Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 10.17

PassageSentenceGreekEnglishLemma FormsMissing
10.17.1 1 βαρβάρων δὲ τῶν πρὸς τῇ ἑσπέρᾳ οἱ ἔχοντες Σαρδώ, εἰκόνα οὗτοι χαλκῆν τοῦ ἐπωνύμου σφίσιν ἀπέστειλαν. Of the barbarian peoples dwelling toward the west, those who possess Sardinia sent a bronze image of their eponymous ancestor to Olympia. βάρβαρος δέ ὁ πρός ὁ ἑσπέρα ὁ ἔχω Σάρδεις εἰκών οὗτος χαλκοῦς ὁ ἐπώνυμος σφεῖς ἀποστέλλω 0
10.17.1 2 ἡ δὲ Σαρδὼ μέγεθος μὲν καὶ εὐδαιμονίαν ἐστὶν ὁμοία ταῖς μάλιστα ἐπαινουμέναις· Sardinia in size and prosperity resembles the most celebrated islands. ὁ δέ Σαρδώ μέγεθος μέν καί εὐδαιμονία εἰμί ὅμοιος ὁ μάλιστα ἐπαινέω 0
10.17.1 3 ὄνομα δὲ αὐτῇ τὸ ἀρχαῖον ὅ τι μὲν ὑπὸ τῶν ἐπιχωρίων ἐγένετο οὐκ οἶδα, Ἑλλήνων δὲ οἱ κατʼ ἐμπορίαν ἐσπλέοντες Ἰχνοῦσσαν ἐκάλεσαν, ὅτι τὸ σχῆμα τῇ νήσῳ κατʼ ἴχνος μάλιστά ἐστιν ἀνθρώπου. Its original local name I do not know, but among the Greeks it was called by the traders who sailed there "Ichnoussa," because the shape of the island closely resembles the footprint of a human being. ὄνομα δέ αὐτός ὁ ἀρχαῖος ὁ τις μέν ὑπό ὁ ἐπιχώριος γίγνομαι οὐ οἶδα Ἕλλην δέ ὁ κατά ἐμπορία ἐμπλέω ἰχνεύω καλέω ὅτι ὁ σχῆμα ὁ νῆσος κατά ἴχνος μάλιστα εἰμί ἄνθρωπος 0
10.17.1 4 μῆκος δὲ ἀπʼ αὐτῆς εἴκοσι στάδιοι καὶ ἑκατόν εἰσι καὶ χίλιοι, εὖρος δὲ ἐς εἴκοσί τε καὶ τετρακοσίους προήκει. The length of the island extends to one thousand one hundred and twenty stadia, and its breadth reaches as far as four hundred and twenty stadia. μῆκος δέ ἀπό αὐτός εἴκοσι στάδιος καί ἑκατόν εἰμί καί χίλιοι εὖρος δέ εἰς εἴκοσι τε καί τετρακόσιοι προσήκω 0
10.17.2 1 πρῶτοι δὲ διαβῆναι λέγονται ναυσὶν ἐς τὴν νῆσον Λίβυες· ἡγεμὼν δὲ τοῖς Λίβυσιν ἦν Σάρδος ὁ Μακήριδος, Ἡρακλέους δὲ ἐπονομασθέντος ὑπὸ Αἰγυπτίων τε καὶ Λιβύων. The Libyans are said to have been the first people to cross over by ships to the island, and their leader was Sardus son of Makeris, who was surnamed Heracles by the Egyptians and Libyans. πρῶτος δέ διαβαίνω λέγω ναῦς εἰς ὁ νῆσος Λίβυες ἡγεμών δέ ὁ Λίβυς εἰμί Σάρδις ὁ μακήρις Ἡρακλῆς δέ ἐπονομάζω ὑπό Αἰγύπτιος τε καί Λίβυς 0
