Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 1.38

PassageSentenceGreekEnglishLemma FormsMissing
1.38.1 1 οἱ δὲ Ῥειτοὶ καλούμενοι ῥεῦμα μόνον παρέχονται ποταμῶν, ἐπεὶ τό γε ὕδωρ θάλασσά ἐστί σφισι· The streams called Rheitoi provide only a current of rivers, since their water is actually seawater. ὁ δέ ῥυτός καλέω ῥεῦμα μόνος παρέχομαι ποταμός ἐπεί ὁ γε ὕδωρ θάλασσα εἰμί σφεῖς 0
1.38.1 2 πείθοιτο δὲ ἄν τις καὶ ὡς ἀπὸ τοῦ Χαλκιδέων Εὐρίπου ῥέουσιν ὑπὸ τῆς γῆς ἐς θάλασσαν κοιλοτέραν ἐμπίπτοντες. Indeed, one might be persuaded also that they flow underground from the Euripus channel at Chalkis, emptying into a deeper sea. πείθω δέ ἄν τις καί ὡς ἀπό ὁ Χαλκιδεύς εὔριπος ῥέω ὑπό ὁ γῆ εἰς θάλασσα κοιλός ἐμπίπτω 0
1.38.1 3 λέγονται δὲ οἱ Ῥειτοὶ Κόρης ἱεροὶ καὶ Δήμητρος εἶναι, καὶ τοὺς ἰχθῦς ἐξ αὐτῶν τοῖς ἱερεῦσιν ἔστιν αἱρεῖν μόνοις. The Rheitoi are said to be sacred to Kore and Demeter, and only the priests are permitted to catch the fish from them. λέγω δέ ὁ ῥυτός κόρη ἱερός καί Δημήτηρ εἰμί καί ὁ ἰχθύς ἐκ αὐτός ὁ ἱερεύς εἰμί αἱρέω μόνος 0
1.38.1 4 οὗτοι τὸ ἀρχαῖον, ὡς ἐγὼ πυνθάνομαι, πρὸς Ἀθηναίους τοὺς ἄλλους ὅροι τῆς γῆς Ἐλευσινίοις ἦσαν, καὶ διαβᾶσι τοὺς Ῥειτοὺς πρῶτος ᾤκει As I learn, these Rheitoi streams, in ancient times, formed the boundary between the territory of Eleusis and the rest of Athens, and the first settlement beyond the Rheitoi was inhabited... οὗτος ὁ ἀρχαῖος ὡς ἐγώ πυνθάνομαι πρός Ἀθηναῖος ὁ ἄλλος ὅρος ὁ γῆ Ἐλευσινίοι εἰμί καί διαβαίνω ὁ ῥειτός πρῶτος οἰκέω 0
1.38.2 1 Κρόκων, ἔνθα καὶ νῦν ἔτι βασίλεια καλεῖται Κρόκωνος. Krokon, where even now the place of Krokon is still called the King's House. κρόκος ἔνθα καί νῦν ἔτι βασίλειον καλέω Κρόκων 0
1.38.2 2 τοῦτον Ἀθηναῖοι τὸν Κρόκωνα Κελεοῦ θυγατρί συνοικῆσαι Σαισάρᾳ λέγουσι· λέγουσι δὲ οὐ πάντες, ἀλλʼ ὅσοι τοῦ δήμου τοῦ Σκαμβωνιδῶν εἰσιν· The Athenians say that this Krokon married Saisara, daughter of Celeus; however, not all Athenians say this, only those belonging to the deme of Skambonidae. οὗτος Ἀθηναῖος ὁ κρόκων κέλης θυγάτηρ συνοικέω σαίσᾱρα λέγω λέγω δέ οὐ πᾶς ἀλλά ὅσος ὁ δῆμος ὁ Σκαμβωνίδης εἰμί 0
1.38.2 3 ἐγὼ δὲ Κρόκωνος μὲν ἀνευρεῖν τάφον οὐχ οἷός τε ἐγενόμην, τὸ δὲ Εὐμόλπου μνῆμα κατὰ ταὐτὰ Ἐλευσινίοις ἀπέφαινον καὶ Ἀθηναῖοι. I myself was unable to find the tomb of Krokon, but the tomb of Eumolpus was pointed out as identical by both the Eleusinians and the Athenians. ἐγώ δέ Κρόκων μέν ἀνευρίσκω τάφος οὐ οἷος τε γίγνομαι ὁ δέ Εὔμολπος μνῆμα κατά αὐτός Ἐλευσινίοι ἀποφαίνω καί Ἀθηναῖος 0
