Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 1.5.1 | 1 | τοῦ βουλευτηρίου τῶν πεντακοσίων πλησίον Θόλος ἐστὶ καλουμένη, καὶ θύουσί τε ἐνταῦθα οἱ πρυτάνεις καί τινα καὶ ἀργύρου πεποιημένα ἐστὶν ἀγάλματα οὐ μεγάλα. | Near to the Council House of the Five Hundred stands the building called the Tholos, where the Prytanes perform sacrifices; there are also some small statues here made of silver. | ὁ βουλευτήριον ὁ πεντακόσιοι πλησίον θόλος εἰμί καλέω καί θύω τε ἐνταῦθα ὁ πρύτανις καί τις καί ἀργύριον ποιέω εἰμί ἄγαλμα οὐ μέγας | 0 |
| 1.5.1 | 2 | ἀνωτέρω δὲ ἀνδριάντες ἑστήκασιν ἡρώων, ἀφʼ ὧν Ἀθηναίοις ὕστερον τὰ ὀνόματα ἔσχον αἱ φυλαί· | Higher up stand statues of the heroes from whom the Athenian tribes later derived their names. | ἀνωτέρω δέ ἀνδριάς ἵστημι ἥρως ἀπό ὅς Ἀθηναῖος ὕστερον ὁ ὄνομα ἔχω ὁ φυλή | 0 |
| 1.5.1 | 3 | ὅστις δὲ κατεστήσατο δέκα ἀντὶ τεσσάρων φυλὰς εἶναι καὶ μετέθετό σφισι τὰ ὀνόματα ἀντὶ τῶν ἀρχαίων, Ἡροδότῳ καὶ ταῦτά ἐστιν εἰρημένα. | Herodotus already tells us who it was who established ten tribes instead of four and transferred to them these new names in place of the old. | ὅστις δέ καθίστημι δέκα ἀντί τέσσαρες φυλή εἰμί καί μετίημι σφεῖς ὁ ὄνομα ἀντί ὁ ἀρχαῖος Ἡρόδοτος καί οὗτος εἰμί λέγω | 0 |
| 1.5.2 | 1 | τῶν δὲ ἐπωνύμων---καλοῦσι γὰρ οὕτω σφᾶς---ἔστι μὲν Ἱπποθόων Ποσειδῶνος καὶ Ἀλόπης θυγατρὸς Κερκυόνος, ἔστι δὲ Ἀντίοχος τῶν παίδων τῶν Ἡρακλέους, γενόμενος ἐκ Μήδας Ἡρακλεῖ τῆς Φύλαντος, καὶ τρίτος Αἴας ὁ Τελαμῶνος, | Of the Eponymoi—as they call them—one is Hippothoön, the son of Poseidon and Alope, daughter of Cercyon; another is Antiochus, one of the sons of Heracles, born to Heracles by Meda, daughter of Phylas; the third is Ajax, son of Telamon. | ὁ δέ ἐπώνυμος καλέω γάρ οὕτως σφεῖς εἰμί μέν Ἱπποθόων Ποσειδῶν καί Ἄλοψ θυγάτηρ Κέρκυψ εἰμί δέ Ἀντίοχος ὁ παῖς ὁ Ἡρακλῆς γίγνομαι ἐκ Μήδας Ἡρακλῆς ὁ Φύλαντος καί τρίτος αἴας ὁ Τελαμών | 0 |
| 1.5.2 | 2 | ἐκ δὲ Ἀθηναίων Λεώς· δοῦναι δὲ ἐπὶ σωτηρίᾳ λέγεται κοινῇ τὰς θυγατέρας τοῦ θεοῦ χρήσαντος. | Of the Athenians is Leos, who is said to have given his daughters as an offering for the common safety, in obedience to an oracle of the god. | ἐκ δέ Ἀθηναῖος λεώς δίδωμι δέ ἐπί σωτηρία λέγω κοινῇ ὁ θυγάτηρ ὁ θεός χράομαι | 0 |
