Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 1.6

PassageSentenceGreekEnglishLemma FormsMissing
1.6.1 1 τὰ δὲ ἐς Ἄτταλον καὶ Πτολεμαῖον ἡλικίᾳ τε ἦν ἀρχαιότερα, ὡς μὴ μένειν ἔτι τὴν φήμην αὐτῶν, καὶ οἱ συγγενόμενοι τοῖς βασιλεῦσιν ἐπὶ συγγραφῇ τῶν ἔργων καὶ πρότερον ἔτι ἠμελήθησαν· Concerning the actions of Attalus and Ptolemy—they were of such a great age that their fame no longer endures, and even those who associated with the kings and wrote the accounts of their deeds had previously shown insufficient care. ὁ δέ εἰς Ἄτταλος καί Πτολεμαῖος ἡλικία τε εἰμί ἀρχαῖος ὡς μή μένω ἔτι ὁ φήμη αὐτός καί ὁ συγγίγνομαι ὁ βασιλεύς ἐπί συγραφή ὁ ἔργον καί πρότερον ἔτι ἀμελέω 0
1.6.1 2 τούτων ἕνεκά μοι καὶ τὰ τῶνδε ἐπῆλθε δηλῶσαι ἔργα τε ὁποῖα ἔπραξαν καὶ ὡς ἐς τοὺς πατέρας αὐτῶν περιεχώρησεν Αἰγύπτου καὶ ἡ Μυσῶν καὶ τῶν προσοίκων ἀρχή. For these reasons it has occurred to me also to relate their deeds—of what nature they were and how the kingdoms of Egypt and Mysia, as well as those of nearby peoples, came into the power of their forefathers. οὗτος ἕνεκα ἐγώ καί ὁ ὅδε ἔρχομαι δηλόω ἔργον τε οἷος πράσσω καί ὡς εἰς ὁ πατήρ αὐτός περιελαύνω Αἴγυπτος καί ὁ Μύσος καί ὁ προσῴκω ἀρχή 0
1.6.2 1 Πτολεμαῖον Μακεδόνες Φιλίππου παῖδα εἶναι τοῦ Ἀμύντου, λόγῳ δὲ Λάγου νομίζουσι· τὴν γάρ οἱ μητέρα ἔχουσαν ἐν γαστρὶ δοθῆναι γυναῖκα ὑπὸ Φιλίππου Λάγῳ. The Macedonians say that Ptolemy was the son of Philip, the son of Amyntas, though nominally he was considered the son of Lagus; for his mother, already pregnant, was given in marriage by Philip to Lagus. Πτολεμαῖος Μακεδών Φίλιππος παῖς εἰμί ὁ Ἀμύντας λόγος δέ λαγώς νομίζω ὁ γάρ ὁ μήτηρ ἔχω ἐν γαστήρ δίδωμι γυνή ὑπό Φίλιππος λαγώς 0
1.6.2 2 Πτολεμαῖον δὲ λέγουσιν ἄλλα τε ἐν τῇ Ἀσίᾳ λαμπρὰ ἀποδείξασθαι καὶ Ἀλεξάνδρῳ κινδύνου ξυμβάντος ἐν Ὀξυδράκαις μάλιστά οἱ τῶν ἑταίρων ἀμῦναι. They say further that Ptolemy distinguished himself notably by significant achievements in Asia, and especially amongst Alexander's companions protected him when he was in danger among the Oxydracae. Πτολεμαῖος δέ λέγω ἄλλος τε ἐν ὁ Ἀσία λαμπρός ἀποδείκνυμι καί Ἀλέξανδρος κίνδυνος συμβαίνω ἐν ὀξυδράκων μάλιστα ὁ ὁ ἑταῖρος ἀμύνω 0
