Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 1.39

PassageSentenceGreekEnglishLemma FormsMissing
1.39.1 1 ἑτέρα δὲ ὁδὸς ἐξ Ἐλευσῖνος πρὸς Μέγαρα ἄγει· Another road leads from Eleusis toward Megara. ἕτερος δέ ὁδός ἐκ Ἐλευσίς πρός Μέγαρα ἄγω 0
1.39.1 2 ταύτην ἐρχομένοις τὴν ὁδὸν φρέαρ ἐστὶν Ἄνθιον καλούμενον. As one follows this road there is a well called Anthion. οὗτος ἔρχομαι ὁ ὁδός φρέαρ εἰμί ἄνθιον καλέω 0
1.39.1 3 ἐποίησε δὲ Πάμφως ἐπὶ τούτῳ τῷ φρέατι καθῆσθαι Δήμητρα μετὰ τὴν ἁρπαγὴν τῆς παιδὸς γραῒ εἰκασμένην· Pamphos recorded that by this well Demeter sat, after her daughter's abduction, disguised in the form of an old woman. ποιέω δέ πάμφως ἐπί οὗτος ὁ φρέαρ κάθημαι Δήμητρα μετά ὁ ἁρπαγή ὁ παῖς γραῦς εἰκάζω 0
1.39.1 4 ἐντεῦθεν δὲ αὐτὴν ἅτε γυναῖκα Ἀργείαν ὑπὸ τῶν θυγατέρων τῶν Κελεοῦ κομισθῆναι παρὰ τὴν μητέρα καί οἱ τὴν Μετάνειραν οὕτω πιστεῦσαι τοῦ παιδὸς τὴν ἀνατροφήν. It was from this place, he says, that the daughters of Celeus brought her as though she were an Argive woman to their mother, and thus persuaded Metaneira to entrust to her the rearing of her child. ἐντεῦθεν δέ αὐτός ἅτε γυνή Ἀργεῖος ὑπό ὁ θυγάτηρ ὁ κέλης κομίζω παρά ὁ μήτηρ καί ὁ ὁ Μετανειρά οὕτως πιστεύω ὁ παῖς ὁ ἀνατροφή 0
1.39.2 1 ὀλίγῳ δὲ ἀπωτέρω τοῦ φρέατος ἱερὸν Μετανείρας ἐστὶ καὶ μετʼ αὐτὸ τάφοι τῶν ἐπὶ Θήβας. A short distance away from the well is a sanctuary of Metaneira, and beyond it are the tombs of those who marched against Thebes. ὀλίγος δέ ἀπωτέρω ὁ φρέαρ ἱερός μετανείρω εἰμί καί μετά αὐτός τάφος ὁ ἐπί Θῆβαι 0
1.39.2 2 Κρέων γάρ, ὃς ἐδυνάστευε τότε ἐν Θήβαις Λαοδάμαντα ἐπιτροπεύων τὸν Ἐτεοκλέους, οὐ παρῆκε τοῖς προσήκουσιν ἀνελομένοις θάψαι· For Creon, who at that time ruled in Thebes as guardian for Laodamas, the son of Eteocles, did not allow their relatives to recover the bodies and bury them. κρέων γάρ ὅς δυναστεύω τότε ἐν Θῆβαι λαοδάμας ἐπιτροπεύω ὁ Τεοκλῆς οὐ παρήκω ὁ προσήκω ἀναιρέω θάπτω 0
1.39.2 3 ἱκετεύσαντος δὲ Ἀδράστου Θησέα καὶ μάχης Ἀθηναίων γενομένης πρὸς Βοιωτούς, Θησεὺς ὡς ἐκράτησε τῇ μάχῃ κομίσας ἐς τὴν Ἐλευσινίαν τοὺς νεκροὺς ἐνταῦθα ἔθαψε. When Adrastus entreated Theseus for help, a battle took place between Athenians and Boeotians; after winning this battle, Theseus brought the bodies to Eleusis and buried them there. ἱκετεύω δέ Ἄδραστος Θησεύς καί μάχη Ἀθηναῖος γίγνομαι πρός Βοιωτός Θησεύς ὡς κρατέω ὁ μάχη κομίζω εἰς ὁ ἐλευσινία ὁ νεκρός ἐνταῦθα θάπτω 0
1.39.2 4 Θηβαῖοι δὲ τὴν ἀναίρεσιν τῶν νεκρῶν λέγουσιν ἐθελονταὶ δοῦναι καὶ συνάψαι μάχην οὔ φασι. The Thebans, however, say that they willingly allowed the retrieval of the bodies and deny that any battle was fought. Θηβαῖος δέ ὁ ἀναίρεσις ὁ νεκρός λέγω ἐθελοντής δίδωμι καί συνάπτω μάχη οὐ φημί 0
