Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 1.41.1 | 1 | ἐκ δὲ τῆς ἀκροπόλεως κατιοῦσιν, ᾗ πρὸς ἄρκτον τέτραπται τὸ χωρίον, μνῆμά ἐστιν Ἀλκμήνης πλησίον τοῦ Ὀλυμπιείου. | As you descend from the acropolis, on the side facing north, there is a tomb of Alcmene near the temple of Olympian Zeus. | ἐκ δέ ὁ ἀκρόπολις κατιών ὅς πρός ἄρκτος τρέπω ὁ χωρίον μνῆμα εἰμί Ἀλκμήνη πλησίον ὁ Ὀλυμπιεῖον | 0 |
| 1.41.1 | 2 | βαδίζουσαν γὰρ ἐς Θήβας ἐξ Ἄργους τελευτῆσαι καθʼ ὁδὸν λέγουσιν αὐτὴν ἐν τοῖς Μεγάροις, καὶ τοὺς Ἡρακλείδας ἐς ἀμφισβήτησιν ἐλθεῖν, τοὺς μὲν ἐς Ἄργος ἐθέλοντας ὀπίσω κομίσαι τὸν νεκρὸν τῆς Ἀλκμήνης, τοὺς δʼ αὐτῶν ἐς Θήβας· καὶ γὰρ τοῖς Ἡρακλέους παισὶ τοῖς ἐκ Μεγάρας τάφον εἶναι καὶ Ἀμφιτρύωνος ἐν Θήβαις. | They say that while she was traveling from Argos to Thebes, Alcmene died on the way at Megara. | βαδίζω γάρ εἰς Θῆβαι ἐκ Ἄργος τελευτάω κατά ὁδός λέγω αὐτός ἐν ὁ μέγαρον καί ὁ Ἡρακλείδης εἰς ἀμφισβήτησις ἔρχομαι ὁ μέν εἰς Ἄργος ἐθέλω ὀπίσω κομίζω ὁ νεκρός ὁ Ἀλκμήνη ὁ δέ αὐτός εἰς Θῆβαι καί γάρ ὁ Ἡρακλῆς παῖς ὁ ἐκ μεγάρα τάφος εἰμί καί Ἀμφιτρύων ἐν Θῆβαι | 0 |
| 1.41.1 | 3 | ὁ δὲ ἐν Δελφοῖς θεὸς ἔχρησε θάψαι Ἀλκμήνην ἐν τοῖς Μεγάροις ἄμεινον εἶναί σφισιν. | A dispute then arose among the Heracleidae: some wanted to carry her body back to Argos, while others wished to transport it to Thebes. | ὁ δέ ἐν Δελφοί θεός χράομαι θάπτω Ἀλκμήνη ἐν ὁ μέγαρον ἀμείνων εἰμί σφεῖς | 0 |
| 1.41.2 | 1 | ἐντεῦθεν ὁ τῶν ἐπιχωρίων ἡμῖν ἐξηγητὴς ἡγεῖτο ἐς χωρίον Ῥοῦν ὡς ἔφασκεν ὀνομαζόμενον, ταύτῃ γὰρ ὕδωρ ποτὲ ἐκ τῶν ὀρῶν τῶν ὑπὲρ τὴν πόλιν ῥυῆναι· Θεαγένης δέ, ὃς τότε ἐτυράννει, τὸ ὕδωρ ἑτέρωσε τρέψας βωμὸν ἐνταῦθα Ἀχελῴῳ ἐποίησε. | From there, our local guide conducted us to a place which he claimed is called Rous ("Stream"), because once a flow of water descended this way from the mountains above the city; Theagenes, who at that time was tyrant, diverted the water in another direction and established there an altar to Achelous. | ἐντεῦθεν ὁ ὁ ἐπιχώριος ἐγώ ἐξηγητής ἡγέομαι εἰς χωρίον ῥοῦς ὡς φάσκω ὀνομάζω οὗτος γάρ ὕδωρ ποτέ ἐκ ὁ ὄρος ὁ ὑπέρ ὁ πόλις ῥέω Θεαγένης δέ ὅς τότε τυραννέω ὁ ὕδωρ ἑτέρωσε τρέπω βωμός ἐνταῦθα Ἀχελῷος ποιέω | 0 |