1.6.2 3 τελευτήσαντος δὲ Ἀλεξάνδρου τοῖς ἐς Ἀριδαῖον τὸν Φιλίππου τὴν πᾶσαν ἄγουσιν ἀρχὴν ἀντιστὰς αὐτὸς μάλιστα ἐγένετο ἐς τὰς βασιλείας αἴτιος τὰ ἔθνη νεμηθῆναι. After Alexander's death, Ptolemy strongly opposed those assigning full power to Arrhidaeus, Philip's son, and was particularly instrumental in causing the division of nations into separate kingdoms. τελευτάω δέ Ἀλέξανδρος ὁ εἰς Ἀρριδαῖος ὁ Φίλιππος ὁ πᾶς ἄγω ἀρχή ἀνθίστημι αὐτός μάλιστα γίγνομαι εἰς ὁ βασιλεία αἴτιος ὁ ἔθνος νέμω 0
1.6.3 1 αὐτὸς δὲ ἐς Αἴγυπτον διαβὰς Κλεομένην τε ἀπέκτεινεν, ὃν σατραπεύειν Αἰγύπτου κατέστησεν Ἀλέξανδρος, Περδίκκᾳ νομίζων εὔνουν καὶ διʼ αὐτὸ οὐ πιστὸν αὑτῷ, He himself crossed over into Egypt and killed Cleomenes, whom Alexander had appointed satrap of Egypt, believing him loyal to Perdiccas and therefore untrustworthy to himself. αὐτός δέ εἰς Αἴγυπτος διαβαίνω Κλεομένης τε ἀποκτείνω ὅς σατραπεύω Αἴγυπτος καθίστημι Ἀλέξανδρος Περδίκκας νομίζω εὔνους καί διά αὐτός οὐ πιστός ἑαυτοῦ 0
1.6.3 2 καὶ Μακεδόνων τοὺς ταχθέντας τὸν Ἀλεξάνδρου νεκρὸν ἐς Αἰγὰς κομίζειν ἀνέπεισεν αὑτῷ παραδοῦναι· He also persuaded the Macedonians who had been appointed to carry Alexander's body to Aegae to hand it over to him. καί Μακεδών ὁ ταχθείς ὁ Ἀλέξανδρος νεκρός εἰς αἴξ κομίζω ἀνείπω ἑαυτοῦ παραδίδωμι 0
1.6.3 3 καὶ τὸν μὲν νόμῳ τῷ Μακεδόνων ἔθαπτεν ἐν Μέμφει, οἷα δὲ ἐπιστάμενος πολεμήσοντα Περδίκκαν Αἴγυπτον εἶχεν ἐν φυλακῇ. He buried the body in Memphis according to Macedonian custom; and knowing that Perdiccas would wage war against him, he kept Egypt well guarded. καί ὁ μέν νόμος ὁ Μακεδών θάπτω ἐν μέμφομαι οἷος δέ ἐπίσταμαι πολεμέω Περδίκκας Αἴγυπτος ἔχω ἐν φυλακή 0
1.6.3 4 Περδίκκας δὲ ἐς μὲν τὸ εὐπρεπὲς τῆς στρατείας ἐπήγετο Ἀριδαῖον τὸν Φιλίππου καὶ παῖδα Ἀλέξανδρον ἐκ Ῥωξάνης τῆς Ὀξυάρτου γεγονότα καὶ Ἀλεξάνδρου, τῷ δὲ ἔργῳ Πτολεμαῖον ἐπεβούλευεν ἀφελέσθαι τὴν ἐν Αἰγύπτῳ βασιλείαν· Perdiccas, for outward appearance, took with him on campaign Philip's son Arrhidaeus and the child Alexander, son of Alexander himself and Roxane, daughter of Oxyartes; but in reality he plotted to seize for himself Ptolemy's rule over Egypt. Περδίκκας δέ εἰς μέν ὁ εὐπρεπής ὁ στρατεία ἐπάγομαι Ἀρριδαῖος ὁ Φίλιππος καί παῖς Ἀλέξανδρος ἐκ Ῥωξάνη ὁ ὀξύαρτος γίγνομαι καί Ἀλέξανδρος ὁ δέ ἔργον Πτολεμαῖος ἐπιβουλεύω ἀφαιρέω ὁ ἐν Αἴγυπτος βασιλεία 0
