Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 2.1.1 | 1 | ἡ δὲ Κορινθία χώρα μοῖρα οὖσα τῆς Ἀργείας ἀπὸ Κορίνθου τὸ ὄνομα ἔσχηκε. | The land of Corinth was originally part of the Argive territory, and took its name from Corinth. | ὁ δέ Κορινθία χώρα μοῖρα εἰμί ὁ Ἀργεία ἀπό Κόρινθος ὁ ὄνομα ἔχω | 0 |
| 2.1.1 | 2 | Διὸς δὲ εἶναι Κόρινθον οὐδένα οἶδα εἰπόντα πω σπουδῇ πλὴν Κορινθίων τῶν πολλῶν· | That Corinth was a son of Zeus, I know of no one who has seriously asserted, except indeed the generality of the Corinthians themselves. | Ζεύς δέ εἰμί Κόρινθος οὐδείς οἶδα λέγω πω σπουδή πλήν Κορινθιος ὁ πολύς | 0 |
| 2.1.1 | 3 | Εὔμηλος δὲ ὁ Ἀμφιλύτου τῶν Βακχιδῶν καλουμένων, ὃς καὶ τὰ ἔπη λέγεται ποιῆσαι, φησὶν ἐν τῇ Κορινθίᾳ συγγραφῇ---εἰ δὲ Εὐμήλου γε ἡ συγγραφή---Ἐφύραν Ὠκεανοῦ θυγατέρα οἰκῆσαι πρῶτον ἐν τῇ γῇ ταύτῃ, Μαραθῶνα δὲ ὕστερον τὸν Ἐπωπέως τοῦ Ἀλωέως τοῦ Ἡλίου φεύγοντα ἀνομίαν καὶ ὕβριν τοῦ πατρὸς ἐς τὰ παραθαλάσσια μετοικῆσαι τῆς Ἀττικῆς, ἀποθανόντος δὲ Ἐπωπέως ἀφικόμενον ἐς Πελοπόννησον καὶ τὴν ἀρχὴν διανείμαντα τοῖς παισὶν αὐτὸν ἐς τὴν Ἀττικὴν αὖθις ἀναχωρῆσαι, | Eumelus, however, the son of Amphilytus, one of the family called the Bacchiadae, who is said also to have composed epic poems, says in his Corinthian History (if indeed this work truly belongs to Eumelus), that Ephyra, daughter of Ocean, was first to dwell in this land, and that afterward Marathon, son of Epopeus, son of Aloeus, son of Helios, fleeing from his father’s lawlessness and insolence, migrated to the sea-coast of Attica; that upon the death of Epopeus he returned to the Peloponnese, divided the kingdom among his sons, and then again withdrew back to Attica. | εὔμηλος δέ ὁ ἀμφιλυτός ὁ Βακχίς καλέω ὅς καί ὁ ἔπος λέγω ποιέω φημί ἐν ὁ Κορινθία συγραφή εἰ δέ εὔμηλος γε ὁ συγγραφή ἐφυραῖος Ὠκεανός θυγάτηρ οἰκέω πρῶτος ἐν ὁ γῆ οὗτος Μαραθών δέ ὕστερον ὁ ἐπωπής ὁ Ἀλωεύς ὁ ἥλιος φεύγω ἀνομία καί ὕβρις ὁ πατήρ εἰς ὁ παραθαλάσσιος μετοικέω ὁ Ἀττικός ἀποθνῄσκω δέ ἐπωπής ἀφικνέομαι εἰς Πελοπόννησος καί ὁ ἀρχή διανέμω ὁ παῖς αὐτός εἰς ὁ Ἀττικός αὖθις ἀναχωρέω | 0 |
| 2.1.1 | 4 | καὶ ἀπὸ μὲν Σικυῶνος τὴν Ἀσωπίαν, ἀπὸ δὲ Κορίνθου τὴν Ἐφυραίαν μετονομασθῆναι. | It was from his son Sicyon that the land called Asopia took its name; and from his son Corinth, the region previously known as Ephyraea was renamed. | καί ἀπό μέν Σικυών ὁ Ἀσωπία ἀπό δέ Κόρινθος ὁ φυράω μετονομάζω | 0 |
