Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 2.19.1 | 1 | τὰ μὲν οὖν Κρεσφόντου καὶ τῶν Ἀριστοδήμου παίδων οὐκ ἤπειγεν ὁ λόγος με ἐνταῦθα δηλῶσαι· | As for the story of Cresphontes and the sons of Aristodemus, the present account does not urgently compel me to relate it here. | ὁ μέν οὖν Κρέσφων καί ὁ Ἀριστόδημος παῖς οὐ ἀπειγέω ὁ λόγος ἐγώ ἐνταῦθα δηλόω | 0 |
| 2.19.1 | 2 | Τήμενος δὲ ἐκ μὲν τοῦ φανεροῦ Δηιφόντῃ τῷ Ἀντιμάχου τοῦ Θρασυάνορος τοῦ Κτησίππου τοῦ Ἡρακλέους στρατηγῷ πρὸς τὰς μάχας ἐχρήσατο ἀντὶ τῶν υἱῶν καὶ σύμβουλον ἐς πάντα εἶχεν, ἅτε αὐτόν τε ἐκεῖνον πεποιημένος πρότερον ἔτι γαμβρὸν καὶ τῶν παίδων ἀρεσκόμενος τῇ Ὑρνηθοῖ μάλιστα, ὑπωπτεύετο δὲ ἤδη καὶ τὴν βασιλείαν ἐς ἐκείνην καὶ Δηιφόντην τρέπειν. | Regarding Temenus, openly he entrusted the command of his army in battle to Deiphontes, son of Antimachus, son of Thrasyanor, son of Ctesippus, son of Heracles, employing him instead of his own sons and keeping him as his counsellor in all affairs, firstly because he had earlier made him his son-in-law, and secondly, because among his children, he most favored his daughter Hyrnetho; he had come, however, to be suspected of already diverting the kingdom to her and Deiphontes. | Τήμενος δέ ἐκ μέν ὁ φανερός Δηιφόντης ὁ Ἀντίμαχος ὁ θρασύανορ ὁ Κτήσιππος ὁ Ἡρακλῆς στρατηγός πρός ὁ μάχη χράομαι ἀντί ὁ υἱός καί σύμβουλος εἰς πᾶς ἔχω ἅτε αὐτός τε ἐκεῖνος ποιέω πρότερον ἔτι γαμβρός καί ὁ παῖς ἀρέσκω ὁ Ὑρνήθη μάλιστα ὑποπτεύω δέ ἤδη καί ὁ βασιλεία εἰς ἐκεῖνος καί Δηιφόντης τρέπω | 0 |
| 2.19.1 | 3 | ἐπεβουλεύθη δὲ τούτων ἕνεκα ὑπὸ τῶν υἱῶν· | For these reasons, plots were devised against him by his sons. | ἐπιβουλεύω δέ οὗτος ἕνεκα ὑπό ὁ υἱός | 0 |
| 2.19.1 | 4 | ἐκείνων δὲ αὐτῷ Κεῖσος πρεσβύτατος ὢν ἔσχε τὴν ἀρχήν. | And Ceisus, as the eldest of these sons, inherited his rule. | ἐκεῖνος δέ αὐτός κεῖσος πρέσβυς εἰμί ἔχω ὁ ἀρχή | 0 |
| 2.19.2 | 1 | Ἀργεῖοι δέ, ἅτε ἰσηγορίαν καὶ τὸ αὐτόνομον ἀγαπῶντες ἐκ παλαιοτάτου, τὰ τῆς ἐξουσίας τῶν βασιλέων ἐς ἐλάχιστον προήγαγον, ὡς Μήδωνι τῷ Κείσου καὶ τοῖς ἀπογόνοις τὸ ὄνομα λειφθῆναι τῆς βασιλείας μόνον. | But the Argives, loving equality of speech and autonomy from very ancient times, reduced the authority of their kings to the smallest extent, so that to Medon, son of Ceisus, and his descendants only the title of kingship remained. | Ἀργεῖος δέ ἅτε ἰσηγορία καί ὁ αὐτόνομος ἀγαπάω ἐκ παλαιότατος ὁ ὁ ἐξουσία ὁ βασιλεύς εἰς ἐλάχιστος προάγω ὡς Μήδων ὁ κεῖμαι καί ὁ ἀπόγονος ὁ ὄνομα λείπω ὁ βασιλεία μόνος | 0 |