| 1.41.2 | 2 | καὶ Ὕλλου πλησίον τοῦ Ἡρακλέους μνῆμά ἐστιν ἀνδρὶ Ἀρκάδι Ἐχέμῳ τῷ Ἀερόπου μονομαχήσαντος· καὶ ὅστις μὲν Ἔχεμος ὢν ἀπέκτεινεν Ὕλλον, ἑτέρωθι τοῦ λόγου δηλώσω, τέθαπται δὲ καὶ Ὕλλος ἐν τοῖς Μεγάροις. | Near to it is the tomb of Hyllus, the son of Heracles, who fought in single combat against Echemos, an Arcadian, son of Aeropos; who this Echemos was that killed Hyllus I shall explain elsewhere, but Hyllus too is buried at Megara. | καί ὕλλος πλησίον ὁ Ἡρακλῆς μνῆμα εἰμί ἀνήρ Ἀρκάς ἐχέμη ὁ ἀέροπος μονομαχέω καί ὅστις μέν ἔχεμος εἰμί ἀποκτείνω ὕλλον ἑτέρωθι ὁ λόγος δηλόω θάπτω δέ καί Ὕλλος ἐν ὁ μέγαρον | 0 |
| 1.41.2 | 3 | αὕτη καλοῖτο ἂν ὀρθῶς στρατεία τῶν Ἡρακλειδῶν ἐς Πελοπόννησον ἐπὶ Ὀρέστου βασιλεύοντος. | This expedition of the Heracleidae against the Peloponnese in the reign of Orestes might rightly be called their first campaign. | οὗτος καλέω ἄν ὀρθῶς στρατεία ὁ Ἡρακλείδης εἰς Πελοπόννησος ἐπί Ὀρέστης βασιλεύω | 0 |
| 1.41.3 | 1 | οὐ πόρρω δὲ τοῦ Ὕλλου μνήματος Ἴσιδος ναὸς καὶ παρʼ αὐτὸν Ἀπόλλωνός ἐστι καὶ Ἀρτέμιδος· | Not far from the tomb of Hyllus is a temple dedicated to Isis, and beside it stands another temple sacred to Apollo and Artemis. | οὐ πόρρω δέ ὁ ὕλλος μνῆμα Ἶσις ναός καί παρά αὐτός Ἀπόλλων εἰμί καί Ἄρτεμις | 0 |
| 1.41.3 | 2 | Ἀλκάθουν δέ φασι ποιῆσαι ἀποκτείναντα λέοντα τὸν καλούμενον Κιθαιρώνιον. | Alcathous, they say, built it after killing the lion known as the "Cithaeronian lion." | Ἀλκάθους δέ φημί ποιέω ἀποκτείνω λέων ὁ καλέω Κιθαιρώνιον | 0 |
| 1.41.3 | 3 | ὑπὸ τούτου τοῦ λέοντος διαφθαρῆναι καὶ ἄλλους καὶ Μεγαρέως φασὶ τοῦ σφετέρου βασιλέως παῖδα Εὔιππον, | By this lion many had been destroyed, among them Euippus, the son of their king Megareus. | ὑπό οὗτος ὁ λέων διαφθείρω καί ἄλλος καί Μεγαρεύς φημί ὁ σφέτερος βασιλεύς παῖς εὔιππος | 0 |
| 1.41.3 | 4 | τὸν δὲ πρεσβύτερον τῶν παίδων αὐτῷ Τίμαλκον ἔτι πρότερον ἀποθανεῖν ὑπὸ Θησέως, στρατεύοντα ἐς Ἄφιδναν σὺν τοῖς Διοσκούροις· | An elder son named Timalcus had previously been slain by Theseus, when campaigning together with the Dioscuri against Aphidna. | ὁ δέ πρεσβύτερος ὁ παῖς αὐτός Τίμαλκος ἔτι πρότερον ἀποθνῄσκω ὑπό Θησεύς στρατεύω εἰς Ἄφιδνα σύν ὁ Διόσκουροι | 0 |
