Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 1.31

PassageSentenceGreekEnglishLemma FormsMissing
1.31.1 1 δῆμοι δὲ οἱ μικροὶ τῆς Ἀττικῆς, ὡς ἔτυχεν ἕκαστος οἰκισθείς, τάδε ἐς μνήμην παρείχοντο· The small demes of Attica, founded each according to chance, provide the following noteworthy places: δῆμος δέ ὁ μικρός ὁ Ἀττικός ὡς τυγχάνω ἕκαστος οἰκίζω ὅδε εἰς μνήμη παρέχω 0
1.31.1 2 Ἀλιμουσίοις μὲν Θεσμοφόρου Δήμητρος καὶ Κόρης ἐστὶν ἱερόν, ἐν Ζωστῆρι δὲ ἐπὶ θαλάσσης καὶ βωμὸς Ἀθηνᾶς καὶ Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς. the Halimousians have a sanctuary of Demeter Thesmophoros and Kore. ἀλιμούσιος μέν θεσμοφόρος Δημήτηρ καί κόρη εἰμί ἱερόν ἐν ζωστήρ δέ ἐπί θάλασσα καί βωμός Ἀθηνᾶ καί Ἀπόλλων καί Ἄρτεμις καί Λητώ 0
1.31.1 3 τεκεῖν μὲν οὖν Λητὼ τοὺς παῖδας ἐνταῦθα οὔ φασι, λύσασθαι δὲ τὸν ζωστῆρα ὡς τεξομένην, καὶ τῷ χωρίῳ διὰ τοῦτο γενέσθαι τὸ ὄνομα. In Zoster, near the sea, there stands an altar dedicated to Athena, Apollo, Artemis, and Leto. τίκτω μέν οὖν Λητώ ὁ παῖς ἐνταῦθα οὐ φημί λύω δέ ὁ ζωστήρ ὡς τεξόμενος καί ὁ χωρίον διά οὗτος γίγνομαι ὁ ὄνομα 0
1.31.1 4 Προσπαλτίοις δέ ἐστι καὶ τούτοις Κόρης καὶ Δήμητρος ἱερόν, Ἀναγυρασίοις δὲ Μητρὸς θεῶν ἱερόν· They do not say that Leto actually bore her children here, but rather that she loosened her girdle at this spot, preparing herself for childbirth; hence the district received its name. προσπαλτίος δέ εἰμί καί οὗτος κόρη καί Δημήτηρ ἱερόν ἀναγυράσιος δέ μήτηρ θεός ἱερόν 0
1.31.1 5 Κεφαλῆσι δὲ οἱ Διόσκουροι νομίζονται μάλιστα, Μεγάλους γὰρ σφᾶς οἱ ταύτῃ θεοὺς ὀνομάζουσιν. At Prospalta too, there is a temple sacred to Kore and Demeter, and at Anagyrus a sanctuary of the Mother of the Gods. κεφαλῆς δέ ὁ Διόσκουροι νομίζω μάλιστα μέγας γάρ σφεῖς ὁ οὗτος θεός ὀνομάζω 0
1.31.2 1 ἐν δὲ Πρασιεῦσιν Ἀπόλλωνός ἐστι ναός· In Prasiai there is a temple of Apollo. ἐν δέ πρασιεύς Ἀπόλλων εἰμί ναός 0
1.31.2 2 ἐνταῦθα τὰς Ὑπερβορέων ἀπαρχὰς ἰέναι λέγεται, παραδιδόναι δὲ αὐτὰς Ὑπερβορέους μὲν Ἀριμασποῖς, Ἀριμασποὺς δʼ Ἰσσηδόσι, παρὰ δὲ τούτων Σκύθας ἐς Σινώπην κομίζειν, ἐντεῦθεν δὲ φέρεσθαι διὰ Ἑλλήνων ἐς Πρασιάς, Ἀθηναίους δὲ εἶναι τοὺς ἐς Δῆλον ἄγοντας· It is said that the first offerings from the Hyperboreans arrive here. ἐνταῦθα ὁ ὑπερβόρειος ἀπαρχή εἶμι λέγω παραδίδωμι δέ αὐτός ὑπερβόρειος μέν Ἀριμασπός Ἀριμασπός δέ Ἰσσηδός παρά δέ οὗτος Σκύθης εἰς Σινώπη κομίζω ἐντεῦθεν δέ φέρω διά Ἕλλην εἰς πρασιά Ἀθηναῖος δέ εἰμί ὁ εἰς δῆλος ἄγω 0
1.31.2 3 τὰς δὲ ἀπαρχὰς κεκρύφθαι μὲν ἐν καλάμῃ πυρῶν, γινώσκεσθαι δὲ ὑπʼ οὐδένων. The Hyperboreans hand them over first to the Arimaspians, the Arimaspians then pass them to the Issedones, and from them the Scythians carry them on to Sinope; from Sinope they are brought through Greece to Prasiai, and finally the Athenians convey them to Delos. ὁ δέ ἀπαρχή κρύπτω μέν ἐν καλάμη πυρός γιγνώσκω δέ ὑπό οὐδείς 0