| 2.19.2 | 2 | Μέλταν δὲ τὸν Λακήδου δέκατον ἀπόγονον Μήδωνος τὸ παράπαν ἔπαυσεν ἀρχῆς καταγνοὺς ὁ δῆμος. | Later, the people completely abolished the office when they deposed Meltas, son of Lacidas, a descendant of Medon in the tenth generation. | μέλας δέ ὁ Λακήδη δέκατος ἀπόγονος Μήδων ὁ παράπαν παύω ἀρχή καταγιγνώσκω ὁ δῆμος | 0 |
| 2.19.3 | 1 | Ἀργείοις δὲ τῶν ἐν τῇ πόλει τὸ ἐπιφανέστατόν ἐστιν Ἀπόλλωνος ἱερὸν Λυκίου. | Of the things in the city, the most notable sanctuary for the Argives is that of Apollo Lycius. | Ἀργεῖος δέ ὁ ἐν ὁ πόλις ὁ ἐπιφανέστατος εἰμί Ἀπόλλων ἱερός Λύκιος | 0 |
| 2.19.3 | 2 | τὸ μὲν οὖν ἄγαλμα τὸ ἐφʼ ἡμῶν Ἀττάλου ποίημα ἦν Ἀθηναίου, τὸ δὲ ἐξ ἀρχῆς Δαναοῦ καὶ ὁ ναὸς καὶ τὸ ξόανον ἀνάθημα ἦν· | The statue existing in my time was the work of Attalus the Athenian; originally, however, both the temple and the wooden image were dedicated by Danaus. | ὁ μέν οὖν ἄγαλμα ὁ ἐπί ἐγώ Ἄτταλος ποίημα εἰμί Ἀθηναῖος ὁ δέ ἐκ ἀρχή Δαναός καί ὁ ναός καί ὁ ξόανον ἀνάθημα εἰμί | 0 |
| 2.19.3 | 3 | ξόανα γὰρ δὴ τότε εἶναι πείθομαι πάντα καὶ μάλιστα τὰ Αἰγύπτια. | Indeed, I am persuaded that at that period images everywhere were wooden, especially those of Egyptian origin. | ξόανον γάρ δή τότε εἰμί πείθομαι πᾶς καί μάλιστα ὁ Αἴγυπτος | 0 |
| 2.19.3 | 4 | Δαναὸς δὲ ἱδρύσατο Λύκιον Ἀπόλλωνα ἐπʼ αἰτίᾳ τοιαύτῃ. | Danaus established the sanctuary of Apollo Lycius for the following reason: | Δαναός δέ ἱδρύομαι Λύκιον Ἀπόλλων ἐπί αἰτία τοιοῦτος | 0 |
| 2.19.3 | 5 | παραγενόμενος ἐς τὸ Ἄργος ἠμφισβήτει πρὸς Γελάνορα τὸν Σθενέλα περὶ τῆς ἀρχῆς. | upon arriving in Argos, he contested the rule with Gelanor, son of Sthenelas. | παραγίγνομαι εἰς ὁ Ἄργος ἀμφισβητέω πρός Γελάνωρ ὁ Σθενέλα περί ὁ ἀρχή | 0 |
| 2.19.3 | 6 | ῥηθέντων δὲ ἐπὶ τοῦ δήμου παρʼ ἀμφοτέρων πολλῶν τε καὶ ἐπαγωγῶν καὶ οὐχ ἧσσον δίκαια λέγειν τοῦ Γελάνορος δόξαντος, ὁ μὲν δῆμος ὑπερέθετο---φασὶν--- ἐς τὴν ἐπιοῦσαν κρίνειν· | When, before the people, many arguments convincing and just were presented by both sides, and Gelanor seemed no less persuasive in his claims to justice, the people—according to tradition—postponed their decision until the following day. | ῥηθείς δέ ἐπί ὁ δῆμος παρά ἀμφότεροι πολύς τε καί ἐπαγωγή καί οὐ ἧσσων δίκαιος λέγω ὁ γελάνορος δόξα ὁ μέν δῆμος ὑπερέχω φημί εἰς ὁ ἐπιοῦσα κρίνω | 0 |