| 1.41.3 | 5 | Μεγαρέα δὲ γάμον τε ὑποσχέσθαι θυγατρὸς καὶ ὡς διάδοχον ἕξει τῆς ἀρχῆς, ὅστις τὸν Κιθαιρώνιον λέοντα ἀποκτείναι· | Thus Megareus promised his daughter in marriage and succession to his kingdom to the man who should kill the Cithaeronian lion. | Μεγαρεύς δέ γάμος τε ὑπισχνέομαι θυγάτηρ καί ὡς διάδοχος ἔχω ὁ ἀρχή ὅστις ὁ Κιθαιρώνιον λέων ἀποκτείνω | 0 |
| 1.41.3 | 6 | διὰ ταῦτα Ἀλκάθουν τὸν Πέλοπος ἐπιχειρήσαντα τῷ θηρίῳ κρατῆσαί τε καὶ ὡς ἐβασίλευσε τὸ ἱερὸν ποιῆσαι τοῦτο, Ἀγροτέραν Ἄρτεμιν καὶ Ἀπόλλωνα Ἀγραῖον ἐπονομάσαντα. | It was for these reasons that Alcathous, son of Pelops, undertook the fight against the beast, prevailed against it, and later, when he became king, erected this sacred place, naming Artemis "Agrotera" (the Huntress) and Apollo "Agraeus" (the Hunter). | διά οὗτος Ἀλκάθους ὁ Πέλοψ ἐπιχειρέω ὁ θηρίον κρατέω τε καί ὡς βασιλεύω ὁ ἱερός ποιέω οὗτος ἀγροτερός Ἄρτεμις καί Ἀπόλλων ἀγραῖος ἐπονομάζω | 0 |
| 1.41.4 | 1 | ταῦτα μὲν οὕτω γενέσθαι λέγουσιν· | They say these things happened thus; | οὗτος μέν οὕτως γίγνομαι λέγω | 0 |
| 1.41.4 | 2 | ἐγὼ δὲ γράφειν μὲν ἐθέλω Μεγαρεῦσιν ὁμολογοῦντα, οὐκ ἔχω δὲ ὅπως εὕρωμαι πάντα σφίσιν, ἀλλὰ ἀποθανεῖν μὲν λέοντα ἐν τῷ Κιθαιρῶνι ὑπὸ Ἀλκάθου πείθομαι, | but while I wish to record what is agreed upon by the Megarians, I cannot find myself believing all their claims entirely. Yet I am convinced that a lion was indeed slain by Alcathous on Mount Cithaeron. | ἐγώ δέ γράφω μέν ἐθέλω Μεγαρεύς ὁμολογέω οὐ ἔχω δέ ὅπως εὑρίσκομαι πᾶς σφεῖς ἀλλά ἀποθνῄσκω μέν λέων ἐν ὁ Κιθαιρών ὑπό Ἀλκάθους πείθομαι | 0 |
| 1.41.4 | 3 | Μεγαρέως δὲ Τίμαλκον παῖδα τίς μὲν ἐς Ἄφιδναν ἐλθεῖν μετὰ τῶν Διοσκούρων ἔγραψε; | But regarding Timalcus, son of Megareus—who ever wrote that he came to Aphidna in company with the Dioscuri? | Μεγαρεύς δέ Τίμαλκος παῖς τίς μέν εἰς Ἄφιδνα ἔρχομαι μετά ὁ Διόσκουροι γράφω | 0 |
