Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 1.7.1 | 1 | οὗτος ὁ Πτολεμαῖος Ἀρσινόης ἀδελφῆς ἀμφοτέρωθεν ἐρασθεὶς ἔγημεν αὐτήν, Μακεδόσιν οὐδαμῶς ποιῶν νομιζόμενα, Αἰγυπτίοις μέντοι ὧν ἦρχε. | This Ptolemy fell in love reciprocally with his sister Arsinoe and married her, doing thus things entirely alien to Macedonian practice, but consistent with Egyptian traditions, of the people over whom he ruled. | οὗτος ὁ Πτολεμαῖος Ἀρσινόη ἀδελφή ἀμφοτέρωθεν ἐράομαι γαμέω αὐτός Μακεδών οὐδαμῶς ποιέω νομίζω Αἰγύπτιος μέντοι ὅς ἄρχω | 0 |
| 1.7.1 | 2 | δεύτερα δὲ ἀδελφὸν ἀπέκτεινεν Ἀργαῖον ἐπιβουλεύοντα, ὡς λέγεται, καὶ τὸν Ἀλεξάνδρου νεκρὸν οὗτος ὁ καταγαγὼν ἦν ἐκ Μέμφιδος· | Furthermore, he put to death a second brother, Argaeus, who, it is said, had plotted against him, and it was this Ptolemy who transferred the corpse of Alexander from Memphis. | δεύτερος δέ ἀδελφός ἀποκτείνω ἀργαῖος ἐπιβουλεύω ὡς λέγω καί ὁ Ἀλέξανδρος νεκρός οὗτος ὁ κατάγω εἰμί ἐκ μέμφις | 0 |
| 1.7.1 | 3 | ἀπέκτεινε δὲ καὶ ἄλλον ἀδελφὸν γεγονότα ἐξ Εὐρυδίκης, Κυπρίους ἀφιστάντα αἰσθόμενος. | He likewise killed another brother, the son of Eurydice, when he discovered that he was planning a revolt among the Cyprians. | ἀποκτείνω δέ καί ἄλλος ἀδελφός γίγνομαι ἐκ Εὐρυδίκη Κύπριος ἀφίστημι αἰσθάνομαι | 0 |
| 1.7.1 | 4 | Μάγας δὲ ἀδελφὸς ὁμομήτριος Πτολεμαίου παρὰ Βερενίκης τῆς μητρὸς ἀξιωθεὶς ἐπιτροπεύειν Κυρήνην--- ἐγεγόνει δὲ ἐκ Φιλίππου τῇ Βερενίκῃ Μακεδόνος μέν, ἄλλως δὲ ἀγνώστου καὶ ἑνὸς τοῦ δήμου---, τότε δὴ οὗτος ὁ Μάγας ἀποστήσας Πτολεμαίου Κυρηναίους ἤλαυνεν ἐπʼ Αἴγυπτον. | However, Magas, his maternal half-brother by his mother, Berenice—who had been designated governor of Cyrene (Magas was born to Berenice by Philip, a Macedonian otherwise obscure, from among the common people)—this Magas rebelled against Ptolemy, having won over the Cyreneans, and marched against Egypt. | μάγος δέ ἀδελφός ὁμομήτριος Πτολεμαῖος παρά Βερενίκη ὁ μήτηρ ἀξιόω ἐπιτροπεύω Κυρήνη γίγνομαι δέ ἐκ Φίλιππος ὁ Βερενίκη Μακεδών μέν ἄλλως δέ ἄγνωστος καί εἷς ὁ δῆμος τότε δή οὗτος ὁ μάγος ἀφίστημι Πτολεμαῖος Κυρηναῖος ἐλαύνω ἐπί Αἴγυπτος | 0 |
