Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 1.14.1 | 1 | ἡ μὲν Ἠπειρωτῶν ἀκμὴ κατέστρεψεν ἐς τοῦτο· | The power of the Epeirotes had thus come to an end. | ὁ μέν Ἠπειρώτης ἀκμή καταστρέφω εἰς οὗτος | 0 |
| 1.14.1 | 2 | ἐς δὲ τὸ Ἀθήνῃσιν ἐσελθοῦσιν Ὠιδεῖον ἄλλα τε καὶ Διόνυσος κεῖται θέας ἄξιος. | As one enters Athens, in the Odeion, among other things, there is an image of Dionysus worthy of seeing. | εἰς δέ ὁ Ἀθήνησι εἰσέρχομαι ὠιδεῖον ἄλλος τε καί Διόνυσος κεῖμαι θέα ἄξιος | 0 |
| 1.14.1 | 3 | πλησίον δέ ἐστι κρήνη, καλοῦσι δὲ αὐτὴν Ἐννεάκρουνον, οὕτω κοσμηθεῖσαν ὑπὸ Πεισιστράτου· φρέατα μὲν γὰρ καὶ διὰ πάσης τῆς πόλεώς ἐστι, πηγὴ δὲ αὕτη μόνη. | Nearby there is a fountain called Enneakrounos ("Nine-Spouted"), thus ornamented by Peisistratus; for while there are wells throughout the entire city, this alone is a natural spring. | πλησίον δέ εἰμί κρήνη καλέω δέ αὐτός ἐννεάκρουνος οὕτως κοσμέω ὑπό Πεισίστρατος φρέαρ μέν γάρ καί διά πᾶς ὁ πόλις εἰμί πηγή δέ οὗτος μόνος | 0 |
| 1.14.1 | 4 | ναοὶ δὲ ὑπὲρ τὴν κρήνην ὁ μὲν Δήμητρος πεποίηται καὶ Κόρης, ἐν δὲ τῷ Τριπτολέμου κείμενόν ἐστιν ἄγαλμα· | Above the fountain stand temples—one dedicated to Demeter and Kore, and another containing a statue of Triptolemus. | ναός δέ ὑπέρ ὁ κρήνη ὁ μέν Δημήτηρ ποιέω καί κόρη ἐν δέ ὁ Τριπτόλεμος κεῖμαι εἰμί ἄγαλμα | 0 |
| 1.14.1 | 5 | τὰ δὲ ἐς αὐτὸν ὁποῖα λέγεται γράψω, παρεὶς ὁπόσον ἐς Δηιόπην ἔχει τοῦ λόγου. | Of Triptolemus I shall record such stories as are told, passing over what concerns Deiope. | ὁ δέ εἰς αὐτός οἷος λέγω γράφω παρίημι ὁπόσος εἰς Δηιόπη ἔχω ὁ λόγος | 0 |
| 1.14.2 | 1 | Ἑλλήνων οἱ μάλιστα ἀμφισβητοῦντες Ἀθηναίοις ἐς ἀρχαιότητα καὶ δῶρα, ἃ παρὰ θεῶν φασὶν ἔχειν, εἰσὶν Ἀργεῖοι, καθάπερ βαρβάρων Φρυξὶν Αἰγύπτιοι. | Of all the Greeks, those who especially dispute with the Athenians over their antiquity and the divine gifts they claim to possess are the Argives—just as among the barbarians, the Egyptians dispute with the Phrygians. | Ἕλλην ὁ μάλιστα ἀμφισβητέω Ἀθηναῖος εἰς ἀρχαιότης καί δῶρον ὅς παρά θεός φημί ἔχω εἰμί Ἀργεῖος καθάπερ βάρβαρος φρύξ Αἰγύπτιος | 0 |
| 1.14.2 | 2 | λέγεται οὖν ὡς Δήμητρα ἐς Ἄργος ἐλθοῦσαν Πελασγὸς δέξαιτο οἴκῳ καὶ ὡς Χρυσανθὶς τὴν ἁρπαγὴν ἐπισταμένη τῆς Κόρης διηγήσαιτο· | It is therefore said that when Demeter came to Argos, Pelasgos received her into his home, and that Chrysanthis, knowing about the abduction of Kore, related these events. | λέγω οὖν ὡς Δήμητρα εἰς Ἄργος ἔρχομαι Πελασγός δέχομαι οἶκος καί ὡς χρυσανθίς ὁ ἁρπαγή ἐπίσταμαι ὁ κόρη διηγέομαι | 0 |