1.31.2 4 ἔστι δὲ μνῆμα ἐπὶ Πρασιαῖς Ἐρυσίχθονος, ὡς ἐκομίζετο ὀπίσω μετὰ τὴν θεωρίαν ἐκ Δήλου, γενομένης οἱ κατὰ τὸν πλοῦν τῆς τελευτῆς. These offerings are said to be hidden within stalks of wheat, and thus remain unknown to anyone. εἰμί δέ μνῆμα ἐπί πρασιά Ἐρυσίχθονος ὡς κομίζω ὀπίσω μετά ὁ θεωρία ἐκ δῆλος γίγνομαι ὁ κατά ὁ πλοῦς ὁ τελευτή 0
1.31.3 1 Κραναὸν δὲ τὸν βασιλεύσαντα Ἀθηναίων ὅτι μὲν ἐξέβαλεν Ἀμφικτύων κηδεστὴν ὄντα, ἔτι πρότερον εἴρηταί μοι· I have already related earlier that Cranaus, who ruled over the Athenians, was expelled by Amphictyon, despite being his kinsman by marriage. κραναός δέ ὁ βασιλεύω Ἀθηναῖος ὅτι μέν ἐκβάλλω Ἀμφικτύων κηδεστήρ εἰμί ἔτι πρότερον εἴρω ἐγώ 0
1.31.3 2 φυγόντα δὲ αὐτὸν σὺν τοῖς στασιώταις ἐς τὸν δῆμον τὸν Λαμπτρέα ἀποθανεῖν τε αὐτοῦ καὶ ταφῆναί φασι, καὶ ἔστι καὶ ἐς ἐμὲ καὶ ἐν τοῖς Λαμπτρεῦσι Κραναοῦ μνῆμα. They say that, fleeing with his supporters to the deme Lamptrae, Cranaus there died and was buried, and his tomb remains among the people of Lamptrae even to my days. φεύγω δέ αὐτός σύν ὁ στασιώτης εἰς ὁ δῆμος ὁ λαμπτήρ ἀποθνῄσκω τε αὐτός καί τάπτω φημί καί εἰμί καί εἰς ἐγώ καί ἐν ὁ λαμπτρεύς κραναός μνῆμα 0
1.31.3 3 Ἴωνος δὲ τοῦ Ξούθου ---καὶ γὰρ οὗτος ᾤκησε παρὰ Ἀθηναίοις καὶ Ἀθηναίων ἐπὶ τοῦ πολέμου τοῦ πρὸς Ἐλευσινίους ἐπολεμάρχησε ---τάφος ἐν Ποταμοῖς ἐστι τῆς χώρας. As for Ion, the son of Xuthus—since he too lived among the Athenians and served as their commander in the war against the Eleusinians—his tomb is located in the region belonging to the deme of Potamoi. Ἴων δέ ὁ Ξούθος καί γάρ οὗτος οἰκέω παρά Ἀθηναῖος καί Ἀθηναῖος ἐπί ὁ πόλεμος ὁ πρός Ἐλευσινίος πολεμάρχω τάφος ἐν ποταμός εἰμί ὁ χώρα 0
1.31.4 1 ταῦτα μὲν δὴ οὕτω λέγεται, Φλυεῦσι δέ εἰσι καὶ Μυρρινουσίοις τοῖς μὲν Ἀπόλλωνος Διονυσοδότου καὶ Ἀρτέμιδος Σελασφόρου βωμοὶ Διονύσου τε Ἀνθίου καὶ νυμφῶν Ἰσμηνίδων καὶ Γῆς, ἣν Μεγάλην θεὸν ὀνομάζουσι· Such then are the accounts thus related. οὗτος μέν δή οὕτως λέγω φλυαρέω δέ εἰμί καί μυρρινουσίος ὁ μέν Ἀπόλλων Διονυσόδοτος καί Ἄρτεμις σελασφόρος βωμός Διόνυσος τε ἄνθιος καί νύμφη Ἰσμηνίς καί γῆ ὅς μέγας θεός ὀνομάζω 0
1.31.4 2 ναὸς δὲ ἕτερος ἔχει βωμοὺς Δήμητρος Ἀνησιδώρας καὶ Διὸς Κτησίου καὶ Τιθρωνῆς Ἀθηνᾶς καὶ Κόρης Πρωτογόνης καὶ Σεμνῶν ὀνομαζομένων θεῶν· Among the Phlyans there are altars dedicated to Apollo Dionysodotes and Artemis Selasphoros, and to Dionysus Anthios, and to the Ismenian Nymphs, and to Earth, whom they call the Great Goddess. ναός δέ ἕτερος ἔχω βωμός Δημήτηρ ἀνησιδώρα καί Ζεύς κτήσιος καί τιθρωνής Ἀθηνᾶ καί κόρη Πρωτογόνης καί σεμνός ὀνομάζω θεός 0
1.31.4 3 τὸ δὲ ἐν Μυρρινοῦντι ξόανόν ἐστι Κολαινίδος. Another temple contains altars of Demeter Anesidora, Zeus Ktesios, Athena Tithrone, Kore Protogene, and the goddesses known as the Semnai. ὁ δέ ἐν μυρρινοῦς ξόανον εἰμί Κολαινίς 0