1.6.3 5 ἐξωσθεὶς δὲ Αἰγύπτου καὶ τὰ ἐς πόλεμον ἔτι οὐχ ὁμοίως θαυμαζόμενος, διαβεβλημένος δὲ καὶ ἄλλως ἐς τοὺς Μακεδόνας, ἀπέθανεν ὑπὸ τῶν σωματοφυλάκων. He was driven out of Egypt, and lost his former prestige in military affairs; furthermore, having fallen under suspicion among the Macedonians on other grounds, he was ultimately killed by his own bodyguards. ἐξωθέω δέ Αἴγυπτος καί ὁ εἰς πόλεμος ἔτι οὐ ὁμοίως θαυμάζω διαβάλλω δέ καί ἄλλως εἰς ὁ Μακεδών ἀποθνῄσκω ὑπό ὁ σωματοφύλαξ 0
1.6.4 1 Πτολεμαῖον δὲ αὐτίκα ἐς τὰ πράγματα ὁ Περδίκκου θάνατος ἐπέστησε· The death of Perdiccas at once brought Ptolemy into affairs of state. Πτολεμαῖος δέ αὐτίκα εἰς ὁ πρᾶγμα ὁ Περδίκκας θάνατος ἐφίστημι 0
1.6.4 2 καὶ τοῦτο μὲν Σύρους καὶ Φοινίκην εἷλε, τοῦτο δὲ ἐκπεσόντα ὑπὸ Ἀντιγόνου καὶ φεύγοντα ὑπεδέξατο Σέλευκον τὸν Ἀντιόχου, καὶ αὐτὸς παρεσκευάζετο ὡς ἀμυνούμενος Ἀντίγονον. He immediately secured Syria and Phoenicia, and offered refuge to Seleucus, the son of Antiochus, who had been driven out by Antigonus and fled to him, and Ptolemy himself began preparing to resist Antigonus. καί οὗτος μέν Σύρος καί Φοινίκη αἱρέω οὗτος δέ ἐκπίπτω ὑπό Ἀντίγονος καί φεύγω ὑποδέχομαι Σέλευκος ὁ Ἀντίοχος καί αὐτός παρασκευάζω ὡς ἀμύνω Ἀντίγονος 0
1.6.4 3 καὶ Κάσσανδρον τὸν Ἀντιπάτρου καὶ Λυσίμαχον βασιλεύοντα ἐν Θρᾴκῃ μετασχεῖν ἔπεισε τοῦ πολέμου, φυγὴν λέγων τὴν Σελεύκου καὶ τὸν Ἀντίγονον φοβερόν σφισιν εἶναι πᾶσιν αὐξηθέντα. And he persuaded Cassander, son of Antipater, and Lysimachus, the king ruling in Thrace, to enter the war, pointing to Seleucus's flight and urging that Antigonus, grown in power, had become a great danger to them all. καί Κάσσανδρος ὁ Ἀντίπατρος καί Λυσίμαχος βασιλεύω ἐν Θρᾴκη μετέχω πείθω ὁ πόλεμος φυγή λέγω ὁ Σελεύκος καί ὁ Ἀντίγονος φοβερός σφεῖς εἰμί πᾶς αὔξω 0
1.6.5 1 Ἀντίγονος δὲ τέως μὲν ἦν ἐν παρασκευῇ πολέμου καὶ τὸν κίνδυνον οὐ παντάπασιν ἐθάρρει· For a time Antigonus was engaged in war preparations and was not entirely confident about the outcome. Ἀντίγονος δέ τέως μέν εἰμί ἐν παρασκευή πόλεμος καί ὁ κίνδυνος οὐ παντάπασι θαρρέω 0
1.6.5 2 ἐπεὶ δὲ ἐς Λιβύην ἐπύθετο στρατεύειν Πτολεμαῖον ἀφεστηκότων Κυρηναίων, αὐτίκα Σύρους καὶ Φοίνικας εἷλεν ἐξ ἐπιδρομῆς, But when he learned that Ptolemy had marched into Libya because the Cyrenaeans had revolted, he immediately seized Syria and Phoenicia by a swift attack. ἐπεί δέ εἰς Λιβύη πυνθάνομαι στρατεύω Πτολεμαῖος ἀφεστηκώς Κυρηναῖος αὐτίκα Σύρος καί φοῖνιξ αἱρέω ἐκ ἐπιδρομή 0