1.38.2 4 τοῦτον τὸν Εὔμολπον ἀφικέσθαι λέγουσιν ἐκ Θρᾴκης Ποσειδῶνος παῖδα ὄντα καὶ Χιόνης· τὴν δὲ Χιόνην Βορέου θυγατέρα τοῦ ἀνέμου καὶ Ὠρειθυίας φασὶν εἶναι. They say that this Eumolpus came from Thrace and was the son of Poseidon and Chione; and Chione, according to them, was the daughter of the wind-god Boreas and Oreithyia. οὗτος ὁ Εὔμολπος ἀφικνέομαι λέγω ἐκ Θρᾴκη Ποσειδῶν παῖς εἰμί καί χιών ὁ δέ χιών Βορέας θυγάτηρ ὁ ἄνεμος καί Ὠρειθυῖα φημί εἰμί 0
1.38.2 5 Ὁμήρῳ δὲ ἐς μὲν τὸ γένος ἐστὶν οὐδὲν αὐτοῦ πεποιημένον, ἐπονομάζει δὲ ἀγήνορα ἐν τοῖς ἔπεσι τὸν Εὔμολπον. Homer did not compose anything concerning his genealogy, but in his verses he does call Eumolpus "lordly." Ὅμηρος δέ εἰς μέν ὁ γένος εἰμί οὐδέν αὐτός ποιέω ἐπονομάζω δέ ἀγήνωρ ἐν ὁ ἔπος ὁ Εὔμολπος 0
1.38.3 1 γενομένης δὲ Ἐλευσινίοις μάχης πρὸς Ἀθηναίους ἀπέθανε μὲν Ἐρεχθεὺς Ἀθηναίων βασιλεύς, ἀπέθανε δὲ Ἰμμάραδος Εὐμόλπου· When the Eleusinians engaged in battle with the Athenians, Erechtheus, king of the Athenians, was slain, and Immaradus, son of Eumolpus, also fell. γίγνομαι δέ Ἐλευσινίοι μάχη πρός Ἀθηναῖος ἀποθνῄσκω μέν Ἐρεχθεύς Ἀθηναῖος βασιλεύς ἀποθνῄσκω δέ Ἴμμαραδος Εὔμολπος 0
1.38.3 2 καταλύονται δὲ ἐπὶ τοῖσδε τὸν πόλεμον, ὡς Ἐλευσινίους ἐς τὰ ἄλλα Ἀθηναίων κατηκόους ὄντας ἰδίᾳ τελεῖν τὴν τελετήν. Following these events they made peace under conditions whereby the Eleusinians, while in all other matters subject to Athens, would celebrate their mysteries independently. καταλύω δέ ἐπί ὅδε ὁ πόλεμος ὡς Ἐλευσινίος εἰς ὁ ἄλλος Ἀθηναῖος κατήκοος εἰμί ἰδίᾳ τελέω ὁ τελετή 0
1.38.3 3 τὰ δὲ ἱερὰ τοῖν θεοῖν Εὔμολπος καὶ αἱ θυγατέρες δρῶσιν αἱ Κελεοῦ, καλοῦσι δὲ σφᾶς Πάμφως τε κατὰ ταὐτὰ καὶ Ὅμηρος Διογένειαν καὶ Παμμερόπην καὶ τρίτην Σαισάραν· Concerning the sacred rites of the two goddesses, these were conducted by Eumolpus and the daughters of Celeus, whom both Pamphos and Homer alike call Diogeneia, Pammerope, and the third, Saisara. ὁ δέ ἱερός ὁ θεός Εὔμολπος καί ὁ θυγάτηρ δράω ὁ κέλης καλέω δέ σφεῖς πάμφως τε κατά αὐτός καί Ὅμηρος Διογένεια καί παμμερόπης καί τρίτος σαίσᾱρα 0
1.38.3 4 τελευτήσαντος δὲ Εὐμόλπου Κήρυξ νεώτερος λείπεται τῶν παίδων, ὃν αὐτοὶ Κήρυκες θυγατρὸς Κέκροπος Ἀγλαύρου καὶ Ἑρμοῦ παῖδα εἶναι λέγουσιν, ἀλλʼ οὐκ Εὐμόλπου. After the death of Eumolpus, his youngest son, Ceryx, was left behind, though the Ceryces themselves assert that he was not a son of Eumolpus but rather the child of Hermes and Aglauros, daughter of Cecrops. τελευτάω δέ Εὔμολπος κήρυξ νεώτερος λείπω ὁ παῖς ὅς αὐτός κήρυξ θυγάτηρ Κέκροψ Ἀγλαύρος καί Ἑρμῆς παῖς εἰμί λέγω ἀλλά οὐ Εὔμολπος 0