10.17.2 2 Μακήριδι μὲν δὴ αὐτῷ τὰ ἐπιφανέστατα ὁδὸς ἐγένετο ἡ ἐς Δελφούς· Σάρδῳ δὲ ἡγεμονία τε ὑπῆρξε τῶν Λιβύων ἡ ἐς τὴν Ἰχνοῦσσαν καὶ τὸ ὄνομα ἀπὸ τοῦ Σάρδου τούτου μετέβαλεν ἡ νῆσος. Makeris himself acquired his greatest fame from his journey to Delphi; Sardus, on the other hand, commanded the Libyans who sailed to Ichnoussa, and the island changed its name on account of this Sardus. μακήρις μέν δή αὐτός ὁ ἐπιφανής ὁδός γίγνομαι ὁ εἰς Δελφοί Σάρδις δέ ἡγεμονία τε ὑπάρχω ὁ Λίβυς ὁ εἰς ὁ ἰχνεύω καί ὁ ὄνομα ἀπό ὁ Σάρδεις οὗτος μεταβάλλω ὁ νῆσος 0
10.17.2 3 οὐ μέντοι τούς γε αὐτόχθονας ἐξέβαλεν ὁ τῶν Λιβύων στόλος, σύνοικοι δὲ ὑπʼ αὐτῶν οἱ ἐπελθόντες ἀνάγκῃ μᾶλλον ἢ ὑπὸ εὐνοίας ἐδέχθησαν. Nevertheless, the Libyan expedition did not expel the native inhabitants, but these newcomers were received by them as co-settlers by compulsion rather than through goodwill. οὐ μέντοι ὁ γε αὐτόχθων ἐκβάλλω ὁ ὁ Λίβυς στόλος σύνοικος δέ ὑπό αὐτός ὁ ἐπέρχομαι ἀνάγκη μᾶλλον ἤ ὑπό εὔνοια δέχομαι 0
10.17.2 4 καὶ πόλεις μὲν οὔτε οἱ Λίβυες οὔτε τὸ γένος τὸ ἐγχώριον ἠπίσταντο ποιήσασθαι· σποράδες δὲ ἐν καλύβαις τε καὶ σπηλαίοις, ὡς ἕκαστοι τύχοιεν, ᾤκησαν. Neither the Libyans nor the indigenous people knew at that time how to establish cities; instead, they lived scattered about in huts and caves wherever they happened to find shelter. καί πόλις μέν οὔτε ὁ Λίβυες οὔτε ὁ γένος ὁ ἐγχώριος ἐπίσταμαι ποιέω Σποράδες δέ ἐν καλύβη τε καί σπήλαιον ὡς ἕκαστος τύχω οἰκέω 0
10.17.3 1 ἔτεσι δὲ ὕστερον μετὰ τοὺς Λίβυας ἀφίκοντο ἐκ τῆς Ἑλλάδος ἐς τὴν νῆσον οἱ μετʼ Ἀρισταίου. Years later, after the Libyans, the followers of Aristaeus arrived in the island from Greece. ἔτος δέ ὕστερον μετά ὁ Λίβυς ἀφικνέομαι ἐκ ὁ Ἑλλάς εἰς ὁ νῆσος ὁ μετά Ἀρισταῖος 0
10.17.3 2 παῖδα δὲ λέγουσιν Ἀρισταῖον Ἀπόλλωνός τε εἶναι καὶ Κυρήνης· ἐπὶ δὲ τοῦ Ἀκταίωνος περισσῶς ἀλγήσαντα τῇ συμφορᾷ καὶ Βοιωτίᾳ τε καὶ πάσῃ τῇ Ἑλλάδι κατὰ ταὐτὰ ἀχθόμενον, οὕτως ἐς τὴν Σαρδὼ μετοικῆσαί φασιν αὐτόν. They say Aristaeus was the son of Apollo and Cyrene, and that after the disaster that befell Actaeon, being exceedingly distressed by this calamity and equally troubled by Boeotia and indeed the entire land of Greece, he migrated thus to Sardinia. παῖς δέ λέγω ἀρισταῖος Ἀπόλλων τε εἰμί καί Κυρήνη ἐπί δέ ὁ Ἀκταίων περισσῶς ἀλγέω ὁ συμφορά καί βοιωτία τε καί πᾶς ὁ Ἑλλάς κατά αὐτός ἀχθέομαι οὕτως εἰς ὁ Σαρδώ μετοικέω φημί αὐτός 0