| 1.14.2 | 3 | ὕστερον δὲ Τροχίλον ἱεροφάντην φυγόντα ἐξ Ἄργους κατὰ ἔχθος Ἀγήνορος ἐλθεῖν φασιν ἐς τὴν Ἀττικὴν καὶ γυναῖκά τε ἐξ Ἐλευσῖνος γῆμαι καὶ γενέσθαι οἱ παῖδας Εὐβουλέα καὶ Τριπτόλεμον. | They later claim that Trochilus, a hierophant fleeing Argos because of hostility from Agenor, came into Attica, married a woman from Eleusis, and had children, Eubouleus and Triptolemus. | ὕστερον δέ τροχίλος ἱεροφάντης φεύγω ἐκ Ἄργος κατά ἔχθος ἀγήνωρ ἔρχομαι φημί εἰς ὁ Ἀττικός καί γυνή τε ἐκ Ἐλευσίς γαμέω καί γίγνομαι ὁ παῖς Εὐβουλέας καί Τριπτόλεμος | 0 |
| 1.14.2 | 4 | ὅδε μὲν Ἀργείων ἐστὶ λόγος Ἀθηναῖοι δὲ καὶ ὅσοι παρὰ τούτοις ἴσασι Τριπτόλεμον τὸν Κελεοῦ πρῶτον σπεῖραι καρπὸν ἥμερον. | Such is the Argive account; but the Athenians, and those who agree with them, hold that Triptolemus, the son of Celeus, was the first to sow cultivated grain. | ὅδε μέν Ἀργεῖος εἰμί λόγος Ἀθηναῖος δέ καί ὅσος παρά οὗτος οἶδα Τριπτόλεμος ὁ κέλης πρῶτος σπείρω καρπός ἥμερος | 0 |
| 1.14.3 | 1 | ἔπη δὲ ᾄδεται Μουσαίου μέν, εἰ δὴ Μουσαίου καὶ ταῦτα, Τριπτόλεμον παῖδα Ὠκεανοῦ καὶ Γῆς εἶναι, | Epic verses attributed to Musaeus—if indeed these truly belong to Musaeus—sing of Triptolemus as being the child of Oceanus and Earth. | ἔπος δέ ᾄδω Μουσαῖος μέν εἰ δή Μουσαῖος καί οὗτος Τριπτόλεμος παῖς Ὠκεανός καί γῆ εἰμί | 0 |
| 1.14.3 | 2 | Ὀρφέως δέ, οὐδὲ ταῦτα Ὀρφέως ἐμοὶ δοκεῖν ὄντα, Εὐβουλεῖ καὶ Τριπτολέμῳ Δυσαύλην πατέρα εἶναι, μηνύσασι δέ σφισι περὶ τῆς παιδὸς δοθῆναι παρὰ Δήμητρος σπεῖραι τοὺς καρπούς· | Other verses, attributed to Orpheus—though to me even these do not seem genuinely Orphic—say that Dysaules was father to Eubouleus and Triptolemus, and that after these two revealed what had happened to her daughter, Demeter gave them the gift of sowing grain. | Ὀρφεύς δέ οὐδέ οὗτος Ὀρφεύς ἐγώ δοκέω εἰμί εὐβουλέω καί Τριπτόλεμος δυσαύλην πατήρ εἰμί μηνύω δέ σφεῖς περί ὁ παῖς δίδωμι παρά Δημήτηρ σπείρω ὁ καρπός | 0 |
| 1.14.3 | 3 | Χοιρίλῳ δὲ Ἀθηναίῳ δρᾶμα ποιήσαντι Ἀλόπην ἔστ ιν εἰρημένα Κερκυόνα εἶναι καὶ Τριπτόλεμον ἀδελφούς, τεκεῖν δὲ σφᾶς θυγατέρα ς Ἀμφικτύονος, εἶναι δὲ πατέρα Τριπτολέμῳ μὲν Ῥᾶρον, Κερκυόνι δὲ Ποσειδῶνα. | Choerilus of Athens, who composed a drama called 'Alope,' states that Cercyon and Triptolemus were brothers, born of the daughter of Amphictyon: the father of Triptolemus being Raros, and the father of Cercyon being Poseidon. | Χοιρίλος δέ Ἀθηναῖος δρᾶμα ποιέω ἀλόπη εἰμί ἰν λέγω κερκυών εἰμί καί Τριπτόλεμος ἀδελφός τίκτω δέ σφεῖς θυγάτηρ ς Ἀμφικτύων εἰμί δέ πατήρ Τριπτόλεμος μέν ῥᾶον κερκυών δέ Ποσειδῶν | 0 |