1.39.3 1 μετὰ δὲ τῶν Ἀργείων τοὺς τάφους ἐστὶν Ἀλόπης μνῆμα, ἣν τεκοῦσαν Ἱπποθόωντα ἐκ Ποσειδῶνος ἀποθανεῖν ἐνταῦθά φασιν ὑπὸ τοῦ πατρὸς Κερκυόνος. After the tombs of the Argives is the memorial of Alope, who, it is said, bore Hippothoon to Poseidon, and died there at the hands of her father Cercyon. μετά δέ ὁ Ἀργεῖος ὁ τάφος εἰμί Ἄλοψ μνῆμα ὅς τίκτω Ἱπποθόων ἐκ Ποσειδῶν ἀποθνῄσκω ἐνταῦθα φημί ὑπό ὁ πατήρ Κέρκυψ 0
1.39.3 2 εἶναι δὲ ὁ Κερκυὼν λέγεται καὶ τὰ ἄλλα ἄδικος ἐς τοὺς ξένους καὶ παλαίειν οὐ βουλομένοις· Cercyon is said also in other ways to have been unjust toward strangers, compelling them to wrestle even if they did not wish it. εἰμί δέ ὁ Κέρκυον λέγω καί ὁ ἄλλος ἄδικος εἰς ὁ ξένος καί παλαίω οὐ βούλομαι 0
1.39.3 3 καὶ ὁ τόπος οὗτος παλαίστρα καὶ ἐς ἐμὲ ἐκαλεῖτο Κερκυόνος, ὀλίγον τοῦ τάφου τῆς Ἀλόπης ἀπέχων. Thus, this place was called even in my time the wrestling-ground of Cercyon, which lies not far from Alope's tomb. καί ὁ τόπος οὗτος παλαίστρα καί εἰς ἐγώ καλέω Κέρκυψ ὀλίγος ὁ τάφος ὁ Ἄλοψ ἔχω 0
1.39.3 4 λέγεται δὲ ὁ Κερκυὼν τοὺς καταστάντας ἐς πάλην διαφθεῖραι πλὴν Θησέως, Θησεὺς δὲ κατεπάλαισεν αὐτὸν σοφίᾳ τὸ πλέον· It is said that Cercyon killed those who entered the wrestling-match with him, except Theseus, who overcame him chiefly by skill. λέγω δέ ὁ Κέρκυον ὁ καθίστημι εἰς πάλη διαφθείρω πλήν Θησεύς Θησεύς δέ καταπαλαίω αὐτός σοφία ὁ πλέον 0
1.39.3 5 παλαιστικὴν γὰρ τέχνην εὗρε Θησεὺς πρῶτος καὶ πάλης κατέστη ὕστερον ἀπʼ ἐκείνου διδασκαλία· πρότερον δὲ ἐχρῶντο μεγέθει μόνον καὶ ῥώμῃ πρὸς τὰς πάλας. Indeed, Theseus was the first to discover the art of wrestling, and from him arose afterward the teaching of wrestling; previously, men relied only upon their size and strength in contests. παλαιστικός γάρ τέχνη εὑρίσκω Θησεύς πρῶτος καί πάλη καθίστημι ὕστερον ἀπό ἐκεῖνος διδασκαλία πρότερον δέ χράομαι μέγεθος μόνος καί ῥώμη πρός ὁ πάλα 0
1.39.3 6 τοσαῦτα κατὰ γνώμην τὴν ἐμὴν Ἀθηναίοις γνωριμώτατα ἦν ἔν τε λόγοις καὶ θεωρήμασιν. These things, in my judgment, were very well known to the Athenians, both through reports and their own observations. τοσοῦτος κατά γνώμη ὁ ἐμός Ἀθηναῖος γνωριμώτατος εἰμί εἰμί τε λόγος καί θεώρημα 0
1.39.3 7 ἀπέκρινε δὲ ἀπὸ τῶν πολλῶν ἐξ ἀρχῆς ὁ λόγος μοι τὰ ἐς συγγραφὴν ἀνήκοντα. From the beginning of my narrative onward, however, my account set apart those points suitable for inclusion in my description. ἀποκρίνω δέ ἀπό ὁ πολύς ἐκ ἀρχή ὁ λόγος ἐγώ ὁ εἰς συγγραφή ἀνήκω 0
1.39.4 1 Ἐλευσῖνι δὲ ἤδη πλησιόχωρος ἡ καλουμένη Μεγαρίς· Bordering close upon Eleusis is the region called Megaris. Ἐλευσίς δέ ἤδη πλησιόχωρος ὁ καλέω Μεγαρίς 0