10.17.4 1 οἱ δὲ καὶ Δαίδαλον ἀποδρᾶναι τηνικαῦτα †καὶ οἴκου διὰ τὴν ἐπιστρατείαν τὴν Κρητῶν καὶ ἀποικίας ἐς τὴν Σαρδὼ μετασχεῖν τῷ Ἀρισταίῳ νομίζουσιν· Some also believe that Daedalus escaped from home at this time, because of the expedition of the Cretans, and joined Aristaeus' colony to Sardinia. ὁ δέ καί δαίδαλον ἀποδιδράσκω τηνικαῦτα καί οἶκος διά ὁ ἐπιστρατεία ὁ Κρῆτες καί ἀποικία εἰς ὁ Σαρδώ μετέχω ὁ Ἀρισταῖος νομίζω 0
10.17.4 2 ἔχοι δʼ ἂν λόγον οὐδένα Αὐτονόῃ τῇ Κάδμου συνοικήσαντι τῷ Ἀρισταίῳ Δαίδαλον ἢ ἀποικίας ἢ ἄλλου τινὸς μετεσχηκέναι, ὃς ἡλικίαν κατὰ Οἰδίποδα ἦν βασιλεύοντα ἐν Θήβαις. However, it does not seem reasonable at all that Daedalus, who was contemporary with Oedipus when he was king at Thebes, took part either in the colony or anything else alongside Aristaeus, who married Autonoe, daughter of Cadmus. ἔχω δέ ἄν λόγος οὐδείς αὐτονόη ὁ Κάδμος συνοικέω ὁ Ἀρισταῖος δαίδαλον ἤ ἀποικία ἤ ἄλλος τις μετέχω ὅς ἡλικία κατά Οἰδίπους εἰμί βασιλεύω ἐν Θῆβαι 0
10.17.4 3 πόλιν δʼ οὖν οἰκίζουσιν οὐδεμίαν οὐδʼ οὗτοι, ὅτι ἀριθμῷ τε καὶ ἰσχύι ἐλάσσονες ἐμοὶ δοκεῖν ἢ κατὰ πόλεως ἦσαν οἰκισμόν. In any case, these people too did not found any city, since it seems to me they were too few in number and insufficiently strong for settling a city. πόλις δέ οὖν οἰκίζω οὐδείς οὐδέ οὗτος ὅτι ἀριθμός τε καί ἰσχύς ἐλάσσων ἐγώ δοκέω ἤ κατά πόλις εἰμί οἰκισμός 0
10.17.5 1 μετὰ δὲ Ἀρισταῖον Ἴβηρες ἐς τὴν Σαρδὼ διαβαίνουσιν ὑπὸ ἡγεμόνι τοῦ στόλου Νώρακι, καὶ ᾠκίσθη Νώρα πόλις ὑπὸ αὐτῶν· After Aristaeus, the Iberians crossed over into Sardinia under Norax, their expedition leader, and founded the city of Nora. μετά δέ ἀρισταῖος Ἰβήρ εἰς ὁ Σαρδώ διαβαίνω ὑπό ἡγεμών ὁ στόλος Νώραξ καί οἰκίζω Νώρα πόλις ὑπό αὐτός 0
10.17.5 2 ταύτην πρώτην γενέσθαι πόλιν μνημονεύουσιν ἐν τῇ νήσῳ, παῖδα δὲ Ἐρυθείας τε τῆς Γηρυόνου καὶ Ἑρμοῦ λέγουσιν εἶναι τὸν Νώρακα. They relate that this city was the first to arise on the island, and Norax himself is said to have been a son of Hermes and Erytheia, the daughter of Geryon. οὗτος πρῶτος γίγνομαι πόλις μνημονεύω ἐν ὁ νῆσος παῖς δέ Ἐρυθεία τε ὁ Γηρυόνης καί Ἑρμῆς λέγω εἰμί ὁ Νώραξ 0
10.17.5 3 τετάρτη δὲ μοῖρα Ἰολάου Θεσπιέων τε καὶ ἐκ τῆς Ἀττικῆς στρατιὰ κατῆρεν ἐς Σαρδώ, καὶ Ὀλβίαν μὲν πόλιν οἰκίζουσιν, ἰδίᾳ δὲ Ὀγρύλην οἱ Ἀθηναῖοι διασώζοντες τῶν δήμων τῶν οἴκοι τινὸς τὸ ὄνομα· As a fourth contingent, an army of Thespians with Iolaus, joined by settlers from Attica, landed in Sardinia. τέταρτος δέ μοῖρα Ἰόλαος θεσπιεύς τε καί ἐκ ὁ Ἀττικός στρατιά κατέρχομαι εἰς Σάρδεις καί Ὀλβία μέν πόλις οἰκίζω ἰδίᾳ δέ ὀγρύλος ὁ Ἀθηναῖος διασῴζω ὁ δῆμος ὁ οἶκος τις ὁ ὄνομα 0