1.6.5 3 παραδοὺς δὲ Δημητρίῳ τῷ παιδί, ἡλικίαν μὲν νέῳ φρονεῖν δὲ ἤδη δοκοῦντι, καταβαίνει ἐπὶ τὸν Ἑλλήσποντον. Having entrusted these lands to his son Demetrius, who, although still young in age, already seemed capable in judgment, he moved down toward the Hellespont. παραδίδωμι δέ Δημήτριος ὁ παῖς ἡλικία μέν νέος φρονέω δέ ἤδη δοκέω καταβαίνω ἐπί ὁ Ἑλλήσποντος 0
1.6.5 4 πρὶν δὲ ἢ διαβῆναι πάλιν ἦγεν ὀπίσω τὴν στρατιάν, Δημήτριον ἀκούων ὑπὸ Πτολεμαίου μάχῃ κεκρατῆσθαι· However, before crossing, he turned his army back upon hearing that Demetrius had been defeated by Ptolemy in battle. πρίν δέ ἤ διαβαίνω πάλιν ἄγω ὀπίσω ὁ στρατιά Δημήτριος ἀκούω ὑπό Πτολεμαῖος μάχη κρατέω 0
1.6.5 5 Δημήτριος δὲ οὔτε παντάπασιν ἐξειστήκει Πτολεμαίῳ τῆς χώρας καί τινας τῶν Αἰγυπτίων λοχήσας διέφθειρεν οὐ πολλούς. Yet Demetrius had not quite yielded all of the territory to Ptolemy, for he had ambushed and killed some few Egyptians. Δημήτριος δέ οὔτε παντάπασι ἐξίστημι Πτολεμαῖος ὁ χώρα καί τις ὁ Αἰγύπτιος λοχάω διαφθείρω οὐ πολύς 0
1.6.5 6 τότε δὲ ἥκοντα Ἀντίγονον οὐχ ὑπομείνας Πτολεμαῖος ἀνεχώρησεν ἐς Αἴγυπτον. But as soon as Antigonus arrived, Ptolemy refused to face him, and withdrew back into Egypt. τότε δέ ἥκω Ἀντίγονος οὐ ὑπομένω Πτολεμαῖος ἀναχωρέω εἰς Αἴγυπτος 0
1.6.6 1 διελθόντος δὲ τοῦ χειμῶνος Δημήτριος πλεύσας ἐς Κύπρον Μενέλαον σατράπην Πτολεμαίου ναυμαχίᾳ καὶ αὖθις αὐτὸν Πτολεμαῖον ἐπιδιαβάντα ἐνίκησε· When winter had passed, Demetrius sailed to Cyprus and defeated Menelaus, the satrap of Ptolemy, in a naval battle, and later vanquished Ptolemy himself when he crossed over to assist. διέρχομαι δέ ὁ χείμων Δημήτριος πλέω εἰς Κύπρος Μενέλαος σατράπης Πτολεμαῖος ναυμαχία καί αὖθις αὐτός Πτολεμαῖος ἐπιδιαβαίνω νικάω 0
1.6.6 2 φυγόντα δὲ αὐτὸν ἐς Αἴγυπτον Ἀντίγονός τε κατὰ γῆν καὶ ναυσὶν ἅμα ἐπολιόρκει καὶ Δημήτριος. After Ptolemy fled into Egypt, both Antigonus by land and Demetrius by sea laid siege to him simultaneously. φεύγω δέ αὐτός εἰς Αἴγυπτος Ἀντίγονος τε κατά γῆ καί ναῦς ἅμα πολιορκέω καί Δημήτριος 0
1.6.6 3 Πτολεμαῖος δὲ ἐς πᾶν ἀφικόμενος κινδύνου διέσωσεν ὅμως τὴν ἀρχὴν στρατιᾷ τε ἀντικαθήμενος ἐπὶ Πηλουσίῳ καὶ τριήρεσιν ἀμυνόμενος ἅμα ἐκ τοῦ ποταμοῦ. Ptolemy, brought to extreme danger, nonetheless preserved his rule by positioning his army defensively around Pelusium and resisting with his fleet on the river. Πτολεμαῖος δέ εἰς πᾶς ἀφικνέομαι κίνδυνος διασώζω ὅμως ὁ ἀρχή στρατιά τε ἀντικαθήμαι ἐπί Πηλούσιον καί τριήρης ἀμύνομαι ἅμα ἐκ ὁ ποταμός 0