| 2.1.2 | 1 | Κόρινθον δὲ οἰκοῦσι Κορινθίων μὲν οὐδεὶς ἔτι τῶν ἀρχαίων, ἔποικοι δὲ ἀποσταλέντες ὑπὸ Ῥωμαίων. | No one of the ancient Corinthians still dwells in Corinth, but settlers who were sent there by the Romans. | Κόρινθος δέ οἰκέω Κορινθιος μέν οὐδείς ἔτι ὁ ἀρχαῖος ἔποικος δέ ἀποστέλλω ὑπό Ῥωμαῖος | 0 |
| 2.1.2 | 2 | αἴτιον δὲ τὸ συνέδριον τὸ Ἀχαιῶν· | The cause of this lies in the Achaean League. | αἴτιος δέ ὁ συνέδριον ὁ Ἀχαιός | 0 |
| 2.1.2 | 3 | συντελοῦντες γὰρ ἐς αὐτὸ καὶ οἱ Κορίνθιοι μετέσχον τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους, ὃν Κριτόλαος στρατηγεῖν Ἀχαιῶν ἀποδειχθεὶς παρεσκεύασε γενέσθαι τούς τε Ἀχαιοὺς ἀναπείσας ἀποστῆναι καὶ τῶν ἔξω Πελοποννήσου τοὺς πολλούς. | For the Corinthians, as they were members of this federation, took part in the war against the Romans, a conflict prepared and incited by the Achaean general Critolaus, who convinced the Achaeans to revolt, along with many others outside the Peloponnese. | συντελέω γάρ εἰς αὐτός καί ὁ Κορίνθιος μετέχω ὁ πόλεμος ὁ πρός Ῥωμαῖος ὅς Κριτόλαος στρατηγεῖν Ἀχαιός ἀποδείκνυμι παρασκευάζω γίγνομαι ὁ τε Ἀχαιός ἀναπείθω ἀφίστημι καί ὁ ἔξω Πελοπόννησος ὁ πολύς | 0 |
| 2.1.2 | 4 | Ῥωμαῖοι δὲ ὡς ἐκράτησαν τῷ πολέμῳ, παρείλοντο μὲν καὶ τῶν ἄλλων Ἑλλήνων τὰ ὅπλα καὶ τείχη περιεῖλον ὅσαι τετειχισμέναι πόλεις ἦσαν· Κόρινθον δὲ ἀνάστατον Μομμίου ποιήσαντος τοῦ τότε ἡγουμένου τῶν ἐπὶ στρατοπέδου Ῥωμαίων, | When the Romans prevailed in this war, they confiscated the weapons from the other Greeks as well and destroyed the fortifications of the formerly walled cities; Corinth, however, was razed to the ground by Mummius, who at that time was the commander of the Roman army. | Ῥωμαῖος δέ ὡς κρατέω ὁ πόλεμος παροίχομαι μέν καί ὁ ἄλλος Ἕλλην ὁ ὅπλον καί τεῖχος περίειλον ὅσος τειχίζω πόλις εἰμί Κόρινθος δέ ἀνάστατος Μόμμιος ποιέω ὁ τότε ἡγέομαι ὁ ἐπί στρατόπεδον Ῥωμαῖος | 0 |
| 2.1.2 | 5 | ὕστερον λέγουσιν ἀνοικίσαι Καίσαρα, ὃς πολιτείαν ἐν Ῥώμῃ πρῶτος τὴν ἐφʼ ἡμῶν κατεστήσατο· ἀνοικίσαι δὲ καὶ Καρχηδόνα ἐπὶ τῆς ἀρχῆς τῆς αὐτοῦ. | Later, it is said, Corinth was re-founded by Caesar, the first who established the government prevailing in my own day at Rome; and during his rule he also restored Carthage. | ὕστερον λέγω ἀνοικίζω Καῖσαρ ὅς πολιτεία ἐν ῥώμη πρῶτος ὁ ἐπί ἐγώ καθίστημι ἀνοικίζω δέ καί Καρχηδών ἐπί ὁ ἀρχή ὁ αὐτός | 0 |