| 2.19.4 | 1 | ἀρχομένης δὲ ἡμέρας ἐς βοῶν ἀγέλην νεμομένην πρὸ τοῦ τείχους ἐσπίπτει λύκος, προσπεσὼν δὲ ἐμάχετο πρὸς ταῦρον ἡγεμόνα τῶν βοῶν. | At daybreak, a wolf fell upon a herd of cattle grazing near the wall and, having attacked them, fought against the bull who led the herd. | ἄρχομαι δέ ἡμέρα εἰς βοῦς ἀγέλη νέμω πρό ὁ τεῖχος πίπτω λύκος προσπίπτω δέ μάχομαι πρός ταῦρος ἡγεμών ὁ βοῦς | 0 |
| 2.19.4 | 2 | παρίσταται δὴ τοῖς Ἀργείοις τῷ μὲν Γελάνορα, Δαναὸν δὲ εἰκάσαι τῷ λύκῳ, ὅτι οὔτε τὸ θηρίον τοῦτό ἐστιν ἀνθρώποις σύντροφον οὔτε Δαναός σφισιν ἐς ἐκεῖνο τοῦ χρόνου. | To the Argives it became evident that Gelanor was represented by the bull, and Danaus could be likened to the wolf, since this animal was not friendly toward men, just as Danaus had not been friendly toward them up to that time. | παρίσταμαι δή ὁ Ἀργεῖος ὁ μέν Γελάνωρ Δαναός δέ εἰκάζω ὁ λύκος ὅτι οὔτε ὁ θηρίον οὗτος εἰμί ἄνθρωπος σύτροφος οὔτε Δαναός σφεῖς εἰς ἐκεῖνος ὁ χρόνος | 0 |
| 2.19.4 | 3 | ἐπεὶ δὲ τὸν ταῦρον κατειργάσατο ὁ λύκος, διὰ τοῦτο ὁ Δαναὸς ἔσχε τὴν ἀρχήν. | When the wolf overcame the bull, for this reason Danaus secured the kingship. | ἐπεί δέ ὁ ταῦρος κατειργάζομαι ὁ λύκος διά οὗτος ὁ Δαναός ἔχω ὁ ἀρχή | 0 |
| 2.19.4 | 4 | οὕτω δὴ νομίζων Ἀπόλλωνα ἐπὶ τὴν ἀγέλην ἐπαγαγεῖν τῶν βοῶν τὸν λύκον, ἱδρύσατο Ἀπόλλωνος ἱερὸν Λυκίου. | Believing therefore that Apollo had sent the wolf against the herd of cattle, Danaus founded a sanctuary for Apollo Lyceius (Apollo of the Wolf). | οὕτως δή νομίζω Ἀπόλλων ἐπί ὁ ἀγέλη ἐπαγάγω ὁ βοῦς ὁ λύκος ἱδρύομαι Ἀπόλλων ἱερός Λύκιος | 0 |
| 2.19.5 | 1 | ἐνταῦθα ἀνάκειται μὲν θρόνος Δαναοῦ, κεῖται δὲ εἰκὼν Βίτωνος, ἀνὴρ ἐπὶ τῶν ὤμων φέρων ταῦρον· | Here stands the throne of Danaus, and here also is a statue of Biton, a man carrying a bull upon his shoulders. | ἐνταῦθα ἀνάκειμαι μέν θρόνος Δαναός κεῖμαι δέ εἰκών βίτων ἀνήρ ἐπί ὁ ὦμος φέρω ταῦρος | 0 |
| 2.19.5 | 2 | ὡς δὲ Λυκέας ἐποίησεν, ἐς Νεμέαν Ἀργείων ἀγόντων θυσίαν τῷ Διὶ ὁ Βίτων ὑπὸ ῥώμης τε καὶ ἰσχύος ταῦρον ἀράμενος ἤνεγκεν. | As Lyceas has shown, when the Argives were holding a sacrifice to Zeus at Nemea, Biton, because of his exceptional strength and vigor, lifted a bull and bore it there on his shoulders. | ὡς δέ Λυκέας ποιέω εἰς Νεμέα Ἀργεῖος ἄγω θυσία ὁ Ζεύς ὁ Βίτων ὑπό ῥώμη τε καί ἰσχύς ταῦρος αἴρω φέρω | 0 |
| 2.19.5 | 3 | ἑξῆς δὲ τῆς εἰκόνος ταύτης πῦρ καίουσιν ὀνομάζοντες Φορωνέως εἶναι· | Next to this image they keep burning a fire, claiming it as having belonged to Phoroneus. | ἑξῆς δέ ὁ εἰκών οὗτος πῦρ καίω ὀνομάζω Φορωνεύς εἰμί | 0 |