| 1.41.4 | 4 | πῶς δʼ ἂν ἀφικόμενος ἀναιρεθῆναι νομίζοιτο ὑπὸ Θησέως, ὅπου καὶ Ἀλκμὰν ποιήσας ᾆσμα ἐς τοὺς Διοσκούρους, ὡς Ἀθήνας ἕλοιεν καὶ τὴν Θησέως ἀγάγοιεν μητέρα αἰχμάλωτον, ὅμως Θησέα φησὶν αὐτὸν ἀπεῖναι; | And how could it be imagined that, upon arriving, he was killed by Theseus, when even Alcman, in composing a hymn for the Dioscuri on how they captured Athens and took captive Theseus’s mother, nevertheless says that Theseus himself was absent? | πῶς δέ ἄν ἀφικνέομαι ἀναιρέω νομίζω ὑπό Θησεύς ὅπου καί Ἀλκμάν ποιέω ᾆσμα εἰς ὁ Διόσκουρος ὡς Ἀθήνη αἱρέω καί ὁ Θησεύς ἀγάγω μήτηρ αἰχμάλωτος ὅμως Θησεύς φημί αὐτός ἔνειμι | 0 |
| 1.41.5 | 1 | Πίνδαρος δὲ τούτοις τε κατὰ ταὐτὰ ἐποίησε καὶ γαμβρὸν τοῖς Διοσκούροις Θησέα εἶναι βουλόμενον ἁρπασθεῖσαν τὴν Ἑλένην διαφυλάξαι , ἐς ὃ ἀπελθεῖν αὐτὸν Πειρίθῳ τὸν λεγόμενον γάμον συμπράξοντα. | Pindar relates these matters similarly, stating also that Theseus, wishing to be related to the Dioscuri by marriage, carried off Helen and kept watch over her until he departed to join Peirithous in his celebrated bridal expedition. | Πίνδαρος δέ οὗτος τε κατά αὐτός ποιέω καί γαμβρός ὁ Διόσκουροι Θησεύς εἰμί βούλομαι ἁρπάζω ὁ Ἑλένη διαφυλάσσω εἰς ὅς ἀπέρχομαι αὐτός Πειρίθοος ὁ λέγω γάμος συμπράσσω | 0 |
| 1.41.5 | 2 | ὅστις δὲ ἐγενεαλόγησε, δῆλον ὡς πολλὴν τοῖς Μεγαρεῦσι σύνοιδεν εὐήθειαν, εἴ γε Θησεὺς ἦν ἀπόγονος Πέλοπος· ἀλλὰ γὰρ τὸν ὄντα λόγον οἱ Μεγαρεῖς εἰδότες ἐπικρύπτουσιν, οὐ βουλόμενοι δοκεῖν ἁλῶναί σφισιν ἐπὶ τῆς ἀρχῆς τῆς Νίσου τὴν πόλιν, διαδέξασθαι δὲ τὴν βασιλείαν γαμβρὸν Νίσου τε Μεγαρέα καὶ αὖθις Ἀλκάθουν Μεγαρέως. | Yet whoever devised this genealogy evidently relied greatly upon the simplicity of the Megarians, if indeed Theseus were a descendant of Pelops. | ὅστις δέ ἐγενεαλόγησα δῆλος ὡς πολύς ὁ Μεγαρεύς σύνοιδα εὐήθεια εἰ γε Θησεύς εἰμί ἀπόγονος Πέλοψ ἀλλά γάρ ὁ εἰμί λόγος ὁ Μεγαρεύς οἶδα ἐπικρύπτω οὐ βούλομαι δοκέω ἁλόω σφεῖς ἐπί ὁ ἀρχή ὁ Νῖσος ὁ πόλις διαδέχομαι δέ ὁ βασιλεία γαμβρός Νῖσος τε Μεγαρεύς καί αὖθις Ἀλκάθους Μεγαρεύς | 0 |
| 1.41.6 | 1 | φαίνεται δὲ τελευτήσαντος Νίσου καὶ τῶν πραγμάτων Μεγαρεῦσιν ἐφθαρμένων ὑπὸ τοῦτον Ἀλκάθους ἀφικόμενος τὸν καιρὸν ἐξ Ἤλιδος· | It appears that after Nisus died and affairs in Megara had been ruined in his time, Alcathous arrived from Elis at this critical moment. | φαίνω δέ τελευτάω Νῖσος καί ὁ πρᾶγμα Μεγαρεύς φθείρω ὑπό οὗτος Ἀλκάθοος ἀφικνέομαι ὁ καιρός ἐκ Ἠλίς | 0 |