10.17.5 4 ἢ καὶ αὐτὸς τοῦ στόλου μετεῖχεν Ὀγρύλος. They founded the city of Olbia, while the Athenians among them separately preserved Ogryle, naming it after one of their homeland demes, unless Ogrylus himself actually participated in their expedition. ἤ καί αὐτός ὁ στόλος μετέχω ὀγρύλος 0
10.17.5 5 ἔστι δʼ οὖν καὶ κατʼ ἐμὲ ἔτι χωρία τε Ἰολάια ἐν τῇ Σαρδοῖ καὶ Ἰόλαος παρὰ τῶν οἰκητόρων ἔχει τιμάς. Even in my time there remain places named after Iolaus in Sardinia, and he is still honored by its inhabitants. εἰμί δέ οὖν καί κατά ἐγώ ἔτι χωρίον τε Ἰολάα ἐν ὁ Σάρδεις καί Ἰόλαος παρά ὁ οἰκήτωρ ἔχω τιμή 0
10.17.6 1 Ἰλίου δὲ ἁλισκομένης ἄλλοι τε ἐκφεύγουσι τῶν Τρώων καὶ οἱ ἀποσωθέντες μετὰ Αἰνείου· When Ilium was captured, among other Trojans who managed to escape were those who fled with Aeneas. Ἴλιον δέ ἁλίσκομαι ἄλλος τε ἐκφεύγω ὁ Τρῶες καί ὁ σῴζω μετά Αἰνείας 0
10.17.6 2 τούτων μοῖρα ἀπενεχθεῖσα ὑπὸ ἀνέμων ἐς Σαρδὼ ἀνεμίχθησαν τοῖς προενοικοῦσιν Ἕλλησι. Some of these, having been carried by winds to Sardinia, mixed with the Greeks who previously inhabited the island. οὗτος μοῖρα ἀποφέρω ὑπό ἄνεμος εἰς Σαρδώ ἀναμίγνυμι ὁ προενοικέω Ἕλλην 0
10.17.6 3 καταστῆναι δὲ ἐς μάχην τῷ Ἑλληνικῷ καὶ τοῖς Τρωσὶν ἐκώλυσε τοὺς βαρβάρους· A confrontation between the Greeks and these Trojans was prevented by the barbarians: καθίστημι δέ εἰς μάχη ὁ Ἑλληνικός καί ὁ τρέχω κωλύω ὁ βάρβαρος 0
10.17.6 4 παρασκευῇ τε γὰρ ἴσοι τῇ ἁπάσῃ τὰ ἐς πόλεμον ἦσαν καὶ ὁ Θόρσος ποταμὸς διὰ μέσου σφίσι ῥέων τῆς χώρας ἐπʼ ἴσης καὶ ἀμφοτέροις διαβαίνειν παρεῖχε δέος. for each side was equal in their full military preparedness, and the river Thorsus, flowing through the country between them, made both equally fearful of crossing. παρασκευή τε γάρ ἴσος ὁ ἅπας ὁ εἰς πόλεμος εἰμί καί ὁ θόρσος ποταμός διά μέσος σφεῖς ῥέω ὁ χώρα ἐπί ἴσος καί ἀμφότερος διαβαίνω παρέχω δέος 0
10.17.7 1 ὕστερον μέντοι πολλοῖς ἔτεσιν οἱ Λίβυες ἐπεραιώθησάν τε αὖθις ἐς τὴν νῆσον στόλῳ μείζονι καὶ ἦρξαν ἐς τὸ Ἑλληνικὸν πολέμου. However, many years later, the Libyans once again crossed into the island with a larger fleet and began war against the Greeks. ὕστερον μέντοι πολύς ἔτος ὁ Λίβυες ἐπεραιόω τε αὖθις εἰς ὁ νῆσος στόλος μείζων καί ἄρχω εἰς ὁ Ἑλληνικός πόλεμος 0