1.38.4 1 ἔστι δὲ Ἱπποθόωντος ἡρῷον, ἀφʼ οὗ τὴν φυλὴν ὀνομάζουσι, καὶ πλησίον Ζάρηκος. There is also a hero-shrine of Hippothoön, from whom the tribe takes its name, and beside it one of Zarex. εἰμί δέ Ἱπποθόων ἡρῷον ἀπό ὅς ὁ φυλή ὀνομάζω καί πλησίον ζάραξ 0
1.38.4 2 τοῦτον μαθεῖν παρὰ Ἀπόλλωνι μουσικήν φασιν, ἐγὼ δὲ ξένον μὲν ἀφικόμενον ἐς τὴν γῆν Λακεδαιμόνιόν τε εἶναι δοκῶ καὶ Ζάρακα ἐν τῇ Λακωνικῇ πόλιν ἀπὸ τούτου πρὸς θαλάσσῃ καλεῖσθαι· They say that he learned music from Apollo, but I myself am inclined to think that he was a foreigner who came to this land, and was originally a Laconian, and that the town called Zarex by the sea in Laconia was named after him. οὗτος μανθάνω παρά Ἀπόλλων μουσική φημί ἐγώ δέ ξένος μέν ἀφικνέομαι εἰς ὁ γῆ Λακεδαιμόνιος τε εἰμί δοκέω καί ζάραξ ἐν ὁ Λακωνικός πόλις ἀπό οὗτος πρός θάλασσα καλέω 0
1.38.4 3 εἰ δέ τις Ζάρηξ ἐπιχώριος Ἀθηναίοις ἥρως, οὐδὲν ἐς αὐτὸν ἔχω λέγειν. However, if there is any native Attic hero named Zarex, I have nothing to say concerning him. εἰ δέ τις ζάρηξ ἐπιχώριος Ἀθηναῖος ἥρως οὐδέν εἰς αὐτός ἔχω λέγω 0
1.38.5 1 ῥεῖ δὲ Κηφισὸς πρὸς Ἐλευσῖνι βιαιότερον παρεχόμενος τοῦ προτέρου ῥεῦμα· καὶ παρʼ αὐτῷ καλοῦσιν Ἐρινεόν, λέγοντες τὸν Πλούτωνα ὅτε ἥρπασε τὴν Κόρην καταβῆναι ταύτῃ. Near Eleusis the Cephisus river flows with a stronger current than before, and beside it they have a place called Erineos, for they say that here Pluto descended when he carried off the Maiden. ῥέω δέ Κηφισός πρός Ἐλευσίς βιαιότερος παρέχομαι ὁ πρότερος ῥεῦμα καί παρά αὐτός καλέω ἐρινεός λέγω ὁ πλούτων ὅτε ἁρπάζω ὁ κόρη καταβαίνω οὗτος 0
1.38.5 2 πρὸς τούτῳ τῷ Κηφισῷ λῃστὴν Πολυπήμονα ὄνομα, Προκρούστην δὲ ἐπίκλησιν, Θησεὺς ἀπέκτεινεν. Near this Cephisus Theseus slew a robber named Polypemon, known also by the surname Prokrustes. πρός οὗτος ὁ Κηφισός ληστής πολυπήμων ὄνομα Προκρούστης δέ ἐπίκλησις Θησεύς ἀποκτείνω 0
1.38.6 1 Ἐλευσινίοις δὲ ἔστι μὲν Τριπτολέμου ναός, ἔστι δὲ Προπυλαίας Ἀρτέμιδος καὶ Ποσειδῶνος Πατρός, φρέαρ τε καλούμενον Καλλίχορον, ἔνθα πρῶτον Ἐλευσινίων αἱ γυναῖκες χορὸν ἔστησαν καὶ ᾖσαν ἐς τὴν θεόν. The Eleusinians have a temple of Triptolemus, as well as temples of Artemis Propylaia and Poseidon Patēr, and a well called Kallichoron ("Beautiful Dancing"), where the women of Eleusis first gathered in a dance and sang hymns to the goddess. Ἐλευσινίοι δέ εἰμί μέν Τριπτόλεμος ναός εἰμί δέ προπύλαια Ἄρτεμις καί Ποσειδῶν πατήρ φρέαρ τε καλέω καλλίχορος ἔνθα πρῶτος ἐλευσίνιος ὁ γυνή χορός ἵστημι καί εἰμί εἰς ὁ θεός 0