| 1.41.6 | 2 | μαρτύριον δέ μοι· | As evidence for this, he built the city wall anew, since the original fortification had been demolished by the Cretans. | μαρτύριον δέ ἐγώ | 0 |
| 1.41.6 | 3 | τὸ γὰρ τεῖχος ᾠκοδόμησεν ἐξ ἀρχῆς ἅτε τοῦ περιβόλου τοῦ ἀρχαίου καθαιρεθέντος ὑπὸ τῶν Κρητῶν. | Regarding Alcathous and the lion—whether he killed it on Mount Cithaeron or elsewhere—he founded a temple of Artemis Agrotera and Apollo Agraeus; let this much stand as the remembrance of it. | ὁ γάρ τεῖχος οἰκοδομέω ἐκ ἀρχή ἅτε ὁ περίβολος ὁ ἀρχαῖος καθαιρέω ὑπό ὁ Κρῆτες | 0 |
| 1.41.6 | 4 | Ἀλκάθου μὲν καὶ τοῦ λέοντος, εἴτε ἐν τῷ Κιθαιρῶνι αὐτὸν εἴτε καὶ ἑτέρωθι ἀποκτείνας ναὸν Ἀγροτέρας Ἀρτέμιδος καὶ Ἀπόλλωνος ἐποίησεν Ἀγραίου, ἐς τοσόνδε ἔστω μνήμη· | Descending from this sanctuary is the hero shrine of Pandion. | Ἀλκάθους μέν καί ὁ λέων εἴτε ἐν ὁ Κιθαιρών αὐτός εἴτε καί ἑτέρωθι ἀποκτείνω ναός ἀγροτέρα Ἄρτεμις καί Ἀπόλλων ποιέω ἀγραῖος εἰς τοσόσδε εἰμί μνήμη | 0 |
| 1.41.6 | 5 | ἐκ τούτου δὲ τοῦ ἱεροῦ κατιοῦσι Πανδίονός ἐστιν ἡρῷον. | That Pandion was buried on the crag called "Athena Aethyia," my account has already shown. | ἐκ οὗτος δέ ὁ ἱερόν κάτειμι Πανδίων εἰμί ἡρῷον | 0 |
| 1.41.6 | 6 | καὶ ὅτι μὲν ἐτάφη Πανδίων ἐν Αἰθυίας Ἀθηνᾶς καλουμένῳ σκοπέλῳ, δεδήλωκεν ὁ λόγος ἤδη μοι· | Among the Megarians he is also honored within the city itself. | καί ὅτι μέν θάπτω Πανδίων ἐν αἰθυίας Ἀθηνᾶ καλέω σκοπέλος δηλόω ὁ λόγος ἤδη ἐγώ | 0 |
| 1.41.7 | 1 | πλησίον δέ ἐστι τοῦ Πανδίονος ἡρῴου μνῆμα Ἱππολύτης· | Near the hero-shrine of Pandion is the tomb of Hippolyte. | πλησίον δέ εἰμί ὁ Πανδίων Ἡρώιος μνῆμα Ἱππόλυτος | 0 |
| 1.41.7 | 2 | γράψω δὲ καὶ τὰ ἐς αὐτὴν ὁποῖα Μεγαρεῖς λέγουσιν. | I shall also mention the stories concerning her as told by the Megarians. | γράφω δέ καί ὁ εἰς αὐτός οἷος Μεγαρεύς λέγω | 0 |
