκ δέ ὁ ἥρως καλέω Ἐρεχθεύς τε καί Κέκροψ καί Πανδίων οὗτος μέν δή καί λεώς τε καί Ἀντίοχος ὁ ἐκ Μήδας Ἡρακλῆς γίγνομαι ὁ Φύλαντος ἔτι δέ αἰγεύς τε καί παῖς ὁ Θησεύς ἀκάμας οὗτος μέν καί φυλή Ἀθήνησι ὄνομα κατά μάντευμα δίδωμι ὁ ἐκ Δελφοί 0
10.10.1 4 ὁ δὲ Μελάνθου Κόδρος καὶ Θησεὺς καὶ Νηλεύς ἐστιν , οὗτοι δὲ οὐκέτι τῶν ἐπωνύμων εἰσί. The others depicted—Codrus, son of Melanthus, Theseus, and Neleus—are not among those who gave their names to the tribes. ὁ δέ Μελάνθιος Κόδρος καί Θησεύς καί νηλεύς εἰμί οὗτος δέ οὐκέτι ὁ ἐπώνυμος εἰμί 0
10.10.2 1 τοὺς μὲν δὴ κατειλεγμένους Φειδίας ἐποίησε, καὶ ἀληθεῖ λόγῳ δεκάτη καὶ οὗτοι τῆς μάχης εἰσίν· The statues just mentioned were made by Pheidias, and these too truly represent one-tenth of the spoils from the battle. ὁ μέν δή καταλέγω Φειδίας ποιέω καί ἀληθής λόγος δεκάτη καί οὗτος ὁ μάχη εἰμί 0
10.10.2 2 Ἀντίγονον δὲ καὶ τὸν παῖδα Δημήτριον καὶ Πτολεμαῖον τὸν Αἰγύπτιον χρόνῳ ὕστερον ἀπέστειλαν ἐς Δελφούς, τὸν μὲν Αἰγύπτιον καὶ εὐνοίᾳ τινὶ ἐς αὐτόν, τοὺς δὲ Μακεδόνας τῷ ἐς αὐτοὺς δέει. As for Antigonus and his son Demetrius, and Ptolemy the Egyptian, they were sent to Delphi at a later time—Ptolemy because of a certain goodwill towards him, but the Macedonians from fear of them. Ἀντίγονος δέ καί ὁ παῖς Δημήτριος καί Πτολεμαῖος ὁ Αἰγύπτιος χρόνος ὕστερον ἀποστέλλω εἰς Δελφοί ὁ μέν Αἰγύπτιος καί εὔνοια τις εἰς αὐτός ὁ δέ Μακεδών ὁ εἰς αὐτός δέω 0
10.10.3 1 πλησίον δὲ τοῦ ἵππου καὶ ἄλλα ἀναθήματά ἐστιν Ἀργείων, οἱ ἡγεμόνες τῶν ἐς Θήβας ὁμοῦ Πολυνείκει στρατευσάντων, Ἄδραστός τε ὁ Ταλαοῦ καὶ Τυδεὺς Οἰνέως καὶ οἱ ἀπόγονοι Προίτου καὶ Καπανεὺς Ἱππόνου καὶ Ἐτέοκλος ὁ Ἴφιος, Πολυνείκης τε καὶ ὁ Ἱππομέδων ἀδελφῆς Ἀδράστου παῖς· Near the horse there are also other dedications set up by the Argives, namely the leaders of those who joined Polynices in marching against Thebes: Adrastus son of Talaus, Tydeus son of Oeneus, the descendants of Proetus, Capaneus son of Hipponous, Eteoclus son of Iphis, Polynices himself, and Hippomedon, the son of Adrastus's sister. πλησίον δέ ὁ ἵππος καί ἄλλος ἀνάθημα εἰμί Ἀργεῖος ὁ ἡγεμών ὁ εἰς Θῆβαι ὁμοῦ Πολυνείκης στρατεύω ἄδραστος τε ὁ Ταλαός καί Τυδεύς Οἰνεύς καί ὁ ἀπόγονος Προῖτος καί καπανεύς ἱππόνοος καί Τέκλον ὁ ἴφιος Πολυνείκης τε καί ὁ Ἱππομέδων ἀδελφή Ἄδραστος παῖς 0
10.10.3 2 Ἀμφιαράου δὲ καὶ ἅρμα ἐγγὺς πεποίηται καὶ ἐφεστηκὼς Βάτων ἐπὶ τῷ ἅρματι ἡνίοχός τε τῶν ἵππων καὶ τῷ Ἀμφιαράῳ καὶ ἄλλως προσήκων κατὰ οἰκειότητα· Nearby there is also represented the chariot of Amphiaraus, and standing upon the chariot is Baton, the charioteer who managed Amphiaraus's horses and who was otherwise closely related to him. Ἀμφιάραος δέ καί ἅρμα ἐγγύς ποιέω καί ἐφεστήκως βάτος ἐπί ὁ ἅρμα ἡνίοχος τε ὁ ἵππος καί ὁ Ἀμφιάραος καί ἄλλως προσήκω κατά οἰκειότης 0