| 2.1.3 | 1 | τῆς δὲ Κορινθίας ἐστὶ γῆς καὶ ὁ καλούμενος Κρομυὼν ἀπὸ τοῦ Κρόμου τοῦ Ποσειδῶνος. | Within Corinthian territory lies also the place called Cromyon, named after Cromus, the son of Poseidon. | ὁ δέ Κορινθία εἰμί γῆ καί ὁ καλέω κρομύων ἀπό ὁ κρόμος ὁ Ποσειδῶν | 0 |
| 2.1.3 | 2 | ἐνταῦθα τραφῆναί φασι Φαιὰν, καὶ τῶν λεγομένων Θησέως καὶ τὸ ἐς τὴν ὗν ταύτην ἐστὶν ἔργον. | There, they say, the sow Phaea was nurtured, and among the notable deeds of Theseus is his encounter with this sow. | ἐνταῦθα τρέφω φημί φαιός καί ὁ λέγω Θησεύς καί ὁ εἰς ὁ ὗς οὗτος εἰμί ἔργον | 0 |
| 2.1.3 | 3 | προϊοῦσι δὲ ἡ πίτυς ἄχρι γε ἐμοῦ πεφύκει παρὰ τὸν αἰγιαλὸν καὶ Μελικέρτου βωμὸς ἦν. | Proceeding onward, a pine tree grew by the shore up until my day, and there was an altar of Melicertes. | πρόειμι δέ ὁ πίτυς ἄχρι γε ἐγώ πεφύω παρά ὁ αἰγιαλός καί Μελικέρτης βωμός εἰμί | 0 |
| 2.1.3 | 4 | ἐς τοῦτον τὸν τόπον ἐκκομισθῆναι τὸν παῖδα ὑπὸ δελφῖνος λέγουσι· κειμένῳ δὲ ἐπιτυχόντα Σίσυφον θάψαι τε ἐν τῷ ἰσθμῷ καὶ τὸν ἀγῶνα ἐπʼ αὐτῷ ποιῆσαι τῶν Ἰσθμίων. | They recount that Melicertes was carried to this spot by a dolphin, and that Sisyphus, who found the boy lying here, buried him on the Isthmus and established the games of the Isthmia in his honor. | εἰς οὗτος ὁ τόπος ἐκκομίζω ὁ παῖς ὑπό δελφίς λέγω κεῖμαι δέ ἐπιτυγχάνω Σίσυφος θάπτω τε ἐν ὁ Ἰσθμός καί ὁ ἀγών ἐπί αὐτός ποιέω ὁ Ἰσθμός | 0 |
| 2.1.4 | 1 | ἔστι δὲ ἐπὶ τοῦ ἰσθμοῦ τῆς ἀρχῆς, ἔνθα ὁ λῃστὴς Σίνις λαμβανόμενος πιτύων ἦγεν ἐς τὸ κάτω σφᾶς· | At the very entrance of the Isthmus is the spot where the robber Sinis used to bend down pine trees to the ground. | εἰμί δέ ἐπί ὁ Ἰσθμός ὁ ἀρχή ἔνθα ὁ λῃστής Σίνις λαμβάνομαι πίτυς ἄγω εἰς ὁ κάτω σφεῖς | 0 |
| 2.1.4 | 2 | ὁπόσων δὲ μάχῃ κρατήσειεν, ἀπʼ αὐτῶν δήσας ἀφῆκεν ἂν τὰ δένδρα ἄνω φέρεσθαι· | Whenever he overcame any man in combat, Sinis would bind him between two pines, after which he released the trees, letting them spring upright. | ὁπόσος δέ μάχη κρατέω ἀπό αὐτός δησάς ἀφίημι ἄν ὁ δένδρον ἄνω φέρω | 0 |