| 1.41.7 | 3 | ὅτε Ἀμαζόνες ἐπʼ Ἀθηναίους στρατεύσασαι διʼ Ἀντιόπην ἐκρατήθησαν ὑπὸ Θησέως, τὰς μὲν πολλὰς συνέβη μαχομένας αὐτῶν ἀποθανεῖν, Ἱππολύτην δὲ ἀδελφὴν οὖσαν Ἀντιόπης καὶ τότε ἡγουμένην τῶν γυναικῶν ἀποφυγεῖν σὺν ὀλίγαις ἐς Μέγαρα, ἅτε δὲ κακῶς οὕτω πράξασαν τῷ στρατῷ τοῖς τε παροῦσιν ἀθύμως ἔχουσαν καὶ περὶ τῆς οἴκαδε ἐς τὴν Θεμίσκυραν σωτηρίας μᾶλλον ἔτι ἀποροῦσαν ὑπὸ λύπης τελευτῆσαι· | When the Amazons made war upon the Athenians because of Antiope, they were defeated by Theseus; while the greater number of them perished fighting, Hippolyte, being Antiope's sister and at that time the leader of the women, fled to Megara with a few companions, and, having suffered such calamities with her army, she grieved excessively over their misfortune and was even more deeply troubled by anxiety concerning her safe return home to Themiscyra, and in her distress she died of sorrow. | ὅτε Ἀμαζών ἐπί Ἀθηναῖος στρατεύω διά Ἀντιόπη κρατέω ὑπό Θησεύς ὁ μέν πολύς συμβαίνω μάχομαι αὐτός ἀποθνῄσκω Ἱππόλυτος δέ ἀδελφή εἰμί Ἀντιόπη καί τότε ἡγέομαι ὁ γυνή ἀποφεύγω σύν ὀλίγος εἰς Μέγαρα ἅτε δέ κακῶς οὕτως πράσσω ὁ στρατός ὁ τε πάρειμι ἀθύμως ἔχω καί περί ὁ οἴκαδε εἰς ὁ Θεμίσκυρα σωτηρία μᾶλλον ἔτι ἀπορέω ὑπό λύπη τελευτάω | 0 |
| 1.41.7 | 4 | καὶ θάψαι αὐτὴν ἀποθανοῦσαν, καί οἱ τοῦ μνήματος σχῆμά ἐστιν Ἀμαζονικῇ ἀσπίδι ἐμφερές. | They buried her after her death, and her tomb is shaped like an Amazonian shield. | καί θάπτω αὐτός ἀποθνῄσκω καί ὁ ὁ μνῆμα σχῆμα εἰμί ἀμαζονικός ἀσπίς ἐμφερής | 0 |
| 1.41.8 | 1 | τούτου δέ ἐστιν οὐ πόρρω τάφος Τηρέως τοῦ Πρόκνην γήμαντος τὴν Πανδίονος. | Not far from here is the tomb of Tereus, the husband of Procne, daughter of Pandion. | οὗτος δέ εἰμί οὐ πόρρω τάφος τηρέω ὁ Πρόκνη γαμέω ὁ Πανδίων | 0 |
| 1.41.8 | 2 | ἐβασίλευσε δὲ ὁ Τηρεύς, ὡς μὲν λέγουσιν οἱ Μεγαρεῖς, περὶ τὰς Παγὰς τὰς καλουμένας τῆς Μεγαρίδος, ὡς δὲ ἐγώ τε δοκῶ καὶ τεκμήρια ἐς τόδε λείπεται, Δαυλίδος ἦρχε τῆς ὑπὲρ Χαιρωνείας· | According to the Megarians, Tereus ruled around the region called Pagae in Megaris, but I myself hold, supported by evidence still available today, that he governed Daulis, a territory situated beyond Chaeronea. | βασιλεύω δέ ὁ Τηρεύς ὡς μέν λέγω ὁ Μεγαρεύς περί ὁ παγά ὁ καλέω ὁ Μεγαρίς ὡς δέ ἐγώ τε δοκέω καί τεκμήριον εἰς ὅδε λείπω Δαυλίς ἄρχω ὁ ὑπέρ Χαιρωνεία | 0 |