1.6.6 4 Ἀντίγονος δὲ Αἴγυπτον μὲν αἱρήσειν ἐκ τῶν παρόντων οὐδεμίαν ἔτι εἶχεν ἐλπίδα, Δημήτριον δὲ ἐπὶ Ῥοδίους στρατιᾷ πολλῇ καὶ ναυσὶν ἔστειλεν, ὡς εἴ οἱ προσγένοιτο ἡ νῆσος ὁρμητηρίῳ χρήσεσθαι πρὸς τοὺς Αἰγυπτίους ἐλπίζων· Antigonus, having no further hope of capturing Egypt given the present circumstances, dispatched Demetrius with numerous troops and ships against Rhodes, hoping that, if the island were subdued, it could serve him as a base from which to attack the Egyptians. Ἀντίγονος δέ Αἴγυπτος μέν αἱρέω ἐκ ὁ παρών οὐδείς ἔτι ἔχω ἐλπίς Δημήτριος δέ ἐπί ῥόδιος στρατιά πολύς καί ναῦς στέλλω ὡς εἰ ὁ προσγίγνομαι ὁ νῆσος ὁρμητήριον χράομαι πρός ὁ Αἰγύπτιος ἐλπίζω 0
1.6.6 5 ἀλλὰ αὐτοί τε οἱ Ῥόδιοι τολμήματα καὶ ἐπιτεχνήσεις παρέσχοντο ἐς τοὺς πολιορκοῦντας καὶ Πτολεμαῖός σφισιν ἐς ὅσον δυνάμεως ἧκε συνήρατο ἐς τὸν πόλεμον. However, the Rhodians themselves exhibited daring actions and devised ingenious stratagems against their besiegers, and Ptolemy as well contributed assistance to the extent of his abilities for their war. ἀλλά αὐτός τε ὁ Ῥόδιοι τόλμημα καί ἐπιτέχνησις παρέχομαι εἰς ὁ πολιορκέω καί Πτολεμαῖος σφεῖς εἰς ὅσος δύναμις ἥκω συναιρέομαι εἰς ὁ πόλεμος 0
1.6.7 1 Ἀντίγονος δὲ Ῥόδου τε ἁμαρτὼν καὶ Αἰγύπτου πρότερον, οὐ πολλῷ τούτων ὕστερον ἀντιτάξασθαι Λυσιμάχῳ τολμήσας καὶ Κασσάνδρῳ τε καὶ τῇ Σελεύκου στρατιᾷ, τῆς δυνάμεως ἀπώλεσε τὸ πολὺ καὶ αὐτὸς ἀπέθανε ταλαιπωρήσας μάλιστα τῷ μήκει τοῦ πρὸς Εὐμένη πολέμου. Antigonus, having earlier failed in Rhodes and Egypt, and not long afterward daring to oppose Lysimachus, Cassander, and Seleucus' army, lost most of his power and died himself, having been weakened especially by the length of the war against Eumenes. Ἀντίγονος δέ Ῥόδος τε ἁμαρτάνω καί Αἴγυπτος πρότερον οὐ πολύς οὗτος ὕστερον ἀντιτάσσομαι Λυσιμάχος τολμάω καί Κασσάνδρος τε καί ὁ Σελεύκος στρατιά ὁ δύναμις ἀπόλλυμι ὁ πολύς καί αὐτός ἀποθνῄσκω ταλαιπωρέω μάλιστα ὁ μῆκος ὁ πρός Εὐμένης πόλεμος 0
1.6.7 2 τῶν δὲ βασιλέων τῶν καθελόντων Ἀντίγονον ἀνοσιώτατον κρίνω γενέσθαι Κάσσανδρον, ὃς διʼ Ἀντιγόνου τὴν Μακεδόνων ἀρχὴν ἀνασωσάμενος πολεμήσων ἦλθεν ἐπʼ ἄνδρα εὐεργέτην. Of the kings who overthrew Antigonus I judge Cassander to have been the most impious, who, having regained through Antigonus the sovereignty of Macedon, nevertheless proceeded to wage war against a man who had been his benefactor. ὁ δέ βασιλεύς ὁ καθαιρέω Ἀντίγονος ἀνοσιώτατος κρίνω γίγνομαι Κάσσανδρος ὅς διά Ἀντίγονος ὁ Μακεδών ἀρχή ἀνασῴζω πολεμέω ἔρχομαι ἐπί ἀνήρ εὐεργέτης 0