| 2.1.4 | 3 | ἐνταῦθα ἑκατέρα τῶν πιτύων τὸν δεθέντα ἐφʼ αὑτὴν εἷλκε, καὶ τοῦ δεσμοῦ μηδετέρωσε εἴκοντος ἀλλʼ ἀμφοτέρωθεν ἐπʼ ἴσης βιαζομένου διεσπᾶτο ὁ δεδεμένος. | Both trees then violently pulled the tied man toward themselves, and since the bonds yielded neither way but exerted equal force from both sides, the captive was torn apart. | ἐνταῦθα ἑκάτερος ὁ πίτυς ὁ δέω ἐπί ἑαυτῆς ἕλκω καί ὁ δεσμός μηδετέρωσε εἴκω ἀλλά ἀμφοτέρωθεν ἐπί ἴσος βιάζω διασπάω ὁ δέω | 0 |
| 2.1.4 | 4 | τοιούτῳ διεφθάρη τρόπῳ καὶ αὐτὸς ὑπὸ Θησέως ὁ Σίνις· ἐκάθηρε γὰρ Θησεὺς τῶν κακούργων τὴν ὁδὸν τὴν ἐς Ἀθήνας ἐκ Τροιζῆνος, οὕς τε πρότερον κατηρίθμησα ἀνελὼν καὶ ἐν Ἐπιδαύρῳ τῇ ἱερᾷ Περιφήτην Ἡφαίστου νομιζόμενον, κορύνῃ χαλκῇ χρώμενον ἐς τὰς μάχας. | In this same fashion Sinis himself was destroyed by Theseus, who cleared of such criminals the road from Troezen to Athens, having slain those whom I previously enumerated, and also Periphetes in sacred Epidaurus, considered the son of Hephaestus, who used a bronze club in battle. | τοιοῦτος διαφθείρω τρόπος καί αὐτός ὑπό Θησεύς ὁ Σίνις καθαίρω γάρ Θησεύς ὁ κακούργος ὁ ὁδός ὁ εἰς Ἀθήνη ἐκ Τροιζήν ὅς τε πρότερον καταριθμέω ἀναιρέω καί ἐν Ἐπίδαυρος ὁ ἱερός περιφήτης Ἥφαιστος νομίζω κόρυς χαλκός χράομαι εἰς ὁ μάχη | 0 |
| 2.1.5 | 1 | καθήκει δὲ ὁ τῶν Κορινθίων ἰσθμὸς τῇ μὲν ἐς τὴν ἐπὶ Κεγχρέαις, τῇ δὲ ἐς τὴν ἐπὶ Λεχαίῳ θάλασσαν· τοῦτο γὰρ ἤπειρον ποιεῖ τὴν ἐντὸς χώραν. | The Isthmus of the Corinthians stretches on one side towards the sea near Cenchreae, and on the other towards the sea at Lechaeum; it is this that makes the inland region a part of the mainland. | καθήκω δέ ὁ ὁ Κορινθιος Ἰσθμός ὁ μέν εἰς ὁ ἐπί Κεγχρέαι ὁ δέ εἰς ὁ ἐπί λέχος θάλασσα οὗτος γάρ ἤπειρος ποιέω ὁ ἐντός χώρα | 0 |
| 2.1.5 | 2 | ὃς δὲ ἐπεχείρησε Πελοπόννησον ἐργάσασθαι νῆσον, προαπέλιπε διορύσσων ἰσθμόν· | He who first attempted to turn the Peloponnese into an island abandoned his work of digging through the Isthmus before completion. | ὅς δέ ἐπιχειρέω Πελοπόννησος ἐργάζομαι νῆσος προαπολείπω διορύσσω Ἰσθμός | 0 |
| 2.1.5 | 3 | καὶ ὅθεν μὲν διορύσσειν ἤρξαντο δῆλόν ἐστιν, ἐς δὲ τὸ πετρῶδες οὐ προεχώρησαν ἀρχήν· μένει δὲ ὡς πεφύκει καὶ νῦν ἤπειρος ὤν. | The place where they began digging is clearly visible, but they failed entirely to proceed into the solid rock, so the region remains as nature formed it, continuing even now as part of the mainland. | καί ὅθεν μέν διορύσσω ἄρχω δῆλος εἰμί εἰς δέ ὁ πετρώδης οὐ προχωρέω ἀρχή μένω δέ ὡς πεφύω καί νῦν ἤπειρος εἰμί | 0 |
