Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 1.42

PassageSentenceGreekEnglishLemma FormsMissing
1.42.1 1 ἔστι δὲ καὶ ἄλλη Μεγαρεῦσιν ἀκρόπολις ἀπὸ Ἀλκάθου τὸ ὄνομα ἔχουσα· The Megarians have another acropolis named from Alcathous. εἰμί δέ καί ἄλλος Μεγαρεύς ἀκρόπολις ἀπό Ἀλκάθους ὁ ὄνομα ἔχω 0
1.42.1 2 ἐς ταύτην τὴν ἀκρόπολιν ἀνιοῦσίν ἐστιν ἐν δεξιᾷ Μεγαρέως μνῆμα, ὃς κατὰ τὴν ἐπιστρατείαν τῶν Κρητῶν ξύμμαχός σφισιν ἦλθεν ἐξ Ὀγχηστοῦ. As you ascend to this acropolis, on your right is the tomb of Megareus, who came as an ally to them from Onchestos during the war against the Cretans. εἰς οὗτος ὁ ἀκρόπολις ἄνω εἰμί ἐν δεξιός Μεγαρεύς μνῆμα ὅς κατά ὁ ἐπιστρατεία ὁ Κρῆτες σύμμαχος σφεῖς ἔρχομαι ἐκ ὀγχηστός 0
1.42.1 3 δείκνυται δὲ καὶ ἑστία θεῶν Προδομέων καλουμένων· There is also shown here a hearth of gods called Prodomeis ("Builders Beforehand"). δείκνυμι δέ καί Ἑστία θεός προδομέων καλέω 0
1.42.1 4 θῦσαι δέ σφισιν Ἀλκάθουν λέγουσι πρῶτον, ὅτε τῆς οἰκοδομίας τοῦ τείχους ἔμελλεν ἄρχεσθαι. They say that Alcathous first sacrificed to them, when he was about to begin the construction of the wall. θύω δέ σφεῖς Ἀλκάθους λέγω πρῶτος ὅτε ὁ οἰκοδομία ὁ τεῖχος μέλλω ἄρχομαι 0
1.42.2 1 τῆς δὲ ἑστίας ἐγγὺς ταύτης ἐστὶ λίθος, ἐφʼ οὗ καταθεῖναι λέγουσιν Ἀπόλλωνα τὴν κιθάραν Ἀλκάθῳ τὸ τεῖχος συνεργαζόμενον. Near this hearth there lies a stone, on which, they say, Apollo laid down his lyre while assisting Alcathous in building the wall. ὁ δέ ἑστία ἐγγύς οὗτος εἰμί λίθος ἐπί ὅς κατατίθημι λέγω Ἀπόλλων ὁ κιθάρα Ἀλκάθος ὁ τεῖχος συνεργάζομαι 0
1.42.2 2 δηλοῖ τέ μοι καὶ τόδε ὡς συνετέλουν ἐς Ἀθηναίους Μεγαρεῖς· φαίνεται γὰρ τὴν θυγατέρα Ἀλκάθους Περίβοιαν ἅμα Θησεῖ πέμψαι κατὰ τὸν δασμὸν ἐς Κρήτην. The following also demonstrates to me that the Megarians cooperated with the Athenians: for it appears that Alcathous' daughter Periboea along with Theseus was sent as part of the tribute to Crete. δηλόω τε ἐγώ καί ὅδε ὡς συντελέω εἰς Ἀθηναῖος Μεγαρεύς φαίνω γάρ ὁ θυγάτηρ Ἀλκάθοος Περίβοια ἅμα Θησεύς πέμπω κατά ὁ δασμός εἰς Κρήτη 0
1.42.2 3 τότε δὲ αὐτῷ τειχίζοντι, ὥς φασιν οἱ Μεγαρεῖς, συνεργάζεταί τε Ἀπόλλων καὶ τὴν κιθάραν κατέθηκεν ἐπὶ τὸν λίθον· When Alcathous was building the wall, according to the Megarians, Apollo aided him in the task and set his lyre upon the stone. τότε δέ αὐτός τειχίζω ὡς φημί ὁ Μεγαρεύς συνεργάζομαι τε Ἀπόλλων καί ὁ κιθάρα κατατίθημι ἐπί ὁ λίθος 0