10.17.7 2 τὸ μὲν δὴ Ἑλληνικὸν ἐς ἅπαν ἐπέλαβε φθαρῆναι, ἢ ὀλίγον ἐγένετο ἐξ αὐτοῦ τὸ ὑπολειφθέν· The Greek element was entirely destroyed at that time, or at best only a small remnant survived. ὁ μέν δή Ἑλληνικός εἰς ἅπας ἐπιλαμβάνω φθείρω ἤ ὀλίγος γίγνομαι ἐκ αὐτός ὁ ὑπολείπω 0
10.17.7 3 οἱ δὲ Τρῶες ἐς τῆς νήσου τὰ ὑψηλὰ ἀναφεύγουσι, καταλαβόντες δὲ ὄρη δύσβατα ὑπὸ σκολόπων τε καὶ κρημνῶν Ἰλιεῖς μὲν ὄνομα καὶ ἐς ἐμὲ ἔτι ἔχουσι, Λίβυσι μέντοι τὰς μορφὰς καὶ τῶν ὅπλων τὴν σκευὴν καὶ ἐς τὴν πᾶσαν δίαιταν ἐοίκασιν. The Trojans, however, fled to the heights of the island, and having occupied mountains difficult of access due to cliffs and crags, they still retained the name of Ilians up until my own time. ὁ δέ Τρῶες εἰς ὁ νῆσος ὁ ὑψηλός ἀναφεύγω καταλαμβάνω δέ ὄρος δύσβατος ὑπό σκολώψ τε καί κρημνός Ἰλιεύς μέν ὄνομα καί εἰς ἐγώ ἔτι ἔχω Λίβυς μέντοι ὁ μορφή καί ὁ ὅπλον ὁ σκευή καί εἰς ὁ πᾶς δίαιτα ἔοικα 0
10.17.8 1 ἔστι δὲ νῆσος οὐ πολὺ ἀπέχουσα τῆς Σαρδοῦς, Κύρνος ὑπὸ Ἑλλήνων, ὑπὸ δὲ Λιβύων τῶν ἐνοικούντων καλουμένη Κορσική. There is an island not far from Sardinia, called Cyrnus by the Greeks and Corsica by the Libyan inhabitants. εἰμί δέ νῆσος οὐ πολύς ἀπέχω ὁ Σαρδός Κύρνος ὑπό Ἕλλην ὑπό δέ Λίβυς ὁ ἐνοικέω καλέω Κορσική 0
10.17.8 2 ἐκ ταύτης μοῖρα οὐκ ἐλαχίστη στάσει πιεσθεῖσα ἀφίκετο ἐς τὴν Σαρδώ, καὶ ᾤκησαν τῆς χώρας ἀποτεμόμενοι τῆς ἐν τοῖς ὄρεσιν· A considerable portion of its people, oppressed by civil strife, migrated to Sardinia and settled there, claiming for themselves a region of the mountainous country. ἐκ οὗτος μοῖρα οὐ ἐλάχιστος στάσις πιέζω ἀφικνέομαι εἰς ὁ Σάρδεις καί οἰκέω ὁ χώρα ἀποτέμνω ὁ ἐν ὁ ὄρος 0
10.17.8 3 ὑπὸ μέντοι τῶν ἐν τῇ Σαρδοῖ τῷ ὀνόματι ὀνομάζονται τῷ οἴκοθεν Κορσοί. Yet the natives of Sardinia still call these settlers by their original home name—Corsi. ὑπό μέντοι ὁ ἐν ὁ Σάρδεις ὁ ὄνομα ὀνομάζω ὁ οἴκοθεν Κορσοί 0
10.17.9 1 Καρχηδόνιοι δὲ ὅτε ναυτικῷ μάλιστα ἴσχυσαν, κατεστρέψαντο μὲν καὶ ἅπαντας τοὺς ἐν τῇ Σαρδοῖ πλὴν Ἰλιέων τε καὶ Κορσῶν---τούτοις δὲ μὴ ἐς δουλείαν ὑπαχθῆναι τὸ ἐχυρὸν ἤρκεσε τῶν ὀρῶν---, ᾤκισαν δὲ ἐν τῇ νήσῳ καὶ αὐτοὶ πόλιν οἱ Καρχηδόνιοι Κάραλίν τε καὶ Σύλκους. When the Carthaginians were strongest at sea, they subdued all the inhabitants of Sardinia except the Ilians and the Corsicans; and these resisted slavery by the strength of their mountain strongholds. Καρχηδόνιος δέ ὅτε ναυτικός μάλιστα ἰσχύω καταστρέφω μέν καί ἅπας ὁ ἐν ὁ Σάρδεις πλήν Ἰλιεύς τε καί Κορσός οὗτος δέ μή εἰς δουλεία ὑπάγω ὁ ἐχυρός ἀρκέω ὁ ὄρος οἰκίζω δέ ἐν ὁ νῆσος καί αὐτός πόλις ὁ Καρχηδόνιος κάραλις τε καί Σύλκος 0