| 2.1.5 | 4 | Ἀλεξάνδρῳ τε τῷ Φιλίππου διασκάψαι Μίμαντα ἐθελήσαντι μόνον τοῦτο οὐ προεχώρησε τὸ ἔργον· | Even Alexander, the son of Philip, who wished to cut through Mount Mimas, found only in this endeavor that his efforts were unsuccessful. | Ἀλέξανδρος τε ὁ Φίλιππος διασκάπτω Μίμας ἐθέλω μόνος οὗτος οὐ προχωρέω ὁ ἔργον | 0 |
| 2.1.5 | 5 | Κνιδίους δὲ ἡ Πυθία τὸν ἰσθμὸν ὀρύσσοντας ἔπαυσεν. | Likewise, the Pythian oracle stopped the Cnidians as they were digging through their isthmus. | κνίδιος δέ ὁ Πυθία ὁ Ἰσθμός ὀρύσσω παύω | 0 |
| 2.1.5 | 6 | οὕτω χαλεπὸν ἀνθρώπῳ τὰ θεῖα βιάσασθαι. | Thus difficult it is for man to force what the gods ordain. | οὕτως χαλεπός ἄνθρωπος ὁ θεῖος βιάζομαι | 0 |
| 2.1.6 | 1 | τὸ δὲ οὐ Κορινθίοις μόνον περὶ τῆς χώρας ἐστὶν εἰρημένον, ἀλλὰ ἐμοὶ δοκεῖν Ἀθηναῖοι πρῶτοι περὶ τῆς Ἀττικῆς ἐσεμνολόγησαν· | This boastful claim concerning their land is not unique to the Corinthians; rather, it seems to me the Athenians were the first to extol Attica in such a manner. | ὁ δέ οὐ Κορίνθιος μόνος περί ὁ χώρα εἰμί λέγω ἀλλά ἐγώ δοκέω Ἀθηναῖος πρῶτος περί ὁ Ἀττικός σεμνολογέω | 0 |
| 2.1.6 | 2 | λέγουσι δὲ καὶ οἱ Κορίνθιοι Ποσειδῶνα ἐλθεῖν Ἡλίῳ περὶ τῆς γῆς ἐς ἀμφισβήτησιν, Βριάρεων δὲ διαλλακτὴν γενέσθαι σφίσιν, ἰσθμὸν μὲν καὶ ὅσα ταύτῃ δικάσαντα εἶναι Ποσειδῶνος, τὴν δὲ ἄκραν Ἡλίῳ δόντα τὴν ὑπὲρ τῆς πόλεως. | As for the Corinthians, they also say that Poseidon disputed with Helios over their territory, and that Briareus acted as arbitrator between them, assigning the Isthmus and the territory surrounding it to Poseidon, while granting to Helios the promontory that rises above the city. | λέγω δέ καί ὁ Κορίνθιος Ποσειδῶν ἔρχομαι ἥλιος περί ὁ γῆ εἰς ἀμφισβήτησις Βριάρεως δέ διαλλακτής γίγνομαι σφεῖς Ἰσθμός μέν καί ὅσος οὗτος δικάζω εἰμί Ποσειδῶν ὁ δέ ἄκρα ἥλιος δίδωμι ὁ ὑπέρ ὁ πόλις | 0 |
| 2.1.6 | 3 | ἀπὸ μὲν τούτου λέγουσιν εἶναι τὸν ἰσθμὸν Ποσειδῶνος· | They say this is why the Isthmus belongs to Poseidon. | ἀπό μέν οὗτος λέγω εἰμί ὁ Ἰσθμός Ποσειδῶν | 0 |
| 2.1.7 | 1 | θέας δὲ αὐτόθι ἄξια ἔστι μὲν θέατρον, ἔστι δὲ στάδιον λίθου λευκοῦ. | Noteworthy sights at this place include a theater and a stadium made of white stone. | θέα δέ αὐτόθι ἄξιος εἰμί μέν θέατρον εἰμί δέ στάδιον λίθος λευκός | 0 |