| 2.19.5 | 4 | οὐ γάρ τι ὁμολογοῦσι δοῦναι πῦρ Προμηθέα ἀνθρώποις, ἀλλὰ ἐς Φορωνέα τοῦ πυρὸς μετάγειν ἐθέλουσι τὴν εὕρεσιν. | For they do not admit that Prometheus gave fire to mankind, but prefer rather to attribute the discovery of fire to Phoroneus. | οὐ γάρ τις ὁμολογέω δίδωμι πῦρ Προμηθεύς ἄνθρωπος ἀλλά εἰς Φορωνεύς ὁ πῦρ μετάγω ἐθέλω ὁ εὕρεσις | 0 |
| 2.19.6 | 1 | τὰ δὲ ξόανα Ἀφροδίτης καὶ Ἑρμοῦ, τὸ μὲν Ἐπειοῦ λέγουσιν ἔργον εἶναι, τὸ δὲ Ὑπερμήστρας ἀνάθημα. | As for the wooden images of Aphrodite and Hermes, they say one is the work of Epeius, and the other was a dedication made by Hypermnestra. | ὁ δέ ξόανον Ἀφροδίτη καί Ἑρμῆς ὁ μέν ἐπείομαι λέγω ἔργον εἰμί ὁ δέ Ὑπερμήστρα ἀνάθημα | 0 |
| 2.19.6 | 2 | ταύτην γὰρ τῶν θυγατέρων μόνην τὸ πρόσταγμα ὑπεριδοῦσαν ὑπήγαγεν ὁ Δαναὸς ἐς δικαστήριον, τοῦ τε Λυγκέως οὐκ ἀκίνδυνον αὑτῷ τὴν σωτηρίαν ἡγούμενος καὶ ὅτι τοῦ τολμήματος οὐ μετασχοῦσα ταῖς ἀδελφαῖς καὶ τῷ βουλεύσαντι τὸ ὄνειδος ηὔξησε. | Indeed, of all his daughters, she alone disregarded Danaus' command and was therefore brought by him to trial, because he considered her sparing Lynceus to pose no small threat to himself, and because by refusing to partake in the crime, she increased the shame upon her sisters and upon him who devised it. | οὗτος γάρ ὁ θυγάτηρ μόνος ὁ πρόσταγμα ὑπεροράω ὑπάγω ὁ Δαναός εἰς δικαστήριον ὁ τε Λυγκεύς οὐ ἀκίνδυνος ἑαυτοῦ ὁ σωτηρία ἡγέομαι καί ὅτι ὁ τόλμημα οὐ μετέχω ὁ ἀδελφή καί ὁ βουλεύω ὁ ὄνειδος αὔξω | 0 |
| 2.19.6 | 3 | κριθεῖσα δὲ ἐν τοῖς Ἀργείοις ἀποφεύγει τε καὶ Ἀφροδίτην ἐπὶ τῷδε ἀνέθηκε Νικηφόρον. | Having been judged by the Argives, she was acquitted, and subsequently dedicated to Aphrodite this statue, whom she called Nikephoros ("Bringer of Victory"). | κρίνω δέ ἐν ὁ Ἀργεῖος ἀποφεύγω τε καί Ἀφροδίτη ἐπί ὅδε ἀνατίθημι Νικηφόρος | 0 |
| 2.19.7 | 1 | τοῦ ναοῦ δέ ἐστιν ἐντὸς Λάδας ποδῶν ὠκύτητι ὑπερβαλλόμενος τοὺς ἐφʼ αὑτοῦ καὶ Ἑρμῆς ἐς λύρας ποίησιν χελώνην ᾑρηκώς. | Within the temple is Lados, who excelled all of his contemporaries in the swiftness of his feet, and Hermes who has captured a tortoise for making the lyre. | ὁ ναός δέ εἰμί ἐντός Λᾶας πούς ὠκύτης ὑπερβάλλω ὁ ἐπί ἑαυτοῦ καί Ἑρμῆς εἰς λύρα ποίησις χελώνη αἱρέω | 0 |