10.10.3 3 τελευταῖος δὲ Ἀλιθέρσης ἐστὶν αὐτῶν. Alitherses is depicted as the last of them. τελευταῖος δέ Ἀλιθέρσης εἰμί αὐτός 0
10.10.4 1 οὗτοι μὲν δὴ Ὑπατοδώρου καὶ Ἀριστογείτονός εἰσιν ἔργα, καὶ ἐποίησαν σφᾶς, ὡς αὐτοὶ Ἀργεῖοι λέγουσιν, ἀπὸ τῆς νίκης ἥντινα ἐν Οἰνόῃ τῇ Ἀργείᾳ αὐτοί τε καὶ Ἀθηναίων ἐπίκουροι Λακεδαιμονίους ἐνίκησαν. These are the works of Hypatodorus and Aristogeiton, and, according to what the Argives themselves say, they made them because of the victory gained at Oinoe in Argive territory, where they themselves along with their Athenian allies defeated the Lacedaemonians. οὗτος μέν δή ὑπατοδώρος καί Ἀριστογείτων εἰμί ἔργον καί ποιέω σφεῖς ὡς αὐτός Ἀργεῖος λέγω ἀπό ὁ νίκη ὅστις ἐν Οἰνόη ὁ Ἀργεία αὐτός τε καί Ἀθηναῖος ἐπίκουρος Λακεδαιμόνιος νικάω 0
10.10.4 2 ἀπὸ δὲ τοῦ αὐτοῦ ἐμοὶ δοκεῖν ἔργου καὶ τοὺς Ἐπιγόνους ὑπὸ Ἑλλήνων καλουμένους ἀνέθεσαν οἱ Ἀργεῖοι. It seems to me that the Argives dedicated also on account of the same victory the statues of those whom the Greeks call the Epigoni. ἀπό δέ ὁ αὐτός ἐγώ δοκέω ἔργον καί ὁ ἐπίγονος ὑπό Ἕλλην καλέω ἀνατίθημι ὁ Ἀργεῖος 0
10.10.4 3 κεῖνται γὰρ δὴ εἰκόνες καὶ τούτων, Σθένελος καὶ Ἀλκμαίων, κατὰ ἡλικίαν ἐμοὶ δοκεῖν πρὸ Ἀμφιλόχου τετιμημένος, ἐπὶ δὲ αὐτοῖς Πρόμαχος καὶ Θέρσανδρος καὶ Αἰγιαλεύς τε καὶ Διομήδης. For indeed there are also figures of these men—of Sthenelus, and Alcmaeon, who, judging from his age, appears to have received honors earlier than Amphilochus; and beside these are Promachus and Thersander and Aigialeus and Diomedes. κεῖμαι γάρ δή εἰκών καί οὗτος Σθένελος καί Ἀλκμαίων κατά ἡλικία ἐγώ δοκέω πρό Ἀμφίλοχος τιμάω ἐπί δέ αὐτός πρόμαχος καί Θέρσανδρος καί Αἰγιαλεύς τε καί Διομήδης 0
10.10.4 4 ἐν μέσῳ δὲ Διομήδους καὶ τοῦ Αἰγιαλέως ἐστὶν Εὐρύαλος. And between Diomedes and Aigialeus stands Euryalus. ἐν μέσος δέ Διομήδης καί ὁ Αἰγιαλεύς εἰμί Εὐρύαλος 0
10.10.5 1 ἀπαντικρὺ δὲ αὐτῶν ἀνδριάντες τε εἰσὶν ἄλλοι· Directly opposite these there stand other statues. ἀπαντικρύ δέ αὐτός ἀνδριάς τε εἰμί ἄλλος 0
10.10.5 2 τούτους δὲ ἀνέθεσαν οἱ Ἀργεῖοι τοῦ οἰκισμοῦ τοῦ Μεσσηνίων Θηβαίοις καὶ Ἐπαμινώνδᾳ μετασχόντες. The Argives dedicated these, having participated with the Thebans and Epaminondas in the foundation of the Messenians. οὗτος δέ ἀνατίθημι ὁ Ἀργεῖος ὁ οἴκισμα ὁ Μεσσήνιος Θηβαῖος καί Ἐπαμεινώνδας μετέχω 0