| 2.1.7 | 2 | ἐλθόντι δὲ ἐς τοῦ θεοῦ τὸ ἱερὸν τοῦτο μὲν ἀθλητῶν νικησάντων· τὰ Ἴσθμια ἑστήκασιν εἰκόνες, τοῦτο δὲ πιτύων δένδρα ἐστὶ πεφυτευμένα ἐπὶ στοίχου, τὰ πολλὰ ἐς εὐθὺ αὐτῶν ἀνήκοντα. | On the approach to the sanctuary of the god, there are statues of athletes who have won victories at the Isthmian games, and there is also a row of pine trees planted in a straight line, most of them standing upright. | ἔρχομαι δέ εἰς ὁ θεός ὁ ἱερός οὗτος μέν ἀθλητής νικάω ὁ Ἴσθμια ἵστημι εἰκών οὗτος δέ πίτυς δένδρον εἰμί φυτεύω ἐπί στοῖχος ὁ πολύς εἰς εὐθύς αὐτός ἀνήκω | 0 |
| 2.1.7 | 3 | τῷ ναῷ δὲ ὄντι μέγεθος οὐ μείζονι ἐφεστήκασι Τρίτωνες χαλκοῖ. | Near the temple itself, which is of moderate size, stand bronze Tritons. | ὁ ναός δέ εἰμί μέγεθος οὐ μείζων ἐφίστημι Τρίτων χαλκοῦς | 0 |
| 2.1.7 | 4 | καὶ ἀγάλματά ἐστιν ἐν τῷ προνάῳ δύο μὲν Ποσειδῶνος, τρίτον δὲ Ἀμφιτρίτης, καὶ Θάλασσα καὶ αὕτη χαλκῆ. | In the pronaos are statues: two of Poseidon and a third of Amphitrite, and also a representation in bronze of the sea (Thalassa). | καί ἄγαλμα εἰμί ἐν ὁ προνάος δύο μέν Ποσειδῶν τρίτος δέ Ἀμφιτρίτη καί θάλασσα καί οὗτος χαλκοῦς | 0 |
| 2.1.7 | 5 | τὰ δὲ ἔνδον ἐφʼ ἡμῶν ἀνέθηκεν Ἡρώδης Ἀθηναῖος, ἵππους τέσσαρας ἐπιχρύσους πλὴν τῶν ὁπλῶν· ὁπλαὶ δέ σφισίν εἰσιν ἐλέφαντος. | The inner decorations were dedicated in my time by Herodes the Athenian, including four horses overlaid with gold except for their hooves, which are made of ivory. | ὁ δέ ἔνδον ἐπί ἐγώ ἀνατίθημι Ἡρώδης Ἀθηναῖος ἵππος τέσσαρες ἐπιχρύσεος πλήν ὁ ὁπλή ὁπλή δέ σφεῖς εἰμί ἐλέφας | 0 |
| 2.1.8 | 1 | καὶ Τρίτωνες δύο παρὰ τοὺς ἵππους εἰσὶ χρυσοῖ, τὰ μετʼ ἰξὺν ἐλέφαντος καὶ οὗτοι· | Beside the horses there are two golden Tritons, with ivory used in parts of them also. | καί Τρίτων δύο παρά ὁ ἵππος εἰμί χρύσεος ὁ μετά ἰξύς ἐλέφας καί οὗτος | 0 |
| 2.1.8 | 2 | τῷ δὲ ἅρματι Ἀμφιτρίτη καὶ Ποσειδῶν ἐφεστήκασι, καὶ παῖς ὀρθός ἐστιν ἐπὶ δελφῖνος ὁ Παλαίμων· | Poseidon and Amphitrite stand upon the chariot, and Palaemon stands upright upon a dolphin. | ὁ δέ ἅρμα Ἀμφιτρίτη καί Ποσειδῶν ἐφίστημι καί παῖς ὀρθός εἰμί ἐπί δελφίς ὁ Παλαίμων | 0 |
| 2.1.8 | 3 | ἐλέφαντος δὲ καὶ χρυσοῦ καὶ οὗτοι πεποίηνται. | These figures likewise are fashioned from ivory and gold. | ἐλέφας δέ καί χρυσός καί οὗτος ποιέω | 0 |