1.42.2 4 ἢν δὲ τύχῃ βαλών τις ψηφῖδι, κατὰ ταὐτὰ οὗτός τε ἤχησε καὶ κιθάρα κρουσθεῖσα. If anyone should strike this stone with a pebble, it emits a ringing sound identical to that of a lyre struck. ἐάν δέ τύχη βάλλω τις ψηφίς κατά αὐτός οὗτος τε ἠχέω καί κιθάρα κρούω 0
1.42.3 1 ἐμοὶ δὲ παρέσχε μὲν καὶ τοῦτο θαυμάσαι, παρέσχε δὲ πολλῷ μάλιστα Αἰγυπτίων ὁ κολοσσός. This too offered me matter for amazement, but by far the most astonishing thing was the colossus of the Egyptians. ἐγώ δέ παρέχω μέν καί οὗτος θαυμάζω παρέχω δέ πολύς μάλιστα Αἰγύπτιος ὁ κολοσσός 0
1.42.3 2 ἐν Θήβαις ταῖς Αἰγυπτίαις, διαβᾶσι τὸν Νεῖλον πρὸς τὰς Σύριγγας καλουμένας, εἶδον ἔτι καθήμενον ἄγαλμα ἠχοῦν--- In Egyptian Thebes, after crossing the Nile to the so-called Pipes (Syringes), I saw a seated statue that still produced sound. ἐν Θῆβαι ὁ Αἰγύπτιος διαβαίνω ὁ νεῖλος πρός ὁ συρίγξ καλέω ὁράω ἔτι κάθημαι ἄγαλμα ἠχέω 0
1.42.3 3 Μέμνονα ὀνομάζουσιν οἱ πολλοί, τοῦτον γάρ φασιν ἐξ Αἰθιοπίας ὁρμηθῆναι ἐς Αἴγυπτον καὶ τὴν ἄχρι Σούσων· Most people call it Memnon, since they say that Memnon set forth from Ethiopia into Egypt and as far as Susa. μιμνήσκω ὀνομάζω ὁ πολύς οὗτος γάρ φημί ἐκ Αἰθιοπία ὁρμάω εἰς Αἴγυπτος καί ὁ ἄχρι Σοῦσοι 0
1.42.3 4 ἀλλὰ γὰρ οὐ Μέμνονα οἱ Θηβαῖοι λέγουσι, Φαμένωφα δὲ εἶναι τῶν ἐγχωρίων οὗ τοῦτο ἄγαλμα ἦν, However, the Thebans themselves do not call it Memnon; rather they say this statue is of Phamenophis, a native. ἀλλά γάρ οὐ μιμνήσκω ὁ Θηβαῖος λέγω φημί δέ εἰμί ὁ ἐγχώριος ὅς οὗτος ἄγαλμα εἰμί 0
1.42.3 5 ἤκουσα δὲ ἤδη καὶ Σέσωστριν φαμένων εἶναι τοῦτο ἄγαλμα ---, ὃ Καμβύσης διέκοψε· I have also heard it said that it is a statue of Sesostris, which Cambyses broke apart. ἀκούω δέ ἤδη καί Σέσωστρις φαίνω εἰμί οὗτος ἄγαλμα ὅς Καμβύσης διακόπτω 0
1.42.3 6 καὶ νῦν ὁπόσον ἐκ κεφαλῆς ἐς μέσον σῶμά ἐστιν ἀπερριμμένον, τὸ δὲ λοιπὸν κάθηταί τε καὶ ἀνὰ πᾶσαν ἡμέραν ἀνίσχοντος ἡλίου βοᾷ, καὶ τὸν ἦχον μάλιστα εἰκάσει τις κιθάρας ἢ λύρας ῥαγείσης χορδῆς. Currently, as much as was broken off from the head to the waist has been thrown down, but what remains still sits and makes a sound every day at sunrise; and one might best liken this sound to that of a string breaking on a harp or lyre. καί νῦν ὁπόσος ἐκ κεφαλή εἰς μέσος σῶμα εἰμί ἀπορρίπτω ὁ δέ λοιπός κάθημαι τε καί ἀνά πᾶς ἡμέρα ἀνίσχω ἥλιος βοάω καί ὁ ἦχος μάλιστα εἰκάζω τις κιθάρα ἤ λύρα ῥήγνυμι χορδή 0