| 1.7.2 | 1 | καὶ Πτολεμαῖος μὲν τὴν ἐσβολὴν φραξάμενος ὑπέμενεν ἐπιόντας Κυρηναίους. | Ptolemy, having secured the entrance, awaited the approaching Cyrenaeans. | καί Πτολεμαῖος μέν ὁ ἐσβολή φράσσω ὑπομένω ἔπειμι Κυρηναῖος | 0 |
| 1.7.2 | 2 | Μάγᾳ δὲ ἀπαγγέλλεται καθʼ ὁδὸν ἀφεστηκέναι Μαρμαρίδας· | But a report came to Magas along the way that the Marmaridae had revolted. | μάγος δέ ἀπαγγέλλω κατά ὁδός ἀφεστήκω Μαρμαρίδαι | 0 |
| 1.7.2 | 3 | εἰσὶ δὲ Λιβύων οἱ Μαρμαρίδαι τῶν νομάδων. | These Marmaridae are nomadic Libyans. | εἰμί δέ Λίβυς ὁ Μαρμαρίδαι ὁ νομάς | 0 |
| 1.7.2 | 4 | καὶ τότε μὲν ἐς Κυρήνην ἀπηλλάσσετο· | Thus at that time he withdrew to Cyrene. | καί τότε μέν εἰς Κυρήνη ἀπαλλάσσω | 0 |
| 1.7.2 | 5 | Πτολεμαῖον δὲ ὡρμημένον διώκειν αἰτία τοιάδε ἐπέσχεν. | But when Ptolemy was ready to pursue him, he was prevented by the following circumstance. | Πτολεμαῖος δέ ὁρμημένος διώκω αἰτία τοιόσδε ἐπέχω | 0 |
| 1.7.2 | 6 | ἡνίκα παρεσκευάζετο ἐπιόντα ἀμύνεσθαι Μάγαν, ξένους ἐπηγάγετο καὶ ἄλλους καὶ Γαλάτας ἐς τετρακισχιλίους· | When constructing his defenses against the advance of Magas, he had brought in foreign mercenaries, including some four thousand Galatians. | ἡνίκα παρασκευάζω ἔπειμι ἀμύνομαι μάγας ξένος ἐπάγω καί ἄλλος καί Γαλάτης εἰς τετρακισχίλιοι | 0 |
| 1.7.2 | 7 | τούτους λαβὼν ἐπιβουλεύοντας κατασχεῖν Αἴγυπτον, ἀνήγαγε σφᾶς ἐς νῆσον ἔρημον διὰ τοῦ ποταμοῦ. | Learning that these intended to seize control of Egypt, he conveyed them to a deserted island by way of the river. | οὗτος λαμβάνω ἐπιβουλεύω κατέχω Αἴγυπτος ἀνάγω σφεῖς εἰς νῆσος ἔρημος διά ὁ ποταμός | 0 |
| 1.7.2 | 8 | καὶ οἱ μὲν ἐνταῦθα ἀπώλοντο ὑπό τε ἀλλήλων καὶ τοῦ λιμοῦ· | There they perished, partly at each other's hands and partly through famine. | καί ὁ μέν ἐνταῦθα ἀπόλλυμι ὑπό τε ἀλλήλων καί ὁ λιμός | 0 |
| 1.7.3 | 1 | Μάγας δὲ ἤδη γυναῖκα ἔχων Ἀπάμην Ἀντιόχου τοῦ Σελεύκου θυγατέρα, ἔπεισεν Ἀντίοχον παραβάντα ἃς ὁ πατήρ οἱ Σέλευκος ἐποιήσατο συνθήκας πρὸς Πτολεμαῖον, ἐλαύνειν ἐπʼ Αἴγυπτον. | Now, Magas, having already married Apame, the daughter of Antiochus son of Seleucus, persuaded Antiochus to break the treaty his father Seleucus had made with Ptolemy and to march against Egypt. | μάγος δέ ἤδη γυνή ἔχω ἀπάομαι Ἀντίοχος ὁ Σελεύκος θυγάτηρ πείθω Ἀντίοχος παραβαίνω ὅς ὁ πατήρ ὁ Σελευκός ποιέω συνθήκη πρός Πτολεμαῖος ἐλαύνω ἐπί Αἴγυπτος | 0 |