| 1.14.3 | 4 | πρόσω δὲ ἰέναι με ὡρμημένον τοῦδε τοῦ λόγου καὶ †ὁπόσα ἐξήγησιν †ἔχει τὸ Ἀθήνῃσιν ἱερόν, καλούμενον δὲ Ἐλευσίνιον, ἐπέσχεν ὄψις ὀνείρατος· | As I had intended to pursue this account further and to describe fully all that pertains to the sanctuary at Athens called the Eleusinion, I was halted by a vision in my dreams. | πρόσω δέ εἶμι ἐγώ ὁρμημένος ὅδε ὁ λόγος καί ὁπόσος ἐξήγησις ἔχω ὁ Ἀθήνησι ἱερόν καλέω δέ ἐλευσίνιος ἐπέχω ὄψις ὄνειραρ | 0 |
| 1.14.3 | 5 | ἃ δὲ ἐς πάντας ὅσιον γράφειν, ἐς ταῦτα ἀποτρέψομαι. | Therefore, I turn aside from these things and proceed only with what it is proper for everyone to know. | ὅς δέ εἰς πᾶς ὅσιος γράφω εἰς οὗτος ἀποτρέπω | 0 |
| 1.14.4 | 1 | πρὸ τοῦ ναοῦ τοῦδε, ἔνθα καὶ τοῦ Τριπτολέμου τὸ ἄγαλμα, ἔστι βοῦς χαλκοῦς οἷα ἐς θυσίαν ἀγόμενος, πεποίηται δὲ καθήμενος Ἐπιμενίδης Κνώσσιος. | Before this temple, where also stands the statue of Triptolemus, there is a bronze ox, appearing as if led to sacrifice, and a seated figure made of bronze representing Epimenides of Knossos. | πρό ὁ ναός ὅδε ἔνθα καί ὁ Τριπτόλεμος ὁ ἄγαλμα εἰμί βοῦς χαλκοῦς οἷος εἰς θυσία ἄγω ποιέω δέ κάθημαι ἐπιμενίδης Κνώσσιος | 0 |
| 1.14.4 | 2 | ὃν ἐλθόντα ἐς ἀγρὸν κοιμᾶσθαι λέγουσιν ἐσελθόντα ἐς σπήλαιον· ὁ δὲ ὕπνος οὐ πρότερον ἀνῆκεν αὐτὸν πρὶν ἤ οἱ τεσσαρακοστὸν ἔτος γενέσθαι καθεύδοντι. | It is said that Epimenides once went into the countryside, entered a cave, and fell asleep; sleep did not release him until the fortieth year of his slumber had passed. | ὅς ἔρχομαι εἰς ἀγρός κοιμάομαι λέγω εἰσέρχομαι εἰς σπήλαιον ὁ δέ ὕπνος οὐ πρότερον ἀνήκω αὐτός πρίν ἦ ὁ τεσσαρακοστός ἔτος γίγνομαι καθεύδω | 0 |
| 1.14.4 | 3 | καὶ ὕστερον ἔπη τε ἐποίει καὶ πόλεις ἐκάθηρεν ἄλλας τε καὶ τὴν Ἀθηναίων. | Afterward, he composed poetry and purified cities, among them Athens. | καί ὕστερον ἔπος τε ποιέω καί πόλις καθαίρω ἄλλος τε καί ὁ Ἀθηναῖος | 0 |
| 1.14.4 | 4 | Θάλης δὲ ὁ Λακεδαιμονίοις τὴν νόσον παύσας οὔτε ἄλλως προσήκων οὔτε πόλεως ἦν Ἐπιμενίδῃ τῆς αὐτῆς· ἀλλʼ ὁ μὲν Κνώσσιος, Θάλητα δὲ εἶναί φησι Γορτύνιον Πολύμναστος Κολοφώνιος ἔπη Λακεδαιμονίοις ἐς αὐτὸν ποιήσας. | Thales, who ended the plague among the Spartans, was neither related by kinship nor was he from the same city as Epimenides; Epimenides was from Knossos, while Thales, according to Polymnastus of Colophon, who composed poetry about him for the Spartans, was from Gortyn. | θάλως δέ ὁ Λακεδαιμόνιος ὁ νόσος παύω οὔτε ἄλλως προσήκω οὔτε πόλις εἰμί ἐπιμενίδης ὁ αὐτός ἀλλά ὁ μέν Κνώσσιος θάλητα δέ εἰμί φημί Γόρτυνιον πολύμναστος Κολοφώνιος ἔπος Λακεδαιμόνιος εἰς αὐτός ποιέω | 0 |