1.42.4 1 Μεγαρεῦσι δὲ ἔστι μὲν βουλευτήριον, Τιμάλκου δὲ ἦν ποτε ὡς λέγουσι τάφος, ὃν πρότερον ὀλίγον τούτων οὐκ ἔφην ὑπὸ Θησέως ἀποθανεῖν. The Megarians have a council chamber, which they say was once the tomb of Timalcus, of whom I stated a little before that he was killed by Theseus. Μεγαρεύς δέ εἰμί μέν βουλευτήριον Τίμαλκος δέ εἰμί ποτε ὡς λέγω τάφος ὅς πρότερον ὀλίγος οὗτος οὐ φημί ὑπό Θησεύς ἀποθνῄσκω 0
1.42.4 2 ᾠκοδόμηται δὲ ἐπὶ τῇ κορυφῇ τῆς ἀκροπόλεως ναὸς Ραθηνᾶς, ἄγαλμα δέ ἐστιν ἐπίχρυσον πλὴν χειρῶν καὶ ἄκρων ποδῶν· ταῦτα δὲ καὶ τὸ πρόσωπόν ἐστιν ἐλέφαντος. On the summit of their acropolis is built a temple of Athena, whose image is gilded except for the hands and the extremities of the feet; these parts, along with the face, are made of ivory. οἰκοδομέω δέ ἐπί ὁ κορυφή ὁ ἀκρόπολις ναός Ῥαθηνά ἄγαλμα δέ εἰμί ἐπίχρυσος πλήν χείρ καί ἄκρος πούς οὗτος δέ καί ὁ πρόσωπον εἰμί ἐλέφας 0
1.42.4 3 καὶ ἕτερον ἐνταῦθα ἱερὸν Ἀθηνᾶς πεποίηται καλουμένης Νίκης καὶ ἄλλο Αἰαντίδος· There is another sanctuary here dedicated to Athena called Nike (Victory), and yet another to Athena Aiantis. καί ἕτερος ἐνταῦθα ἱερός Ἀθηνᾶ ποιέω καλέω νίκη καί ἄλλος Αἰαντίδης 0
1.42.4 4 τὰ δὲ ἐς αὐτὸ Μεγαρέων μὲν παρεῖται τοῖς ἐξηγηταῖς, ἐγὼ δὲ ὁποῖα νομίζω γενέσθαι γράψω. Concerning this latter, although the Megarians rely on their local guides for its history, I shall record what I myself consider to have occurred. ὁ δέ εἰς αὐτός Μεγαρεύς μέν πάρειμι ὁ ἐξηγητής ἐγώ δέ οἷος νομίζω γίγνομαι γράφω 0
1.42.4 5 Τελαμὼν ὁ Αἰακοῦ θυγατρὶ Ἀλκάθου Περιβοίᾳ συνῴκησεν· Αἴαντα οὖν τὴν ἀρχὴν τὴν Ἀλκάθου διαδεξάμενον ποιῆσαι τὸ ἄγαλμα ἡγοῦμαι τῆς Ἀθηνᾶς. Telamon, son of Aiakos, married Periboia, daughter of Alcathous, and thus, I suppose, Ajax, succeeding to the sovereignty of Alcathous, made the statue to Athena. Τελαμών ὁ Αἰακός θυγάτηρ Ἀλκάθους Περίβοια συνοικέω αἴας οὖν ὁ ἀρχή ὁ Ἀλκάθους διαδέχομαι ποιέω ὁ ἄγαλμα ἡγέομαι ὁ Ἀθηνᾶ 0
1.42.5 1 τοῦ δὲ Ἀπόλλωνος πλίνθου μὲν ἦν ὁ ἀρχαῖος ναός· ὕστερον δὲ βασιλεὺς ᾠκοδόμησεν Ἀδριανὸς λίθου λευκοῦ. The ancient temple of Apollo was built of brick; later, however, the Emperor Hadrian constructed it in white marble. ὁ δέ Ἀπόλλων πλίνθος μέν εἰμί ὁ ἀρχαῖος ναός ὕστερον δέ βασιλεύς οἰκοδομέω Ἁδριανός λίθος λευκός 0