| 2.19.7 | 2 | ἔστι δὲ ἔμπροσθεν τοῦ ναοῦ βόθρος πεποιημένα ἐν τύπῳ ταύρου μάχην ἔχων καὶ λύκου, σὺν δὲ αὐτοῖς παρθένον ἀφιεῖσαν πέτραν ἐπὶ τὸν ταῦρον· | Before the temple there is a pit, which portrays in relief a fight between a bull and a wolf, and beside them is a maiden hurling a stone at the bull. | εἰμί δέ ἔμπροσθεν ὁ ναός βόθρος ποιέω ἐν τύπος ταῦρος μάχη ἔχω καί λύκος σύν δέ αὐτός παρθένος ἀφίημι πέτρα ἐπί ὁ ταῦρος | 0 |
| 2.19.7 | 3 | Ἄρτεμιν δὲ εἶναι νομίζουσι τὴν παρθένον. | This maiden is believed to be Artemis. | Ἄρτεμις δέ εἰμί νομίζω ὁ παρθένος | 0 |
| 2.19.7 | 4 | Δαναὸς δὲ ταῦτά τε ἀνέθηκε καὶ πλησίον κίονας καὶ Διὸς καὶ Ἀρτέμιδος ξόανον. | These things were dedicated by Danaus, who also set up nearby columns and wooden images of Zeus and Artemis. | Δαναός δέ οὗτος τε ἀνατίθημι καί πλησίον κίων καί Ζεύς καί Ἄρτεμις ξόανον | 0 |
| 2.19.8 | 1 | τάφοι δέ εἰσιν ὁ μὲν Λίνου τοῦ Ἀπόλλωνος καὶ Ψαμάθης τῆς Κροτώπου, τὸν δὲ λέγουσιν εἶναι Λίνου τοῦ ποιήσαντος τὰ ἔπη. | There are tombs, one of Linus, the son of Apollo and Psamathe, daughter of Crotopus, and another tomb said to belong to Linus who composed the poetry. | τάφος δέ εἰμί ὁ μέν λίνον ὁ Ἀπόλλων καί Ψαμάθη ὁ Κροτώπος ὁ δέ λέγω εἰμί λίνον ὁ ποιέω ὁ ἔπος | 0 |
| 2.19.8 | 2 | τὰ μὲν οὖν ἐς τοῦτον οἰκειότερα ὄντα ἑτέρῳ λόγῳ παρίημι τῷδε, τὰ δὲ ἐς τὸν Ψαμάθης ἡ Μεγαρική μοι συγγραφὴ προεδήλωσεν. | Matters concerning the latter Linus, being more appropriately dealt with elsewhere, I omit from the present account, but concerning Psamathe, this topic was previously covered in my description of Megara. | ὁ μέν οὖν εἰς οὗτος οἰκειός εἰμί ἕτερος λόγος παρίημι ὅδε ὁ δέ εἰς ὁ Ψαμάθη ὁ Μεγαρικός ἐγώ συγγραφή προδηλόω | 0 |
| 2.19.8 | 3 | ἐπὶ τούτοις ἐστὶν Ἀπόλλων Ἀγυιεὺς καὶ βωμὸς Ὑετίου Διός, ἔνθα οἱ συσπεύδοντες Πολυνείκει τὴν ἐς Θήβας κάθοδον ἀποθανεῖσθαι συνώμοσαν, ἢν μὴ τὰς Θήβας γένηταί σφισιν ἑλεῖν. | Near these monuments stands a statue of Apollo Agyieus and an altar dedicated to Zeus Hyetius, where those who joined Polynices in his march upon Thebes swore an oath to perish if they did not succeed in taking the city. | ἐπί οὗτος εἰμί Ἀπόλλων ἀγυιεύς καί βωμός ὕετιος Ζεύς ἔνθα ὁ συσπεύδω Πολυνείκης ὁ εἰς Θῆβαι κάθοδος ἀποθνῄσκω συνόμνυμι ἐάν μή ὁ Θῆβαι γίγνομαι σφεῖς αἱρέω | 0 |
| 2.19.8 | 4 | ἐς δὲ τοῦ Προμηθέως τὸ μνῆμα ἧσσόν μοι δοκοῦσιν Ὀπουντίων εἰκότα λέγειν, λέγουσι δὲ ὅμως. | As to the tomb of Prometheus, the account of the Opuntians seems to me less credible, though they relate it nonetheless. | εἰς δέ ὁ Προμηθεύς ὁ μνῆμα ἥσσων ἐγώ δοκέω Ὀπούντιος εἰκός λέγω λέγω δέ ὅμως | 0 |