| 1.14.5 | 1 | ἔτι δὲ ἀπωτέρω ναὸς Εὐκλείας, ἀνάθημα καὶ τοῦτο ἀπὸ Μήδων, οἳ τῆς χώρας Μαραθῶνι ἔσχον. | Still further away is the temple of Eukleia ('Good Fame'), an offering also dedicated from the spoils of the Medes who had landed in Marathon. | ἔτι δέ ἀπωτέρω ναός εὐκλεία ἀνάθημα καί οὗτος ἀπό Μῆδος ὅς ὁ χώρα Μαραθών ἔχω | 0 |
| 1.14.5 | 2 | φρονῆσαι δὲ Ἀθηναίους ἐπὶ τῇ νίκῃ ταύτῃ μάλιστα εἰκάζω· | I suppose that the Athenians felt the greatest pride in this victory above all. | φρονέω δέ Ἀθηναῖος ἐπί ὁ νίκη οὗτος μάλιστα εἰκάζω | 0 |
| 1.14.5 | 3 | καὶ δὴ καὶ Αἰσχύλος, ὥς οἱ τοῦ βίου προσεδοκᾶτο ἡ τελευτή, τῶν μὲν ἄλλων ἐμνημόνευσεν οὐδενός, δόξης ἐς τ ος οῦτο ἥκων ἐπὶ ποιήσει καὶ πρὸ Ἀρτεμισίου καὶ ἐν Σαλαμῖνι ναυμαχήσας· ὁ δὲ τό τε ὄνομα πατρόθεν καὶ τὴν πόλιν ἔγραψε καὶ ὡς τῆς ἀνδρίας μάρτυρας ἔχοι τὸ Μαραθῶνι ἄλσος καὶ Μήδων τοὺς ἐς αὐτὸ ἀποβάντας. | Indeed Aeschylus himself, when the end of his life was approaching, although by then he had acquired great fame from poetry and had fought at Artemisium and in the naval battle at Salamis, mentioned none of these events but rather recorded only his name, his father's name and his city, declaring as witnesses to his valor the grove at Marathon and the Persians who disembarked there. | καί δή καί Αἴσχυλος ὡς ὁ ὁ βίος προσδοκάω ὁ τελευτή ὁ μέν ἄλλος μνημονεύω οὐδείς δόξα εἰς τε ὅς οὗτος ἥκω ἐπί ποιέω καί πρό Ἀρτεμίσιος καί ἐν Σαλαμίς ναυμαχέω ὁ δέ ὁ τε ὄνομα πατρόθεν καί ὁ πόλις γράφω καί ὡς ὁ ἀνδρίας μάρτυς ἔχω ὁ Μαραθών ἄλσος καί Μῆδος ὁ εἰς αὐτός ἀποβαίνω | 0 |
| 1.14.6 | 1 | ὑπὲρ δὲ τὸν Κεραμεικὸν καὶ στοὰν τὴν καλουμένην Βασίλειον ναός ἐστιν Ἡφαίστου. | Above the Cerameicus and the portico known as Basileios is a temple of Hephaestus. | ὑπέρ δέ ὁ Κεραμεικός καί στοά ὁ καλέω βασίλειον ναός εἰμί Ἥφαιστος | 0 |
| 1.14.6 | 2 | καὶ ὅτι μὲν ἄγαλμά οἱ παρέστηκεν Ἀθηνᾶς, οὐδὲν θαῦμα ἐποιούμην τὸν ἐπὶ Ἐριχθονίῳ ἐπιστάμενος λόγον· | That a statue of Athena stands beside him did not surprise me, knowing as I do the story regarding Erichthonius. | καί ὅτι μέν ἄγαλμα ὁ παρίστημι Ἀθηνᾶ οὐδέν θαῦμα ποιέω ὁ ἐπί Ἐριχθόνιος ἐπίσταμαι λόγος | 0 |
| 1.14.6 | 3 | τὸ δὲ ἄγαλμα ὁρῶν τῆς Ἀθηνᾶς γλαυκοὺς ἔχον τοὺς ὀφθαλμοὺς Λιβύων τὸν μῦθον ὄντα εὕρισκον· | Yet, upon seeing that the statue of Athena had grey-blue eyes, I recognized in this the tale told by the Libyans. | ὁ δέ ἄγαλμα ὁράω ὁ Ἀθηνᾶ γλαυκός ἔχω ὁ ὀφθαλμός Λίβυς ὁ μῦθος εἰμί εὑρίσκω | 0 |