1.42.5 2 ὁ μὲν δὴ Πύθιος καλούμενος καὶ ὁ Δεκατηφόρος τοῖς Αἰγυπτίοις μάλιστα ἐοίκασι ξοάνοις, ὃν δὲ Ἀρχηγέτην ἐπονομάζουσιν, Αἰγινητικοῖς ἔργοις ἐστὶν ὅμοιος· The statues called Pythian and the Decatephorus are especially similar to Egyptian wooden images; the one they call Archegetes resembles Aeginetan works. ὁ μέν δή Πύθιος καλέω καί ὁ δεκατηφόρος ὁ Αἰγύπτιος μάλιστα ἔοικα ξόανον ὅς δέ ἀρχηγέτης ἐπονομάζω Αἰγινήτης ἔργον εἰμί ὅμοιος 0
1.42.5 3 ἐβένου δὲ πάντα ὁμοίως πεποίηται. All these statues alike are made of ebony wood. ἐβένινος δέ πᾶς ὁμοίως ποιέω 0
1.42.5 4 ἤκουσα δὲ ἀνδρὸς Κυπρίου διακρῖναι πόας ἐς ἀνθρώπων ἴασιν εἰδότος, ὃς τὴν ἔβενον φύλλα οὐκ ἔφη φύειν οὐδὲ εἶναι καρπὸν οὐδένα ἀπʼ αὐτῆς οὐδὲ ὁρᾶσθαι τὸ παράπαν αὐτὴν ὑπὸ ἡλίου, ῥίζας δὲ ὑπογαίους εἶναι, ταύτας δὲ ὀρύσσειν τοὺς Αἰθίοπας. I heard from a Cypriot man skilled in distinguishing plants for medicinal use, who said that ebony bears neither leaves nor any fruit, nor is it ever exposed to sunlight; rather, its roots remain underground, and it is these roots that the Ethiopians dig up. ἀκούω δέ ἀνήρ Κύπριος διακρίνω πούς εἰς ἀνήρ ἴασις οἶδα ὅς ὁ ἔβενος φύλλον οὐ φημί φύω οὐδέ εἰμί καρπός οὐδείς ἀπό αὐτός οὐδέ ὁράω ὁ παράπαν αὐτός ὑπό ἥλιος ῥίζα δέ ὑπογαῖος εἰμί οὗτος δέ ὀρύσσω ὁ Αἰθίοψ 0
1.42.5 5 καὶ ἄνδρας εἶναί σφισιν οἳ τὴν ἔβενον ἴσασιν εὑρίσκειν. They have certain individuals among them who know how to find ebony. καί ἀνήρ εἰμί σφεῖς ὅς ὁ ἔβενος οἶδα εὑρίσκω 0
1.42.6 1 ἔστι δὲ καὶ Δήμητρος ἱερὸν Θεσμοφόρου. There is also a temple of Demeter Thesmophoros here. εἰμί δέ καί Δημήτηρ ἱερός θεσμοφόρος 0
1.42.6 2 κατιοῦσι δὲ ἐντεῦθεν Καλλιπόλιδος μνῆμά ἐστιν Ἀλκάθου παιδός. Descending from this place, there is the tomb of Callipolis, the son of Alcathous. κάτειμι δέ ἐντεῦθεν Καλλιπίς μνῆμα εἰμί Ἀλκάθους παῖς 0
1.42.6 3 ἐγένετο δὲ καὶ ἄλλος Ἀλκάθῳ πρεσβύτερος υἱὸς Ἰσχέπολις, ὃν ἀπέστειλεν ὁ πατὴρ Μελεάγρῳ τὸ ἐν Αἰτωλίᾳ θηρίον συνεξαιρήσοντα. Alcathous also had another son, older than this one, named Ischepolis, whom his father sent to assist Meleager in overcoming the beast in Aetolia. γίγνομαι δέ καί ἄλλος Ἀλκάθος πρεσβύτερος υἱός Ἰσχέπολις ὅς ἀποστέλλω ὁ πατήρ Μελέαγρος ὁ ἐν Αἰτωλία θηρίον συνεξαιρέω 0