1.38.6 2 τὸ δὲ πεδίον τὸ Ῥάριον σπαρῆναι πρῶτον λέγουσι καὶ πρῶτον αὐξῆσαι καρπούς, καὶ διὰ τοῦτο οὐλαῖς ἐξ αὐτοῦ χρῆσθαί σφισι καὶ ποιεῖσθαι πέμματα ἐς τὰς θυσίας καθέστηκεν. They say that the Rharian plain was the first land ever sown and that it first produced crops, and for this reason it has become customary for them to use barley from this plain and to make cakes from it for their sacrifices. ὁ δέ πεδίον ὁ ῥάριον σπαρῆναι πρῶτος λέγω καί πρῶτος αὐξάνω καρπός καί διά οὗτος οὐλή ἐκ αὐτός χράομαι σφεῖς καί ποιέω πέμμα εἰς ὁ θυσία καθίστημι 0
1.38.6 3 ἐνταῦθα ἅλως καλουμένη Τριπτολέμου καὶ βωμὸς δείκνυται· Here is shown the threshing-floor called the Haloa of Triptolemus and his altar. ἐνταῦθα ἅλως καλέω Τριπτόλεμος καί βωμός δείκνυμι 0
1.38.7 1 τὰ δὲ ἐντὸς τοῦ τείχους τοῦ ἱεροῦ τό τε ὄνειρον ἀπεῖπε γράφειν, καὶ τοῖς οὐ τελεσθεῖσιν, ὁπόσων θέας εἴργονται, δῆλα δήπου μηδὲ πυθέσθαι μετεῖναί σφισιν. Concerning what lies within the wall of the sanctuary, a dream forbade me to write of it, and certainly those who are not initiated are forbidden from seeing many things there; clearly, then, it is not permitted for them even to hear about these things. ὁ δέ ἐντός ὁ τεῖχος ὁ ἱερόν ὁ τε ὄνειρον ἀπείπον γράφω καί ὁ οὐ τελέω ὁπόσος θέα εἴργομαι δῆλος δήπου μηδέ πυνθάνομαι μετίημι σφεῖς 0
1.38.7 2 Ἐλευσῖνα δὲ ἥρωα, ἀφʼ οὗ τὴν πόλιν ὀνομάζουσιν, οἱ μὲν Ἑρμοῦ παῖδα εἶναι καὶ Δαείρας Ὠκεανοῦ θυγατρὸς λέγουσι, τοῖς δέ ἐστι πεποιημένα Ὤγυγον εἶναι πατέρα Ἐλευσῖνι· Regarding Eleusis, the hero from whom the city derives its name, some say he was the son of Hermes and Daeira, a daughter of Oceanus; according to others, it has been invented that Ogygus was the father of Eleusis. Ἐλευσίς δέ ἥρως ἀπό ὅς ὁ πόλις ὀνομάζω ὁ μέν Ἑρμῆς παῖς εἰμί καί δάειρας Ὠκεανός θυγάτηρ λέγω ὁ δέ εἰμί ποιέω ὀγύγιος εἰμί πατήρ Ἐλευσίς 0
1.38.7 3 οἱ γὰρ ἀρχαῖοι τῶν λόγων ἅτε οὐ προσόντων σφίσιν ἐπῶν ἄλλα τε πλάσασθαι δεδώκασι καὶ μάλιστα ἐς τὰ γένη τῶν ἡρώων. For the ancients, lacking poetic accounts, permitted themselves liberty in fashioning various stories, particularly concerning the lineage of heroes. ὁ γάρ ἀρχαῖος ὁ λόγος ἅτε οὐ πρόσειμι σφεῖς ἔπος ἄλλος τε πλάζω δίδωμι καί μάλιστα εἰς ὁ γίγνομαι ὁ ἥρως 0
1.38.8 1 ἐκ δὲ Ἐλευσῖνος τραπομένοις ἐπὶ Βοιωτῶν, ἐστὶν ὅμορος Ἀθηναίοις ἡ Πλαταιίς. After leaving Eleusis and turning towards the land of the Boeotians, Plataean territory borders the Athenians. ἐκ δέ Ἐλευσίς τρέπομαι ἐπί Βοιωτός εἰμί ὅμορος Ἀθηναῖος ὁ Πλάταιαι 0