10.17.9 2 τοῦ δὲ ἐπικουρικοῦ τῶν Καρχηδονίων Λίβυες ἢ Ἴβηρες ἐς ἀμφισβήτησιν λαφύρων ἀφικόμενοι καὶ ὡς εἶχον ὀργῆς ἀποστάντες ἐσῳκίσαντο ἐς τὰ ὑψηλὰ καὶ οὗτοι τῆς νήσου. Moreover, the Carthaginians themselves established in the island the cities of Caralis and Sulci. ὁ δέ ἐπικουρικός ὁ Καρχηδόνιος Λίβυες ἤ Ἰβήρ εἰς ἀμφισβήτησις λάφυρον ἀφικνέομαι καί ὡς ἔχω ὀργή ἀφίστημι εἰσοικίζομαι εἰς ὁ ὑψηλός καί οὗτος ὁ νῆσος 0
10.17.9 3 Βαλαροὶ τὸ ὄνομά ἐστιν αὐτοῖς κατὰ γλῶσσαν τὴν Κυρνίων· Certain Libyans and Iberians, who were serving as mercenaries for the Carthaginians, engaged in disputes over the distribution of booty and, seizing the opportunity afforded by their anger, revolted and established themselves in the mountainous parts of the island. βαλαρός ὁ ὄνομα εἰμί αὐτός κατά γλῶσσα ὁ Κυρνός 0
10.17.9 4 Βαλαροὺς γὰρ τοὺς φυγάδας καλοῦσιν οἱ Κύρνιοι. These men are called Balari in the language of the Cyrnians; for the Cyrnians name exiles "Balari." βαλαρός γάρ ὁ φυγάς καλέω ὁ Κύρνιος 0
10.17.10 1 γένη μὲν τοσαῦτα τὴν Σαρδὼ καὶ ἐσῳκισμένα οὕτω νέμεται, These, then, are the tribes inhabiting Sardinia and the manner in which they have settled there. γίγνομαι μέν τοσοῦτος ὁ Σαρδώ καί εἰσοικίζω οὕτως νέμομαι 0
10.17.10 2 τῆς δὲ νήσου τὰ πρὸς τῆς ἄρκτου καὶ ἠπείρου τῆς κατὰ Ἰταλίαν ἐστὶν ὄρη δύσβατα τὰ πέρατα συνάπτοντα ἀλλήλοις· As for the island itself, the northern parts facing the mainland toward Italy consist of rugged mountains whose extremities join together, making them difficult to pass. ὁ δέ νῆσος ὁ πρός ὁ ἄρκτος καί ἤπειρος ὁ κατά Ἰταλία εἰμί ὄρος δύσβατος ὁ πέρας συνάπτω ἀλλήλων 0
10.17.10 3 καὶ ἢν παραπλέῃς, ναυσὶν οὔ τε ὅρμους παρέχεται κατὰ τοῦτο ἡ νῆσος πνεύματά τε ἄτακτα καὶ ἰσχυρὰ αἱ ἄκραι τῶν ὀρῶν καταπέμπουσιν ἐς τὴν θάλασσαν. If one sails along this coast, the island offers no harbors, and the mountain peaks send down to the sea winds that are fierce and unpredictable. καί ἐάν παραπλέω ναῦς οὐ τε ὅρμος παρέχω κατά οὗτος ὁ νῆσος πνεῦμα τε ἄτακτος καί ἰσχυρός ὁ ἄκρα ὁ ὄρος καταπέμπω εἰς ὁ θάλασσα 0
10.17.11 1 ἔστι δὲ καὶ ἄλλα διὰ μέσης αὐτῆς ὄρη χθαμαλώτερα. There are other mountains as well running through the middle of the island, which are rather lower. εἰμί δέ καί ἄλλος διά μέσος αὐτός ὄρος χαμαλός 0