| 1.5.2 | 3 | Ἐρεχθεύς τέ ἐστιν ἐν τοῖς ἐπωνύμοις, ὃς ἐνίκησεν Ἐλευσινίους μάχῃ καὶ τὸν ἡγούμενον ἀπέκτεινεν Ἰμμάραδον τὸν Εὐμόλπου· | Erechtheus also is counted among the Eponymoi; he defeated the Eleusinians in battle and slew Immaradus, the son of Eumolpus, their leader. | Ἐρεχθεύς τε εἰμί ἐν ὁ ἐπώνυμος ὅς νικάω Ἐλευσινίος μάχη καί ὁ ἡγέομαι ἀποκτείνω Ἰμμάραδος ὁ Εὔμολπος | 0 |
| 1.5.2 | 4 | Αἰγεύς τέ ἐστι καὶ Οἰνεὺς Πανδίονος υἱὸς νόθος καὶ τῶν Θησέως παίδων Ἀκάμας. | Also included are Aegeus, Oeneus (the illegitimate son of Pandion), and Acamas, one of the sons of Theseus. | αἰγεύς τε εἰμί καί οἰνεύς Πανδίων υἱός νόθος καί ὁ Θησεύς παῖς ἀκάμας | 0 |
| 1.5.3 | 1 | Κέκροπα δὲ καὶ Πανδίονα---εἶδον γὰρ καὶ τούτων ἐν τοῖς ἐπωνύμοις εἰκόνας---οὐκ οἶδα οὓς ἄγουσιν ἐν τιμῇ· | As for Cecrops and Pandion—for indeed I saw statues of these men also among the eponymous heroes—I am not sure to which ones exactly they are paying honor. | Κέκροψ δέ καί πανδίων ὁράω γάρ καί οὗτος ἐν ὁ ἐπώνυμος εἰκών οὐ οἶδα ὅς ἄγω ἐν τιμή | 0 |
| 1.5.3 | 2 | πρότερός τε γὰρ ἦρξε Κέκροψ, ὃς τὴν Ἀκταίου θυγατέρα ἔσχε, καὶ ὕστερος, ὃς δὴ καὶ μετῴκησεν ἐς Εὔβοιαν, Ἐρεχθέως υἱὸς τοῦ Πανδίονος τοῦ Ἐριχθονίου. | The earlier Cecrops ruled first and took to wife the daughter of Actaeus; the later one, who migrated to Euboea, was the son of Erechtheus, who was the son of Pandion, the son of Erichthonius. | πρότερος τε γάρ ἄρχω Κέκροψ ὅς ὁ Ἀκταῖος θυγάτηρ ἔχω καί ὕστερος ὅς δή καί μετοικέω εἰς εὔβοια Ἐρεχθεύς υἱός ὁ Πανδίων ὁ Ἐριχθόνιος | 0 |
| 1.5.3 | 3 | καὶ δὴ καὶ Πανδίων ἐβασίλευσεν ὅ τε Ἐριχθονίου καὶ ὁ Κέκροπος τοῦ δευτέρου· | And indeed Pandion also became king—the son both of Erichthonius, and of Cecrops the second. | καί δή καί Πανδίων βασιλεύω ὁ τε Ἐριχθόνιος καί ὁ Κέκροψ ὁ δεύτερος | 0 |
| 1.5.3 | 4 | τοῦτον Μητιονίδαι τῆς ἀρχῆς ἐξελαύνουσι, καί οἱ φυγόντι ἐς Μέγαρα---θυγατέρα γὰρ εἶχε Πύλα τοῦ βασιλεύσαντος ἐν Μεγάροις---συνεκπίπτουσιν οἱ παῖδες. | This Pandion was expelled from his rule by the sons of Metion, and when he fled to Megara—for he had married the daughter of Pylas, who had reigned in Megara—his children departed together with him. | οὗτος Μητιονίδαι ὁ ἀρχή ἐξελαύνω καί ὁ φεύγω εἰς Μέγαρα θυγάτηρ γάρ ἔχω πύλη ὁ βασιλεύω ἐν μέγαρον συγκπίπτω ὁ παῖς | 0 |