1.6.8 1 ἀποθανόντος δὲ Ἀντιγόνου Πτολεμαῖος Σύρους τε αὖθις καὶ Κύπρον εἷλε, κατήγαγε δὲ καὶ Πύρρον ἐς τὴν Θεσπρωτίδα ἤπειρον· Κυρήνης δὲ ἀποστάσης Μάγας Βερενίκης υἱὸς Πτολεμαίῳ τότε συνοικούσης ἔτει πέμπτῳ μετὰ τὴν ἀπόστασιν εἷλε Κυρήνην. After Antigonus died, Ptolemy again seized both Syria and Cyprus; he also brought back Pyrrhus to Thesprotian Epirus, and when Cyrene revolted, Magas, the son of Berenice, after this woman had married Ptolemy, captured Cyrene in the fifth year following its rebellion. ἀποθνῄσκω δέ Ἀντίγονος Πτολεμαῖος Σύρος τε αὖθις καί Κύπρος αἱρέω κατάγω δέ καί πύρρινος εἰς ὁ Θεσπρωτίς ἤπειρος Κυρήνη δέ ἀφίστημι μάγος Βερενίκη υἱός Πτολεμαῖος τότε συνοικέω ἔτος πέμπτος μετά ὁ ἀπόστασις αἱρέω Κυρήνη 0
1.6.8 2 ---εἰ δὲ ὁ Πτολεμαῖος οὗτος ἀληθεῖ λόγῳ Φιλίππου τοῦ Ἀμύντου παῖς ἦν, ἴστω τὸ ἐπιμανὲς ἐς τὰς γυναῖκας κατὰ τὸν πατέρα κεκτημένος, ὃς Εὐρυδίκῃ τῇ Ἀντιπάτρου συνοικῶν ὄντων οἱ παίδων Βερενίκης ἐς ἔρωτα ἦλθεν, ἣν Ἀντίπατρος Εὐρυδίκῃ συνέπεμψεν ἐς Αἴγυπτον. Now, if this Ptolemy truly was a son of Philip, the son of Amyntas, he inherited from his father a notorious passion for women; for this father, while living with Eurydice, Antipater’s daughter, although children had been born to him by her, fell in love with Berenice, whom Antipater had sent off to Egypt together with Eurydice. εἰ δέ ὁ Πτολεμαῖος οὗτος ἀληθής λόγος Φίλιππος ὁ Ἀμύντας παῖς εἰμί ἵστημι ὁ ἐπιμανής εἰς ὁ γυνή κατά ὁ πατήρ κτάομαι ὅς Εὐρυδίκη ὁ Ἀντίπατρος συνοικῶν εἰμί ὁ παῖς Βερενίκη εἰς ἔρως ἔρχομαι ὅς Ἀντίπατρος Εὐρυδίκη συμπέμπω εἰς Αἴγυπτος 0
1.6.8 3 ταύτης τῆς γυναικὸς ἐρασθεὶς παῖδας ἐξ αὐτῆς ἐποιήσατο, καὶ ὡς ἦν οἱ πλησίον ἡ τελευτή, Πτολεμαῖον ἀπέλιπεν Αἰγύπτου βασιλεύειν, ἀφʼ οὗ καὶ Ἀθηναίοις ἐστὶν ἡ φυλή, γεγονότα ἐκ Βερενίκης ἀλλʼ οὐκ ἐκ τῆς Ἀντιπάτρου θυγατρός. Having become enamored of this woman, he fathered children with her as well, and when his end approached, he left Ptolemy, his son by her, to reign over Egypt; it was from this Ptolemy, the child of Berenice and not of Antipater’s daughter, that the Athenians derived the name of their tribe. οὗτος ὁ γυνή ἐράομαι παῖς ἐκ αὐτός ποιέω καί ὡς εἰμί ὁ πλησίον ὁ τελευτή Πτολεμαῖος ἀπολείπω Αἴγυπτος βασιλεύω ἀπό ὅς καί Ἀθηναῖος εἰμί ὁ φυλή γίγνομαι ἐκ Βερενίκη ἀλλά οὐ ἐκ ὁ Ἀντίπατρος θυγάτηρ 0