| 1.41.8 | 3 | πάλαι γὰρ τῆς νῦν καλουμένης Ἑλλάδος βάρβαροι τὰ πολλὰ ᾤκησαν. | For in ancient times most of the regions now called Hellas were occupied by barbarians. | πάλαι γάρ ὁ νῦν καλέω Ἑλλάς βάρβαρος ὁ πολύς οἰκέω | 0 |
| 1.41.8 | 4 | ἐπεὶ δὲ ἦν καὶ Τηρεῖ τὰ ἐς Φιλομήλαν ἐξειργασμένα καὶ τὰ περὶ τὸν Ἴτυν ὑπὸ τῶν γυναικῶν, ἑλεῖν σφᾶς ὁ Τηρεὺς οὐκ ἐδύνατο· | After Tereus had committed that deed against Philomela, and subsequently the women had done what they did to Itys, he was unable to capture them. | ἐπεί δέ εἰμί καί τηρέω ὁ εἰς φιλομήλη ἐξειργασμένος καί ὁ περί ὁ ἴτυς ὑπό ὁ γυνή αἱρέω σφεῖς ὁ τηρεύς οὐ δύναμαι | 0 |
| 1.41.9 | 1 | καὶ ὁ μὲν ἐτελεύτησεν ἐν τοῖς Μεγάροις αὐτοχειρίᾳ. | And he ended his life by his own hand at Megara. | καί ὁ μέν τελευτάω ἐν ὁ μέγαρον αὐτοχειρίᾳ | 0 |
| 1.41.9 | 2 | καί οἱ τάφον αὐτίκα ἔχωσαν καὶ θύουσιν ἀνὰ πᾶν ἔτος, ψηφῖσιν ἐν τῇ θυσίᾳ ἀντὶ οὐλῶν χρώμενοι. | Immediately they raised a tomb for him and offer annual sacrifices there, using small pebbles instead of grains during the ritual. | καί ὁ τάφος αὐτίκα ἔχω καί θύω ἀνά πᾶς ἔτος ψηφίς ἐν ὁ θυσία ἀντί οὐλή χράομαι | 0 |
| 1.41.9 | 3 | καὶ τὸν ἔποπα τὸν ὄρνιθα ἐνταῦθα φανῆναι πρῶτον λέγουσιν. | They also say the hoopoe bird appeared there for the first time. | καί ὁ ἔποπα ὁ ὄρνις ἐνταῦθα φαίνω πρῶτος λέγω | 0 |
| 1.41.9 | 4 | αἱ δὲ γυναῖκες ἐς μὲν Ἀθήνας ἀφίκοντο, θρηνοῦσαι δὲ οἷα ἔπαθον καὶ οἷα ἀντέδρασαν, ὑπὸ δακρύων διαφθείρονται. | The women, however, arrived at Athens, but while lamenting their sufferings and deeds, perished from weeping. | ὁ δέ γυνή εἰς μέν Ἀθήνη ἀφικνέομαι θρηνέω δέ οἷος πάσχω καί οἷος ἀντιδράω ὑπό δάκρυ διαφθείρω | 0 |
| 1.41.9 | 5 | καί σφισι τὴν ἐς ἀηδόνα καὶ χελιδόνα μεταβολὴν ἐπεφήμισαν, ὅτι, οἶμαι, καὶ αὗται αἱ ὄρνιθες ἐλεεινὸν καὶ θρήνῳ ὅμοιον ᾄδουσιν. | Because of this, the tale arose of their transformation into the nightingale and the swallow, possibly since these birds likewise sing songs of pity and mournful lamentation. | καί σφεῖς ὁ εἰς ἀηδών καί χελιδών μεταβολή ἐπιφημίζω ὅτι οἶμαι καί οὗτος ὁ ὄρνις ἐλεεινός καί θρήνος ὅμοιος ᾄδω | 0 |