| 1.14.6 | 4 | τούτοις γάρ ἐστιν εἰρημένον Ποσειδῶνος καὶ λίμνης Τριτωνίδος θυγατέρα εἶναι καὶ διὰ τοῦτο γλαυκοὺς εἶναι ὥσπερ καὶ τῷ Ποσειδῶνι τοὺς ὀφθαλμούς. | For according to them, Athena is the daughter of Poseidon and Lake Tritonis, and for this reason her eyes, like Poseidon's, are grey-blue. | οὗτος γάρ εἰμί λέγω Ποσειδῶν καί λίμνη Τριτωνίς θυγάτηρ εἰμί καί διά οὗτος γλαυκός εἰμί ὥσπερ καί ὁ Ποσειδῶν ὁ ὀφθαλμός | 0 |
| 1.14.7 | 1 | πλησίον δὲ ἱερόν ἐστιν Ἀφροδίτης Οὐρανίας. | Nearby is a sanctuary of Aphrodite Urania. | πλησίον δέ ἱερόν εἰμί Ἀφροδίτη οὐράνιος | 0 |
| 1.14.7 | 2 | πρώτοις δὲ ἀνθρώπων Ἀσσυρίοις κατέστη σέβεσθαι τὴν Οὐρανίαν, μετὰ δὲ Ἀσσυρίους Κυπρίων Παφίοις καὶ Φοινίκων τοῖς Ἀσκάλωνα ἔχουσιν ἐν τῇ Παλαιστίνῃ, | The Assyrians were the first of mankind to worship Urania; after the Assyrians, the practice passed to the Paphian Cyprians and to the Phoenicians who inhabit Ascalon in Palestine. | πρῶτος δέ ἀνήρ Ἀσσύριος καθίστημι σέβομαι ὁ Οὐρανία μετά δέ Ἀσσύριος Κύπριος Παφίος καί φοῖνιξ ὁ Ἀσκάλων ἔχω ἐν ὁ Παλαιστῖνος | 0 |
| 1.14.7 | 3 | παρὰ δὲ Φοινίκων Κυθήριοι μαθόντες σέβουσιν· | From the Phoenicians, the people of Cythera learned and adopted her worship. | παρά δέ φοῖνιξ Κυθήριος μανθάνω σέβομαι | 0 |
| 1.14.7 | 4 | Ἀθηναίοις δὲ κατεστήσατο Αἰγεύς, αὑτῷ τε οὐκ εἶναι παῖδας νομίζων---οὐ γάρ πω τότε ἦσαν--- καὶ ταῖς ἀδελφαῖς γενέσθαι τὴν συμφορὰν ἐκ μηνίματος τῆς Οὐρανίας. | Among the Athenians, Aegeus established her cult, believing that his lack of offspring—for at that time he had none—and the misfortune which befell his sisters were due to the anger of Urania. | Ἀθηναῖος δέ καθίστημι αἰγεύς ἑαυτοῦ τε οὐ εἰμί παῖς νομίζω οὐ γάρ πω τότε εἰμί καί ὁ ἀδελφή γίγνομαι ὁ συμφορά ἐκ μνήμων ὁ οὐράνιος | 0 |
| 1.14.7 | 5 | τὸ δὲ ἐφʼ ἡμῶν ἔτι ἄγαλμα λίθου Παρίου καὶ ἔργον Φειδίου · | The statue that exists in my day is of Parian marble and is a work by Pheidias. | ὁ δέ ἐπί ἐγώ ἔτι ἄγαλμα λίθος Πάριος καί ἔργον Φειδίας | 0 |
| 1.14.7 | 6 | δῆμος δέ ἐστιν Ἀθηναίοις Ἀθμονέων, οἳ Πορφυρίωνα ἔτι πρότερον Ἀκταίου βασιλεύσαντα τῆς Οὐρανίας φασὶ τὸ παρὰ σφίσιν ἱερὸν ἱδρύσασθαι. | Among the Athenians there is a deme known as Athmonia, whose inhabitants say that Porphyrion, who ruled even before Actaeus, founded the sanctuary of Urania among them. | δῆμος δέ εἰμί Ἀθηναῖος Ἀθμονεύς ὅς Πορφυρίων ἔτι πρότερον Ἀκταῖος βασιλεύω ὁ οὐράνιος φημί ὁ παρά σφεῖς ἱερός ἱδρύω | 0 |
| 1.14.7 | 7 | λέγουσι δὲ ἀνὰ τοὺς δήμους καὶ ἄλλα οὐδὲν ὁμοίως καὶ οἱ τὴν πόλιν ἔχοντες. | Indeed, the traditions recounted in the demes differ considerably from those held by the inhabitants of the city itself. | λέγω δέ ἀνά ὁ δῆμος καί ἄλλος οὐδέν ὁμοίως καί ὁ ὁ πόλις ἔχω | 0 |