1.42.6 4 ἀποθανόντος δὲ ἐνταῦθα πρῶτος τεθνεῶτα ἐπύθετο ὁ Καλλίπολις, ἀναδραμὼν δὲ ἐς τὴν ἀκρόπολιν--- τηνικαῦτα δὲ ὁ πατήρ οἱ τῷ Ἀπόλλωνι ἐνέκαεν--- ἀπορρίπτει τὰ ξύλα ἀπὸ τοῦ βωμοῦ· When Ischepolis died there, Callipolis was the first to hear of his brother's death, and, running up to the acropolis—his father was at that moment offering a burnt sacrifice to Apollo—he scattered the wood from the altar. ἀποθνῄσκω δέ ἐνταῦθα πρῶτος θνῄσκω πυνθάνομαι ὁ Καλλίπολις ἀνατρέχω δέ εἰς ὁ ἀκρόπολις τηνικαῦτα δέ ὁ πατήρ ὁ ὁ Ἀπόλλων ἐναίω ἀπορρίπτω ὁ ξύλον ἀπό ὁ βωμός 0
1.42.6 5 Ἀλκάθους δὲ ἀνήκοος ὢν ἔτι τῆς Ἰσχεπόλιδος τελευτῆς κατεδίκαζεν οὐ ποιεῖν ὅσια τὸν Καλλίπολιν καὶ εὐθέως ὡς εἶχεν ὀργῆς ἀπέκτεινε παίσας ἐς τὴν κεφαλὴν τῶν ἀπορριφέντων ἀπὸ τοῦ βωμοῦ ξύλῳ. Alcathous, still ignorant of the death of Ischepolis, judged that Callipolis had acted impiously, and, immediately driven by anger, killed him by striking his head with one of the logs that had fallen from the altar. Ἀλκάθοος δέ ἀνήκοος εἰμί ἔτι ὁ Ἰσχεπολίς τελευτή καταδικάζω οὐ ποιέω ὅσιος ὁ Καλλίπολις καί εὐθέως ὡς ἔχω ὀργή ἀποκτείνω παίω εἰς ὁ κεφαλή ὁ ἀπορρίπτω ἀπό ὁ βωμός ξύλον 0
1.42.7 1 κατὰ δὲ τὴν ἐς τὸ πρυτανεῖον ὁδὸν Ἰνοῦς ἐστιν ἡρῷον, περὶ δὲ αὐτὸ θριγκὸς λίθων· πεφύκασι δὲ ἐπʼ αὐτῶ καὶ ἐλαῖαι. Along the road leading to the Prytaneion stands a shrine of Ino, enclosed by a stone wall; olive trees also grow upon it. κατά δέ ὁ εἰς ὁ πρυτανεῖον ὁδός Ἰνώς εἰμί ἡρῷον περί δέ αὐτός θρίγκος λίθος φύω δέ ἐπί αὐτός καί ἐλαία 0
1.42.7 2 μόνοι δέ εἰσιν Ἑλλήνων Μεγαρεῖς οἱ λέγοντες τὸν νεκρὸν τῆς Ἰνοῦς ἐς τὰ παραθαλάσσιά σφισιν ἐκπεσεῖν τῆς χώρας, Κλησὼ δὲ καὶ Ταυρόπολιν εὑρεῖν τε καὶ θάψαι---θυγατέρας δὲ αὐτὰς εἶναι Κλήσωνος τοῦ Λέλεγος---. The Megarians alone among the Greeks say that the corpse of Ino washed ashore in their coastal lands, and that Kleso and Tauropolis—daughters of Cleson the son of Lelex—found the body and buried it. μόνος δέ εἰμί Ἕλλην Μεγαρεύς ὁ λέγω ὁ νεκρός ὁ Ἰνώς εἰς ὁ παραθαλάσσιος σφεῖς ἐκπίπτω ὁ χώρα κλησώ δέ καί Ταυρόπολις εὑρίσκω τε καί θάπτω θυγάτηρ δέ αὐτός εἰμί κλήσων ὁ Λέλεγες 0
1.42.7 3 καὶ Λευκοθέαν τε ὀνομασθῆναι παρὰ σφίσι πρώτοις φασὶν αὐτὴν καὶ θυσίαν ἄγειν ἀνὰ πᾶν ἔτος. They claim further that the Megarians themselves were the first to call her Leukothea, and that they hold sacrifices in her honor every year. καί Λευκοθέα τε ὀνομάζω παρά σφεῖς πρῶτος φημί αὐτός καί θυσία ἄγω ἀνά πᾶς ἔτος 0