10.17.11 2 ὁ δὲ ἀὴρ ὁ ἐνταῦθα θολερός τε ὡς ἐπίπαν ἐστὶ καὶ νοσώδης· αἴτιοι δὲ οἵ τε ἅλες οἱ πηγνύμενοι καὶ ὁ νότος βαρὺς καὶ βίαιος ἐγκείμενος, The air there is generally cloudy and unhealthy; this is due to the crystallizing salt deposits and to the oppressive and violent south wind that prevails there. ὁ δέ ἀήρ ὁ ἐνταῦθα θολερός τε ὡς ἐπίπαν εἰμί καί νοσώδης αἴτιος δέ ὁ τε ἅλς ὁ πήγνυμι καί ὁ νότος βαρύς καί βίαιος ἔγκειμαι 0
10.17.11 3 οἱ ἄνεμοί τε οἱ ἀπὸ τῆς ἄρκτου διὰ τὸ ὑψηλὸν τῶν ὀρῶν τῶν πρὸς τῆς Ἰταλίας κωλύονται πνέοντες θέρους ὥρᾳ τόν τε ἀέρα τὸν ταύτῃ καὶ τὴν γῆν ἀναψύχειν. Furthermore, the winds coming from the north are prevented, in the summer season, by the height of the mountains toward Italy from blowing and refreshing the air and land in those parts. ὁ ἄνεμος τε ὁ ἀπό ὁ ἄρκτος διά ὁ ὑψηλός ὁ ὄρος ὁ πρός ὁ Ἰταλία κωλύω πνέω θέρος ὥρα ὁ τε ἀήρ ὁ οὗτος καί ὁ γῆ ἀναψύχω 0
10.17.11 4 οἱ δὲ τὴν Κύρνον σταδίους φασὶν οὐ πλέονας ἀπὸ τῆς Σαρδοῦς ἢ ὀκτὼ τῇ θαλάσσῃ διείργεσθαι, ὀρεινήν τε οὖσαν καὶ ἐς ὕψος διὰ πάσης ἀνήκουσαν· τὸν Ζέφυρον οὖν καὶ Βορέαν ὑπὸ τῆς Κύρνου κωλύεσθαι νομίζουσι μὴ καὶ ἄχρι τῆς Σαρδοῦς ἐξικνεῖσθαι. It is said by some that the island of Cyrnus is separated from Sardinia by no more than eight stades of sea, being mountainous and rising throughout to considerable elevation; thus they suppose that the western and northern winds, hindered by Cyrnus, do not reach as far as Sardinia. ὁ δέ ὁ Κύρνος στάδιον φημί οὐ πλείων ἀπό ὁ Σαρδός ἤ ὀκτώ ὁ θάλασσα διείργω ὀρεινός τε εἰμί καί εἰς ὕψος διά πᾶς ἀνήκω ὁ ζέφυρος οὖν καί Βορέας ὑπό ὁ Κύρνος κωλύομαι νομίζω μή καί ἄχρι ὁ Σαρδός ἐξικνέομαι 0
10.17.12 1 ὄφεις δὲ οὔτε ἐπὶ συμφορᾷ τῇ ἀνθρώπων οὔτε ὅσον ἀνώλεθρον αὐτῶν, οὐδὲ οἱ λύκοι τρέφεσθαι πεφύκασιν. Neither snakes nor wolves here are naturally inclined to harm or prey upon men, nor even to the extent of causing them injury. ὄφις δέ οὔτε ἐπί συμφορά ὁ ἀνήρ οὔτε ὅσος ἀνώλεθρος αὐτός οὐδέ ὁ λύκος τρέφω φύω 0
10.17.12 2 οἱ δὲ τράγοι ἄγριοι μέγεθος μὲν τοὺς ἑτέρωθι οὐχ ὑπερβάλλουσιν, εἶδος δέ ἐστιν αὐτοῖς ὁποῖον ἐν πλαστικῇ τις ἂν τῇ Αἰγιναίᾳ ποιήσειεν ἀγρίου κριοῦ· The wild goats do not surpass those found elsewhere in size; in appearance, they resemble the figures of wild rams one might see in Aeginetan sculpture. ὁ δέ τράγος ἄγριος μέγεθος μέν ὁ ἑτέρωθι οὐ ὑπερβάλλω εἶδος δέ εἰμί αὐτός ὁποῖος ἐν πλαστικός τις ἄν ὁ Αἰγιναία ποιέω ἄγριος κριός 0