| 2.1.8 | 4 | τῷ βάθρῳ δὲ ἐφʼ οὗ τὸ ἅρμα μέση μὲν ἐπείργασται Θάλασσα ἀνέχουσα Ἀφροδίτην παῖδα, | On the pedestal bearing the chariot a figure of Thalassa ("the Sea") is wrought in the centre, holding up her daughter Aphrodite. | ὁ βάθρον δέ ἐπί ὅς ὁ ἅρμα μέσος μέν ἐπεργάζομαι θάλασσα ἀνέχω Ἀφροδίτη παῖς | 0 |
| 2.1.8 | 5 | ἑκατέρωθεν δέ εἰσιν αἱ Νηρηίδες καλούμεναι. | On either side are the figures known as the Nereids. | ἑκατέρωθεν δέ εἰμί ὁ Νηρηίς καλέω | 0 |
| 2.1.8 | 6 | ταύταις καὶ ἑτέρωθι τῆς Ἑλλάδος βωμοὺς οἶδα ὄντας, τοὺς δὲ καὶ τεμένη σφίσιν ἀναθέντας † ποιμαίνισιν , ἔνθα καὶ Ἀχιλλεῖ τιμαί· | I know of altars dedicated to them also elsewhere in Greece, and there are precincts that communities established for them especially near the seashore, where honours are also paid to Achilles. | οὗτος καί ἑτέρωθι ὁ Ἑλλάς βωμός οἶδα εἰμί ὁ δέ καί τέμενος σφεῖς ἀνατίθημι ποιμαίνω ἔνθα καί Ἀχιλλεύς τιμή | 0 |
| 2.1.8 | 7 | Δωτοῦς δὲ ἐν Γαβάλοις ἱερόν ἐστιν ἅγιον, ἔνθα πέπλος ἔτι ἐλείπετο, ὃν Ἕλληνες Ἐριφύλην λέγουσιν ἐπὶ τῷ παιδὶ λαβεῖν Ἀλκμαίωνι. | At Gabala in Doton there is a sanctuary held in reverence, wherein was preserved the robe which, according to the Greek tradition, Eriphyle received as payment for betraying her son Alcmaeon. | δωτός δέ ἐν γαβάλιον ἱερόν εἰμί ἅγιος ἔνθα πέπλος ἔτι λείπω ὅς Ἕλλην Ἐριφύλη λέγω ἐπί ὁ παῖς λαμβάνω Ἀλκμαίων | 0 |
| 2.1.9 | 1 | τοῦ Ποσειδῶνος δέ εἰσιν ἐπειργασμένοι τῷ βάθρῳ καὶ οἱ Τυνδάρεω παῖδες, ὅτι δὴ σωτῆρες καὶ οὗτοι νεῶν καὶ ἀνθρώπων εἰσὶ ναυτιλλομένων. | Upon Poseidon's pedestal there are also carved the sons of Tyndareus, since they too are saviors of ships and of men at sea. | ὁ Ποσειδῶν δέ εἰμί ἐπεργάζομαι ὁ βάθρον καί ὁ Τυνδάρεως παῖς ὅτι δή σωτήρ καί οὗτος ναῦς καί ἀνήρ εἰμί ναυτίλλομαι | 0 |
| 2.1.9 | 2 | τὰ δὲ ἄλλα ἀνάκειται Γαλήνης ἄγαλμα καὶ Θαλάσσης καὶ ἵππος εἰκασμένος κήτει τὰ μετὰ τὸ στέρνον, Ἰνώ τε καὶ Βελλεροφόντης καὶ ὁ ἵππος ὁ Πήγασος. | In addition, dedicated here are statues of Galene ("Calm") and Thalassa ("Sea"), and a horse depicted with the hind parts resembling a sea-monster, as well as Ino, Bellerophon, and the horse Pegasus. | ὁ δέ ἄλλος ἀνάκειμαι γαλήνη ἄγαλμα καί θάλασσα καί ἵππος εἰκάζω κῆτος ὁ μετά ὁ στέρνον Ἰνώ τε καί βελλεροφόντης καί ὁ ἵππος ὁ Πήγασος | 0 |