10.10.5 3 ἡρώων δέ εἰσιν αἱ εἰκόνες, Δαναὸς μὲν βασιλέων ἰσχύσας τῶν ἐν Ἄργει μέγιστον, Ὑπερμήστρα δὲ ἅτε καθαρὰ χεῖρας μόνη τῶν ἀδελφῶν· The images are of heroes—Danaus, who was mightiest of the kings of Argos, and Hypermestra, who alone of her sisters remained pure in her hands. ἥρως δέ εἰμί ὁ εἰκών Δαναός μέν βασιλεύς ἰσχύω ὁ ἐν Ἄργος μέγας Ὑπερμήστρα δέ ἅτε καθαρός χείρ μόνος ὁ ἀδελφός 0
10.10.5 4 παρὰ δὲ αὐτὴν καὶ ὁ Λυγκεὺς καὶ ἅπαν τὸ ἐφεξῆς αὐτῶν γένος τὸ ἐς Ἡρακλέα τε καὶ ἔτι πρότερον καθῆκον ἐς Περσέα. Beside her stands Lynceus, and after him the entire line of their descendants, extending down to Heracles, and even earlier back to Perseus. παρά δέ αὐτός καί ὁ Λυγκεύς καί ἅπας ὁ ἐφεξῆς αὐτός γένος ὁ εἰς Ἡρακλῆς τε καί ἔτι πρότερον καθήκω εἰς Περσεύς 0
10.10.6 1 Ταραντίνων δὲ οἱ ἵπποι οἱ χαλκοῖ καὶ αἰχμάλωτοι γυναῖκες ἀπὸ Μεσσαπίων εἰσίν, ὁμόρων τῇ Ταραντίνων βαρβάρων, Ἀγελάδα δὲ ἔργα τοῦ Ἀργείου. The bronze horses of the Tarentines and the captive women are from the Messapians, barbarians neighboring upon the territory of Tarentum, and these are works of the Argive Ageladas. Ταραντῖνος δέ ὁ ἵππος ὁ χαλκοῦς καί αἰχμάλωτος γυνή ἀπό Μεσσαπίων εἰμί ὁμός ὁ Ταραντῖνος βάρβαρος ἀγελάς δέ ἔργον ὁ Ἀργεῖος 0
10.10.6 2 Τάραντα δὲ ἀπῴκισαν μὲν Λακεδαιμόνιοι, οἰκιστὴς δὲ ἐγένετο Σπαρτιάτης Φάλανθος. Tarentum was settled by colonists from Lacedaemon, and their founder was the Spartan Phalanthus. Τάρας δέ ἀποικίζω μέν Λακεδαιμόνιος οἰκιστής δέ γίγνομαι Σπαρτιάτης Φάλανθος 0
10.10.6 3 στελλομένῳ δὲ ἐς ἀποικίαν τῷ Φαλάνθῳ λόγιον ἦλθεν ἐκ Δελφῶν· ὑετοῦ αὐτὸν αἰσθόμενον ὑπὸ αἴθρᾳ, τηνικαῦτα καὶ χώραν κτήσεσθαι καὶ πόλιν. Now, as Phalanthus was preparing to set forth for this colony, there came an oracle from Delphi, declaring that when he felt rain beneath a clear sky, then would he possess both country and city. στέλλω δέ εἰς ἀποικία ὁ Φάλανθος λόγιον ἔρχομαι ἐκ Δελφοί ὕετος αὐτός αἰσθάνομαι ὑπό αἰθήρ τηνικαῦτα καί χώρα κτάομαι καί πόλις 0
10.10.7 1 τὸ μὲν δὴ παραυτίκα οὔτε ἰδίᾳ τὸ μάντευμα ἐπισκεψάμενος οὔτε πρὸς τῶν ἐξηγητῶν τινα ἀνακοινώσας κατέσχε ταῖς ναυσὶν ἐς Ἰταλίαν· He neither privately examined the oracle at the time nor shared it with any of the interpreters, but continued with his fleet on to Italy. ὁ μέν δή παραυτίκα οὔτε ἰδίᾳ ὁ μάντευμα ἐπισκέπτομαι οὔτε πρός ὁ ἐξηγητής τις ἀνακοινόω κατέχω ὁ ναῦς εἰς Ἰταλία 0