| 1.5.3 | 5 | καὶ Πανδίονα μὲν αὐτοῦ λέγεται νοσήσαντα ἀποθανεῖν, καί οἱ πρὸς θαλάσσῃ μνῆμά ἐστιν ἐν τῇ Μεγαρίδι ἐν Ἀθηνᾶς Αἰθυίας καλουμένῳ σκοπέλῳ· | Pandion himself, it is said, fell ill there and died; his tomb lies by the sea in the Megarid upon the rock known as Athena Aethyia. | καί πανδίων μέν αὐτός λέγω νοσέω ἀποθνῄσκω καί ὁ πρός θάλασσα μνῆμα εἰμί ἐν ὁ Μεγαρίς ἐν Ἀθηνᾶ αἰθυίας καλέω σκοπέλος | 0 |
| 1.5.4 | 1 | οἱ δὲ παῖδες κατίασί τε ἐκ τῶν Μεγάρων ἐκβαλόντες Μητιονίδας, καὶ τὴν ἀρχὴν τῶν Ἀθηναίων Αἰγεὺς πρεσβύτατος ὢν ἔσχεν. | But the sons, having expelled the sons of Metion, returned from Megara; and Aegeus, being the eldest, obtained the kingship over the Athenians. | ὁ δέ παῖς κατίημι τε ἐκ ὁ Μέγαρα ἐκβάλλω Μητιονίδας καί ὁ ἀρχή ὁ Ἀθηναῖος αἰγεύς πρέσβυς εἰμί ἔχω | 0 |
| 1.5.4 | 2 | θυγατέρας δὲ οὐ σὺν ἀγαθῷ δαίμονι ἔθρεψεν ὁ Πανδίων, οὐδέ οἱ τιμωροὶ παῖδες ἀπʼ αὐτῶν ἐλείφθησαν· καίτοι δυνάμεώς γε ἕνεκα πρὸς τὸν Θρᾷκα τὸ κῆδος ἐποιήσατο. | Yet Pandion reared his daughters under no good fortune, nor did any avenging son remain from their union; yet he had made the marriage-alliance with the Thracian on account of his power. | θυγάτηρ δέ οὐ σύν ἀγαθός δαίμων τρέφω ὁ Πανδίων οὐδέ ὁ τιμωρός παῖς ἀπό αὐτός λείπω καίτοι δύναμις γε ἕνεκα πρός ὁ Θρᾷξ ὁ κῆδος ποιέω | 0 |
| 1.5.4 | 3 | ἀλλʼ οὐδεὶς πόρος ἐστὶν ἀνθρώπῳ παραβῆναι τὸ καθῆκον ἐκ τοῦ θεοῦ. | But there is no way for a man to escape the ordained will of the god. | ἀλλά οὐδείς πόρος εἰμί ἄνθρωπος παραβαίνω ὁ καθήκω ἐκ ὁ θεός | 0 |
| 1.5.4 | 4 | λέγουσιν ὡς Τηρεὺς συνοικῶν Πρόκνῃ Φιλομήλαν ᾔσχυνεν, οὐ κατὰ νόμον δράσας τὸν Ἑλλήνων, καὶ τὸ σῶμα ἔτι λωβησάμενος τῇ παιδὶ ἤγαγεν ἐς ἀνάγκην δίκης τὰς γυναῖκας. | They say that Tereus, though living with Procne, dishonored Philomela, doing this contrary to Greek law; and after further mutilating the maiden's body, he compelled the women to take vengeance upon him. | λέγω ὡς τηρεύς συνοικῶν Πρόκνη φιλομήλη αἰσχύνω οὐ κατά νόμος δράω ὁ Ἕλλην καί ὁ σῶμα ἔτι λωβάομαι ὁ παῖς ἄγω εἰς ἀνάγκη δίκη ὁ γυνή | 0 |