1.31.4 4 Ἀθμονεῖς δὲ τιμῶσιν Ἀμαρυσίαν Ἄρτεμιν· At Myrrhinous there is a wooden cult-statue of Kolainis. Ἀθμονεύς δέ τιμάω Ἀμαρυσία Ἄρτεμις 0
1.31.5 1 πυνθανόμενος δὲ σαφὲς οὐδὲν ἐς αὐτὰς ἐπισταμένους τοὺς ἐξηγητὰς εὗρον, αὐτὸς δὲ συμβάλλομαι τῇδε. When I inquired about them, I found that the guides could offer no definite information at all, but I make the following conjecture. πυνθάνομαι δέ σαφής οὐδέν εἰς αὐτός ἐπίσταμαι ὁ ἐξηγητής εὑρίσκω αὐτός δέ συμβάλλομαι τῇδε 0
1.31.5 2 ἔστιν Ἀμάρυνθος ἐν Εὐβοίᾳ· καὶ γὰρ οἱ ταύτῃ τιμῶσιν Ἀμαρυσίαν, ἑορτὴν δὲ καὶ Ἀθηναῖοι τῆς Ἀμαρυσίας ἄγουσιν οὐδέν τι Εὐβοέων ἀφανέστερον· There is a place called Amarynthos in Euboea; indeed, the inhabitants there honor Amarysia, and the Athenians also celebrate the festival of Amarysia no less prominently than the Euboeans. εἰμί Μάραθος ἐν Εὔβοια καί γάρ ὁ οὗτος τιμάω Ἀμαρυσία ἑορτή δέ καί Ἀθηναῖος ὁ Ἀμαρυσία ἄγω οὐδείς τις εὐβοεύς ἀφανής 0
1.31.5 3 ταύτῃ μὲν γενέσθαι τὸ ὄνομα ἐπὶ τούτῳ παρὰ Ἀθμονεῦσιν ἡγοῦμαι, τὴν δὲ ἐν Μυρρινοῦντι Κολαινίδα ἀπὸ Κολαίνου καλεῖσθαι. I suppose, therefore, that among the Athmonians the place-name arose from this, but that the site in Myrrhinous called Kolainis is named after Kolainos. οὗτος μέν γίγνομαι ὁ ὄνομα ἐπί οὗτος παρά Ἀθμονεύς ἡγέομαι ὁ δέ ἐν μυρρινοῦς Κολαινίς ἀπό Κολαῖνος καλέω 0
1.31.5 4 γέγραπται δʼ ἤδη μοι τῶν ἐν τοῖς δήμοις φάναι πολλοὺς ὡς καὶ πρὸ τῆς ἀρχῆς ἐβασιλεύοντο τῆς Κέκροπος· ἔστι δὲ ὁ Κόλαινος ἀνδρὸς ὄνομα πρότερον ἢ Κέκροψ ἐβασίλευσεν ---ὡς οἱ Μυρρινούσιοι λέγουσιν---ἄρξαντος. I have already stated in my account of the demes that many assert there were rulers even before the reign of Cecrops; and Kolainos—according to the people of Myrrhinous—was the name of a man who ruled before Cecrops began his kingship. γράφω δέ ἤδη ἐγώ ὁ ἐν ὁ δῆμος φημί πολύς ὡς καί πρό ὁ ἀρχή βασιλεύω ὁ Κέκροψ εἰμί δέ ὁ κόλαινος ἀνήρ ὄνομα πρότερον ἤ Κέκροψ βασιλεύω ὡς ὁ μυρρινούσιος λέγω ἄρχω 0
1.31.6 1 ἔστι δὲ Ἀχαρναὶ δῆμος· There is a deme called Acharnai. εἰμί δέ Ἀχαρναί δῆμος 0
1.31.6 2 οὗτοι θεῶν Ἀπόλλωνα τιμῶσιν Ἀγυιέα καὶ Ἡρακλέα. These people honor among the gods Apollo Agyieus and Heracles. οὗτος θεός Ἀπόλλων τιμάω ἀγυιεύς καί Ἡρακλῆς 0
1.31.6 3 καὶ Ἀθηνᾶς βωμός ἐστιν Ὑγείας· There is also an altar of Athena Hygieia. καί Ἀθηνᾶ βωμός εἰμί ὑγεία 0
1.31.6 4 τὴν δʼ Ἱππίαν Ἀθηνᾶν ὀνομάζουσι καὶ Διόνυσον Μελπόμενον καὶ Κισσὸν τὸν αὐτὸν θεόν, τὸν κισσὸν τὸ φυτὸν ἐνταῦθα πρῶτον φανῆναι λέγοντες. And they call Athena by the name Hippia, and honor Dionysus with the titles Melpomenos ("the singer") and Kissos ("ivy"), asserting that the ivy plant first appeared there. ὁ δέ ἱππία Ἀθηνᾶ ὀνομάζω καί Διόνυσος μέλπομαι καί κισσός ὁ αὐτός θεός ὁ κισσός ὁ φυτόν ἐνταῦθα πρῶτος φαίνω λέγω 0