1.38.8 2 πρότερον μὲν γὰρ Ἐλευθερεῦσιν ὅροι πρὸς τὴν Ἀττικὴν ἦσαν· προσχωρησάντων δὲ Ἀθηναίοις τούτων, οὕτως ἤδη Βοιωτίας ὁ Κιθαιρών ἐστιν ὅρος. For previously the boundaries of Attica lay next to the Eleutherians; but after these people became allies of the Athenians, Mount Cithaeron came to mark the boundary with Boeotia. πρότερον μέν γάρ ἐλευθερεύς ὅρος πρός ὁ Ἀττικός εἰμί προσχωρέω δέ Ἀθηναῖος οὗτος οὕτως ἤδη Βοιωτία ὁ Κιθαιρών εἰμί ὅρος 0
1.38.8 3 προσεχώρησαν δὲ Ἐλευθερεῖς οὐ πολέμῳ βιασθέντες, ἀλλὰ πολιτείας τε ἐπιθυμήσαντες παρὰ Ἀθηναίων καὶ κατʼ ἔχθος τὸ Θηβαίων. The Eleutherians joined the Athenians not through compulsion of war, but because they desired Athenian citizenship and felt hatred toward the Thebans. προσχωρέω δέ ἐλευθερεύς οὐ πόλεμος βιάζω ἀλλά πολιτεία τε ἐπιθυμέω παρά Ἀθηναῖος καί κατά ἔχθος ὁ Θηβαῖος 0
1.38.8 4 ἐν τούτῳ τῷ πεδίῳ ναός ἐστι Διονύσου, καὶ τὸ ξόανον ἐντεῦθεν Ἀθηναίοις ἐκομίσθη τὸ ἀρχαῖον· τὸ δὲ ἐν Ἐλευθεραῖς τὸ ἐφʼ ἡμῶν ἐς μίμησιν ἐκείνου πεποίηται. In this plain there is a temple of Dionysus, and it was from here that the ancient wooden image of the god was carried away to Athens; the statue which exists in Eleutherae in our time is an imitation of that original. ἐν οὗτος ὁ πεδίον ναός εἰμί Διόνυσος καί ὁ ξόανον ἐντεῦθεν Ἀθηναῖος κομίζω ὁ ἀρχαῖος ὁ δέ ἐν ἐλεύθερος ὁ ἐπί ἐγώ εἰς μίμησις ἐκεῖνος ποιέω 0
1.38.9 1 ἀπωτέρω δὲ ὀλίγον σπήλαιόν ἐστιν οὐ μέγα, καὶ παρʼ αὐτὸ ὕδατος πηγὴ ψυχροῦ· A little further on there is a cave, not large, and beside it a spring of cold water. ἀπωτέρω δέ ὀλίγος σπήλαιον εἰμί οὐ μέγας καί παρά αὐτός ὕδωρ πηγή ψυχρός 0
1.38.9 2 λέγεται δὲ ἐς μὲν τὸ σπήλαιον ὡς Ἀντιόπη τεκοῦσα κατάθοιτο ἐς αὐτὸ τοὺς παῖδας, περὶ δὲ τῆς πηγῆς τὸν ποιμένα εὑρόντα τοὺς παῖδας ἐνταῦθα σφᾶς λοῦσαι πρῶτον ἀπολύσαντα τῶν σπαργάνων. It is said that Antiope, when she had given birth, placed her children in this cave, and that at the spring the shepherd, having found the infants, first washed them after releasing them from their swaddling clothes. λέγω δέ εἰς μέν ὁ σπήλαιον ὡς Ἀντιόπη τίκτω κατατίθημι εἰς αὐτός ὁ παῖς περί δέ ὁ πηγή ὁ ποιμήν εὑρίσκω ὁ παῖς ἐνταῦθα σφεῖς λούω πρῶτος ἀπολύω ὁ σπαργάνω 0
1.38.9 3 Ἐλευθερῶν δὲ ἦν μὲν ἔτι τοῦ τείχους, ἦν δὲ καὶ οἰκιῶν ἐρείπια· As for Eleutherae, some of the city wall still remains, as well as ruins of houses. ἐλεύθερος δέ εἰμί μέν ἔτι ὁ τεῖχος εἰμί δέ καί οἰκία ἐρείπιον 0
1.38.9 4 δήλη δὲ τούτοις ἐστὶ πόλις ὀλίγον ὑπὲρ τοῦ πεδίου πρὸς τῷ Κιθαιρῶνι οἰκισθεῖσα. From these it is clear that this city was built slightly above the plain, towards Mount Cithaeron. δῆλος δέ οὗτος εἰμί πόλις ὀλίγος ὑπέρ ὁ πεδίον πρός ὁ Κιθαιρών οἰκίζω 0