10.17.12 3 τὰ μέντοι ἀμφὶ τὸ στῆθος δασύτερά ἐστιν αὐτοῖς ἢ ὡς πρὸς Αἰγιναίαν τέχνην εἰκάσαι· Yet the hair around their chests is thicker and denser than can be represented by the skill of Aeginetan art. ὁ μέντοι ἀμφί ὁ στῆθος δασύτερος εἰμί αὐτός ἤ ὡς πρός Αἰγιναία τέχνη εἰκάζω 0
10.17.12 4 κέρατα δὲ οὐ διεστηκότα ἀπὸ τῆς κεφαλῆς, ἀλλὰ ἐς εὐθὺ παρὰ τὰ ὦτα ἔχουσιν ἐληλιγμένα· ὠκύτητι δὲ ἅπαντα τὰ θηρία ὑπερήρκασι. Their horns do not project outward from the head but coil directly beside the ears; and in speed, they surpass all other animals. κέρας δέ οὐ διίστημι ἀπό ὁ κεφαλή ἀλλά εἰς εὐθύς παρά ὁ οὖς ἔχω ἐληλίζω ὠκύτης δέ ἅπας ὁ θηρίον ὑπερήρκα 0
10.17.13 1 πλὴν δὲ ἢ βοτάνης μιᾶς καθαρεύει καὶ ἀπὸ φαρμάκων ἡ νῆσος ὅσα ἐργάζεται θάνατον· Except for a single herb, the island is free of plants and poisons that cause death. πλήν δέ ἤ βοτάνη εἷς καθαρεύω καί ἀπό φάρμακον ὁ νῆσος ὅσος ἐργάζομαι θάνατος 0
10.17.13 2 ἡ πόα δὲ ἡ ὀλέθριος σελίνῳ μέν ἐστιν ἐμφερής, τοῖς φαγοῦσι δὲ γελῶσιν ἐπιγίνεσθαι τὴν τελευτὴν λέγουσιν. The deadly herb resembles celery, and they say that those who eat it die while overcome by laughter. ὁ πόα δέ ὁ ὀλέθριος σελήνη μέν εἰμί ἐμφερής ὁ ἐσθίω δέ γελάω ἐπίγνυμι ὁ τελευτή λέγω 0
10.17.13 3 ἐπὶ τούτῳ δὲ Ὅμηρός τε καὶ οἱ ἔπειτα ἄνθρωποι τὸν ἐπὶ οὐδενὶ ὑγιεῖ Σαρδάνιον γέλωτα ὀνομάζουσι. For this reason, Homer and later people have named any unnatural laughter "Sardonic." ἐπί οὗτος δέ ὅμηρος τε καί ὁ ἔπειτα ἄνθρωπος ὁ ἐπί οὐδείς ὑγιής Σαρδάνιος γέλως ὀνομάζω 0
10.17.13 4 φύεται δὲ μάλιστα ἡ πόα περὶ τὰς πηγάς, οὐ μέντοι μεταδίδωσί γε καὶ τῷ ὕδατι τοῦ ἰοῦ. The herb grows especially around springs, but it does not pass its poison into the water. φύω δέ μάλιστα ὁ πόα περί ὁ πηγή οὐ μέντοι μεταδίδωμι γε καί ὁ ὕδωρ ὁ ἰός 0
10.17.13 5 τὸν μὲν δὴ περὶ τῆς Σαρδοῦς λόγον ἐπεισηγαγόμεθα ἐς τὴν Φωκίδα συγγραφήν, ὅτι οὐχ ἥκιστα καὶ ἐς ταύτην οἱ Ἕλληνες τὴν νῆσον ἀνηκόως εἶχον· I have included this account concerning Sardinia in my description of Phocis because among the Greeks, not least among the Phokians, ignorance of this island was widespread. ὁ μέν δή περί ὁ Σαρδός λόγος ἐπεισάγω εἰς ὁ Φωκίς συγγραφή ὅτι οὐ ἥκιστα καί εἰς οὗτος ὁ Ἕλλην ὁ νῆσος ἀνηκόως ἔχω 0