1.39.4 2 τῆς Ἀθηναίων ἦν καὶ αὕτη τὸ ἀρχαῖον, Πύλα τοῦ βασιλέως καταλιπόντος Πανδίονι. In earlier times this also belonged to the Athenians, for King Pylas relinquished it to Pandion. ὁ Ἀθηναῖος εἰμί καί οὗτος ὁ ἀρχαῖος πύλη ὁ βασιλεύς καταλείπω πανδίων 0
1.39.4 3 μαρτύρια δέ μοι τάφος τε Πανδίονος ἐν τῇ γῇ καὶ Νῖσος Αἰγεῖ μὲν πρεσβυτάτῳ τοῦ παντὸς γένους παραχωρήσας Ἀθηναίων ἄρχειν, αὐτὸς δὲ Μεγάρων καὶ τῆς ἄχρι Κορίνθου βασιλεύειν ἀξιωθείς· As evidence I point both to Pandion's tomb in that land and to Nisus himself, who yielded rule over Athens to Aegeus, the eldest of the whole family, but retained for himself Megara and the territory as far as Corinth, ruling as king. μαρτύριον δέ ἐγώ τάφος τε Πανδίων ἐν ὁ γῆ καί νῖσος Αἰγεύς μέν πρεσβύτατος ὁ πᾶς γένος παραχωρέω Ἀθηναῖος ἄρχω αὐτός δέ Μέγαρα καί ὁ ἄχρι Κόρινθος βασιλεύω ἀξιόω 0
1.39.4 4 Νίσαιά τε ἔτι καὶ νῦν Μεγαρεῦσιν ἐπίνειον ἀπʼ αὐτοῦ καλεῖται. Indeed, even now the port Nisaea, which serves the Megarians, bears his name. Νίσαια τε ἔτι καί νῦν Μεγαρεύς ἐπίνειον ἀπό αὐτός καλέω 0
1.39.4 5 Κόδρου δὲ ὕστερον βασιλεύοντος στρατεύουσιν ἐπʼ Ἀθήνας Πελοποννήσιοι· καὶ ὡς οὐδὲν ἀποδειξάμενοι λαμπρὸν ἐκομίζοντο ὀπίσω, Μέγαρα Ἀθηναίων ἑλόντες Κορινθίων καὶ τῶν ἄλλων συμμάχων τοῖς ἐθέλουσιν ἔδωκαν οἰκῆσαι. Later, in the reign of Codrus, the Peloponnesians attacked Athens; and when they returned home without having achieved any notable success, they captured Megara from the Athenians and gave it to the Corinthians and other allies who wished to settle there. Κόδρος δέ ὕστερον βασιλεύω στρατεύω ἐπί Ἀθήνη Πελοποννήσιος καί ὡς οὐδέν ἀποδείκνυμι λαμπρός κομίζω ὀπίσω Μέγαρα Ἀθηναῖος αἱρέω Κορινθιος καί ὁ ἄλλος σύμμαχος ὁ ἐθέλω δίδωμι οἰκέω 0
1.39.5 1 Μεγαρεῖς μὲν οὕτως ἔθη καὶ φωνὴν μεταβαλόντες Δωριεῖς γεγόνασι, κληθῆναι δὲ οὕτω τὴν πόλιν φασὶν ἐπὶ Καρὸς τοῦ Φορωνέως ἐν τῇ γῇ ταύτῃ βασιλεύοντος· The Megarians, having thus altered their customs and dialect, became Dorians; they say their city was named after Car, the son of Phoroneus, who once ruled in this land. Μεγαρεύς μέν οὕτως ἔθος καί φωνή μεταβάλλω Δωριεύς γίγνομαι καλέω δέ οὕτως ὁ πόλις φημί ἐπί καρός ὁ Φορωνεύς ἐν ὁ γῆ οὗτος βασιλεύω 0
1.39.5 2 τότε πρῶτον λέγουσιν ἱερὰ γενέσθαι Δήμητρος αὐτοῖς, τότε ἀνθρώπους ὀνομάσαι Μέγαρα. At that time, they claim, rites of Demeter were first established by them, and at that same period, the inhabitants began to call their city Megara. τότε πρῶτος λέγω ἱερός γίγνομαι Δημήτηρ αὐτός τότε ἄνθρωπος ὀνομάζω Μέγαρα 0
1.39.5 3 οὕτω μὲν αὐτοὶ περὶ σφῶν Μεγαρεῖς λέγουσι· Thus the Megarians themselves tell the story of their origins. οὕτως μέν αὐτός περί σφεῖς Μεγαρεύς λέγω 0