10.10.7 2 ὡς δέ οἱ νικῶντι τοὺς βαρβάρους οὐκ ἐγίνετο οὔτε τινὰ ἑλεῖν τῶν πόλεων οὔτε ἐπικρατῆσαι χώρας, ἐς ἀνάμνησιν ἀφικνεῖτο τοῦ χρησμοῦ, καὶ ἀδύνατα ἐνόμιζέν οἱ τὸν θεὸν χρῆσαι· μὴ γὰρ ἄν ποτε ἐν καθαρῷ καὶ αἰθρίῳ τῷ ἀέρι ὑσθῆναι. Later, however, when though victorious against the barbarians he was unable either to capture any of their towns or to subdue their territory, he recalled the oracle and began to think that the god had given him impossible advice, believing himself unlikely ever to be rained upon in clear and fair weather. ὡς δέ ὁ νικάω ὁ βάρβαρος οὐ γίγνομαι οὔτε τις αἱρέω ὁ πόλις οὔτε ἐπικρατέω χώρα εἰς ἀνάμνησις ἥκω ὁ χρησμός καί ἀδύνατος νομίζω ὁ ὁ θεός χράομαι μή γάρ ἄν ποτε ἐν καθαρός καί αἴθριος ὁ ἀήρ ὑστέω 0
10.10.7 3 καὶ αὐτὸν ἡ γυνὴ ἀθύμως ἔχοντα ---ἠκολουθήκει γὰρ οἴκοθεν---τά τε ἄλλα ἐφιλοφρονεῖτο καὶ ἐς τὰ γόνατα ἐσθεμένη τὰ αὑτῆς τοῦ ἀνδρὸς τὴν κεφαλὴν ἐξέλεγε τοὺς φθεῖρας· While he was thus discouraged, his wife—who had accompanied him from home—comforted him in various ways, and placing her husband's head in her lap, she began picking lice from his hair. καί αὐτός ὁ γυνή ἀθύμως ἔχω ἀκολουθέω γάρ οἴκοθεν ὁ τε ἄλλος φιλοφρονέομαι καί εἰς ὁ γόνυ ἐσθίω ὁ ἑαυτῆς ὁ ἀνήρ ὁ κεφαλή ἐκλέγω ὁ φθείρω 0
10.10.7 4 καί πως ὑπὸ εὐνοίας δακρῦσαι παρίσταται τῇ γυναικὶ ὁρώσῃ τοῦ ἀνδρὸς ἐς οὐδὲν προχωροῦντα τὰ πράγματα. Then, moved by love and pity, as she looked upon her husband's fortune achieving nothing, she began to weep. καί πῶς ὑπό εὔνοια δακρύω παρίσταμαι ὁ γυνή ὁράω ὁ ἀνήρ εἰς οὐδέν προχωρέω ὁ πρᾶγμα 0
10.10.8 1 προέχει δὲ ἀφειδέστερον τῶν δακρύων καὶ---ἔβρεχε γὰρ τοῦ Φαλάνθου τὴν κεφαλήν---συνίησί τε τῆς μαντείας---ὄνομα γὰρ δὴ ἦν Αἴθρα τῇ γυναικί--- She shed tears more freely—indeed, her weeping wetted Phalanthus' head; and thus he understood the oracle—for his wife's name was Aethra ("Clear Sky"). πρέχω δέ ἀφειδής ὁ δάκρυ καί βρέχω γάρ ὁ Φάλανθος ὁ κεφαλή συνίημι τε ὁ μαντεία ὄνομα γάρ δή εἰμί αἴθρα ὁ γυνή 0
10.10.8 2 καὶ οὕτω τῇ ἐπιούσῃ νυκτὶ Τάραντα τῶν βαρβάρων εἷλε μεγίστην καὶ εὐδαιμονεστάτην τῶν ἐπὶ θαλάσσῃ πόλεων. And thus, on the following night, he captured Taras from the barbarians, the greatest and most prosperous of the seaside cities. καί οὕτως ὁ ἐπιοῦσα νύξ Τάρας ὁ βάρβαρος αἱρέω μέγιστος καί εὐδαιμονέστατος ὁ ἐπί θάλασσα πόλις 0
10.10.8 3 Τάραντα δὲ τὸν ἥρω Ποσειδῶνός φασι καὶ ἐπιχωρίας νύμφης παῖδα εἶναι, ἀπὸ δὲ τοῦ ἥρωος τεθῆναι τὰ ὀνόματα τῇ πόλει τε καὶ τῷ ποταμῷ· καλεῖται γὰρ δὴ Τάρας κατὰ τὰ αὐτὰ τῇ πόλει καὶ ὁ ποταμός. They say Taras, the hero, was the son of Poseidon and a local nymph, and that both the city and the river were named after the hero; for the river, too, is called Taras, sharing the city's name. Τάρας δέ ὁ ἥρως Ποσειδῶν φημί καί ἐπιχώριος νύμφη παῖς εἰμί ἀπό δέ ὁ ἥρως τίθημι ὁ ὄνομα ὁ πόλις τε καί ὁ ποταμός καλέω γάρ δή Τάρας κατά ὁ αὐτός ὁ πόλις καί ὁ ποταμός 0