| 1.7.3 | 2 | ὡρμημένου δὲ Ἀντιόχου στρατεύειν, Πτολεμαῖος διέπεμψεν ἐς ἅπαντας ὧν ἦρχεν Ἀντίοχος, τοῖς μὲν ἀσθενεστέροις λῃστὰς κατατρέχειν τὴν γῆν, οἳ δὲ ἦσαν δυνατώτεροι στρατιᾷ κατεῖργεν, ὥστε Ἀντιόχῳ μήποτε ἐγγενέσθαι στρατεύειν ἐπʼ Αἴγυπτον. | But when Antiochus prepared to invade, Ptolemy dispatched forces throughout all the territories under Antiochus' rule; against the weaker lands he sent raiders who devastated the country, while against those stronger he brought armies to attack, so that Antiochus was never able even to begin his campaign against Egypt. | ὁρμάω δέ Ἀντίοχος στρατεύω Πτολεμαῖος διαπέμπω εἰς ἅπας ὅς ἄρχω Ἀντίοχος ὁ μέν ἀσθενής λῃστής κατατρέχω ὁ γῆ ὅς δέ εἰμί δυνατός στρατιά κατείργω ὥστε Ἀντίοχος μήποτε ἐγγίγνομαι στρατεύω ἐπί Αἴγυπτος | 0 |
| 1.7.3 | 3 | οὗτος ὁ Πτολεμαῖος καὶ πρότερον εἴρηταί μοι ὡς ναυτικὸν ἔστειλεν ἐς τὴν Ἀθηναίων συμμαχίαν ἐπʼ Ἀντίγονον καὶ Μακεδόνας· ἀλλὰ γὰρ ἀπʼ αὐτοῦ οὐδὲν μέγα ἐγένετο ἐς σωτηρίαν Ἀθηναίοις. | This Ptolemy, as I mentioned earlier, had once sent a naval force to assist Athens in their alliance against Antigonus and the Macedonians, though from him nothing significant resulted in the salvation of the Athenians. | οὗτος ὁ Πτολεμαῖος καί πρότερον εἴρω ἐγώ ὡς ναυτικός στέλλω εἰς ὁ Ἀθηναῖος συμμαχία ἐπί Ἀντίγονος καί Μακεδών ἀλλά γάρ ἀπό αὐτός οὐδέν μέγας γίγνομαι εἰς σωτηρία Ἀθηναῖος | 0 |
| 1.7.3 | 4 | οἱ δέ οἱ παῖδες ἐγένοντο ἐξ Ἀρσινόης, οὐ τῆς ἀδελφῆς, Λυσιμάχου δὲ θυγατρός· | His children were born to him from Arsinoë, not Arsinoë his sister, but the daughter of Lysimachus. | ὁ δέ ὁ παῖς γίγνομαι ἐκ Ἀρσινόη οὐ ὁ ἀδελφή Λυσιμάχος δέ θυγάτηρ | 0 |
| 1.7.3 | 5 | τὴν δέ οἱ συνοικήσασαν ἀδελφὴν κατέλαβεν ἔτι πρότερον ἀποθανεῖν ἄπαιδα, καὶ νομός ἐστιν ἀπʼ αὐτῆς Ἀρσινοΐτης Αἰγυπτίοις. | His sister, whom he had also married, had previously died childless, and an Egyptian district, the Arsinoite nome, is named for her. | ὁ δέ ὁ συνοικέω ἀδελφή καταλαμβάνω ἔτι πρότερον ἀποθνῄσκω ἄπαις καί νομός εἰμί ἀπό αὐτός Ἀρσινόητης Αἰγύπτιος | 0 |