1.39.5 4 Βοιωτοὶ δὲ ἐν Ὀγχηστῷ Μεγαρέα τὸν Ποσειδῶνος οἰκοῦντα ἀφικέσθαι στρατιᾷ Βοιωτῶν φασι Νίσῳ τὸν πρὸς Μίνω πόλεμον συνδιοίσοντα, πεσόντα δὲ αὐτὸν ἐν τῇ μάχῃ ταφῆναί τε αὐτοῦ καὶ τῇ πόλει Μέγαρα ὄνομα ἀπὸ τούτου γενέσθαι, πρότερον Νίσᾳ καλουμένῃ. The Boeotians, however, assert at Onchestos that Megareus, a son of Poseidon who lived there, came to Nisus with a Boeotian army to aid him in his war against Minos; Megareus fell in battle and was buried there, and from him the city, previously called Nisa, received the name Megara. Βοιωτός δέ ἐν ὀγχηστός Μεγαρεύς ὁ Ποσειδῶν οἰκέω ἀφικνέομαι στρατιά Βοιωτός φημί Νῖσος ὁ πρός Μίνως πόλεμος συνδιοιστέω πίπτω δέ αὐτός ἐν ὁ μάχη τάπτω τε αὐτός καί ὁ πόλις Μέγαρα ὄνομα ἀπό οὗτος γίγνομαι πρότερον Νῖσα καλέω 0
1.39.6 1 δωδεκάτῃ δὲ ὕστερον μετὰ Κᾶρα τὸν Φορωνέως γενεᾷ λέγουσιν οἱ Μεγαρεῖς Λέλεγα ἀφικόμενον ἐξ Αἰγύπτου βασιλεῦσαι καὶ τοὺς ἀνθρώπους κληθῆναι Λέλεγας ἐπὶ τῆς ἀρχῆς αὐτοῦ· The Megarians say that twelve generations after Car, the son of Phoroneus, Lelex came from Egypt and became king, and that the people were named Leleges from him during his rule. δωδέκατος δέ ὕστερον μετά κᾶρα ὁ Φορωνεύς γενεά λέγω ὁ Μεγαρεύς λέγω ἀφικνέομαι ἐκ Αἴγυπτος βασιλεύω καί ὁ ἄνθρωπος καλέω λέλεγας ἐπί ὁ ἀρχή αὐτός 0
1.39.6 2 Κλήσωνος δὲ τοῦ Λέλεγος γενέσθαι Πύλαν, τοῦ Πύλα δὲ Σκίρωνα· Lelex had a son named Cleson, and from Cleson was born Pylas, and from Pylas, Sciron. κλήσων δέ ὁ Λέλεγες γίγνομαι πύλη ὁ πύλη δέ Σκίρων 0
1.39.6 3 τοῦτον συνοικῆσαι Πανδίονος θυγατρί, καὶ ὕστερον Νίσῳ τῷ Πανδίονος ἐς ἀμφισβήτησιν ἐλθεῖν περὶ τῆς ἀρχῆς Σκίρωνα καί σφισιν Αἰακὸν δικάσαι, βασιλείαν μὲν διδόντα Νίσῳ καὶ τοῖς ἀπογόνοις, Σκίρωνι δὲ ἡγεμονίαν εἶναι πολέμου. This Sciron married the daughter of Pandion, and afterwards entered into a dispute with Nisus, son of Pandion, regarding the kingdom, and Aeacus arbitrated between them, awarding the kingship to Nisus and his descendants, but assigning the military command to Sciron. οὗτος συνοικέω Πανδίων θυγάτηρ καί ὕστερον Νῖσος ὁ Πανδίων εἰς ἀμφισβήτησις ἔρχομαι περί ὁ ἀρχή Σκίρων καί σφεῖς Αἰακός δικάζω βασιλεία μέν δίδωμι Νῖσος καί ὁ ἀπόγονος Σκίρων δέ ἡγεμονία εἰμί πόλεμος 0
1.39.6 4 Μεγαρέα δὲ τὸν Ποσειδῶνος θυγατρὶ Νίσου συνοικήσαντα Ἰφινόῃ διαδέξασθαι τὴν τοῦ Νίσου φασὶν ἀρχήν· Megareus, who married Iphinoë, the daughter of Nisus, succeeded him on the throne, according to tradition. Μεγαρεύς δέ ὁ Ποσειδῶν θυγάτηρ Νῖσος συνοικέω Ἰφινόη διαδέχομαι ὁ ὁ Νῖσος φημί ἀρχή 0
1.39.6 5 τὸν δὲ Κρητικὸν πόλεμον καὶ τὴν ἐπὶ Νίσου βασιλεύοντος ἅλωσιν τῆς πόλεως οὐκ ἐθέλουσιν εἰδέναι. However, the Megarians refuse to acknowledge the Cretan war and the capture of the city which took place during the reign of Nisus. ὁ δέ Κρῆς πόλεμος καί ὁ ἐπί Νῖσος βασιλεύω ἅλωσις ὁ πόλις οὐ ἐθέλω οἶδα 0