| 1.5.4 | 5 | Πανδίονι δὲ καὶ ἄλλος ἀνδριάς ἐστιν ἐν ἀκροπόλει θέας ἄξιος. | There is also another statue of Pandion situated on the Acropolis, worthy of viewing. | πανδίων δέ καί ἄλλος ἀνδριάς εἰμί ἐν ἀκρόπολις θέα ἄξιος | 0 |
| 1.5.5 | 1 | οἵδε μέν εἰσιν Ἀθηναίοις ἐπώνυμοι τῶν ἀρχαίων· ὕστερον δὲ καὶ ἀπὸ τῶνδε φυλὰς ἔχουσιν, Ἀττάλου τοῦ Μυσοῦ καὶ Πτολεμαίου τοῦ Αἰγυπτίου καὶ κατʼ ἐμὲ ἤδη βασιλέως Ἀδριανοῦ τῆς τε ἐς τὸ θεῖον τιμῆς ἐπὶ πλεῖστον ἐλθόντος καὶ τῶν ἀρχομένων ἐς εὐδαιμονίαν τὰ μέγιστα ἑκάστοις παρασχομένου. | These, then, are the ancient eponymous heroes of the Athenians; later, they established tribes also from the following figures—Attalus the Mysian, Ptolemy the Egyptian, and, in my own time, the emperor Hadrian, who carried reverence for the gods to the utmost degree, and provided very great benefits to each of his subjects in achieving their prosperity. | ὅδε μέν εἰμί Ἀθηναῖος ἐπώνυμος ὁ ἀρχαῖος ὕστερον δέ καί ἀπό ὅδε φυλή ἔχω Ἄτταλος ὁ μύσος καί Πτολεμαῖος ὁ Αἰγύπτιος καί κατά ἐγώ ἤδη βασιλεύς Ἀδριανός ὁ τε εἰς ὁ θεῖος τιμή ἐπί πλεῖστος ἔρχομαι καί ὁ ἄρχω εἰς εὐδαιμονία ὁ μέγας ἕκαστος παρασχομαι | 0 |
| 1.5.5 | 2 | καὶ ἐς μὲν πόλεμον οὐδένα ἑκούσιος κατέστη, Ἑβραίους δὲ τοὺς ὑπὲρ Σύρων ἐχειρώσατο ἀποστάντας· | He willingly entered no war, yet subdued the Hebrews who had revolted against the Syrians. | καί εἰς μέν πόλεμος οὐδείς ἑκούσιος καθίστημι Ἑβραῖος δέ ὁ ὑπέρ Σῦρος χειρόομαι ἀφίστημι | 0 |
| 1.5.5 | 3 | ὁπόσα δὲ θεῶν ἱερὰ τὰ μὲν ᾠκοδόμησεν ἐξ ἀρχῆς, τὰ δὲ καὶ ἐπεκόσμησεν ἀναθήμασι καὶ κατασκευαῖς ἢ δωρεὰς πόλεσιν ἔδωκεν Ἑλληνίσι, τὰς δὲ καὶ τῶν βαρβάρων τοῖς δεηθεῖσιν, ἔστιν οἱ πάντα γεγραμμένα Ἀθήνῃσιν ἐν τῷ κοινῷ τῶν θεῶν ἱερῷ. | How many temples of the gods he built from the foundations, or adorned with offerings and various constructions, or how many gifts he bestowed upon Greek cities, and even upon those among barbarians who sought his aid, all these acts of his are recorded in Athens in the common sanctuary of the gods. | ὁπόσος δέ θεός ἱερός ὁ μέν οἰκοδομέω ἐκ ἀρχή ὁ δέ καί ἐποκοσμέω ἀνάθημα καί κατασκευή ἤ δωρεά πόλις δίδωμι Ἑλληνίς ὁ δέ καί ὁ βάρβαρος ὁ δέομαι εἰμί ὁ πᾶς γράφω Ἀθήνησι ἐν ὁ κοινός ὁ θεός ἱερός | 0 |