Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 2.25

PassageSentenceGreekEnglishLemma FormsMissing
2.25.1 1 ἡ δʼ ἐς Μαντίνειαν ἄγουσα ἐξ Ἄργους ἐστὶν οὐχ ἥπερ καὶ ἐπὶ Τεγέαν, ἀλλὰ ἀπὸ τῶν πυλῶν τῶν πρὸς τῇ Δειράδι. The road from Argos to Mantinea is not the same as the one leading toward Tegea, but it begins from the gates near Deiras. ὁ δέ εἰς Μαντίνεια ἄγω ἐκ Ἄργος εἰμί οὐ ὅς καί ἐπί Τεγέα ἀλλά ἀπό ὁ πύλη ὁ πρός ὁ δειρά 0
2.25.1 2 ἐπὶ δὲ τῆς ὁδοῦ ταύτης ἱερὸν διπλοῦν πεποίηται, καὶ πρὸς ἡλίου δύνοντος ἔσοδον καὶ κατὰ ἀνατολὰς ἑτέραν ἔχον. Upon this road there is built a double sanctuary, having one entrance facing west and another facing east. ἐπί δέ ὁ ὁδός οὗτος ἱερός διπλοῦς ποιέω καί πρός ἥλιος δύω ἔσοδος καί κατά ἀνατολή ἕτερος ἔχω 0
2.25.1 3 κατὰ μὲν δὴ τοῦτο Ἀφροδίτης κεῖται ξόανον, πρὸς δὲ ἡλίου δυσμὰς Ἄρεως. In the eastern section stands a wooden statue of Aphrodite, and in the western part, one of Ares. κατά μέν δή οὗτος Ἀφροδίτη κεῖμαι ξόανον πρός δέ ἥλιος δυσμή Ἄρης 0
2.25.1 4 εἶναι δὲ τὰ ἀγάλματα Πολυνείκους λέγουσιν ἀναθήματα καὶ Ἀργείων, ὅσοι τιμωρήσοντες αὐτῷ συνεστρατεύοντο. They say that these statues were dedicated by Polynices and by the Argives who joined him in his expedition, seeking vengeance on his behalf. εἰμί δέ ὁ ἄγαλμα Πολυνείκης λέγω ἀνάθημα καί Ἀργεῖος ὅσος τιμωρέω αὐτός συστρατεύομαι 0
2.25.2 1 προελθοῦσι δὲ αὐτόθεν διαβάντων ποταμὸν χείμαρρον Χάραδρον καλούμενον ἔστιν Οἰνόη, τὸ ὄνομα ἔχουσα, ὡς Ἀργεῖοί φασιν, ἀπὸ Οἰνέως. Advancing onward from here and having crossed over a mountain stream called Charadrus, one comes to Oinoe, which, according to the Argives, derives its name from Oeneus. προέρχομαι δέ αὐτόθεν διαβαίνω ποταμός χείμαρρος χάραδρος καλέω εἰμί Οἰνόη ὁ ὄνομα ἔχω ὡς Ἀργεῖος φημί ἀπό Οἰνεύς 0
2.25.2 2 Οἰνέα γὰρ τὸν βασιλεύσαντα ἐν Αἰτωλίᾳ λέγουσιν ὑπὸ τῶν Ἀγρίου παίδων ἐκβληθέντα τῆς ἀρχῆς παρὰ Διομήδην ἐς Ἄργος ἀφικέσθαι. For they say that Oeneus, who had ruled as king in Aetolia, was expelled from his kingdom by the sons of Agrios and came to Argos to Diomedes. οἰνεά γάρ ὁ βασιλεύω ἐν Αἰτωλία λέγω ὑπό ὁ ἄγριος παῖς ἐκβάλλω ὁ ἀρχή παρά Διομήδης εἰς Ἄργος ἀφικνέομαι 0
2.25.2 3 ὁ δὲ τὰ μὲν ἄλλα ἐτιμώρησεν αὐτῷ στρατεύσας ἐς τὴν Καλυδωνίαν, παραμένειν δὲ οὐκ ἔφη οἱ δύνασθαι. Diomedes avenged him regarding most things, launching a campaign into Calydonia, but stated that he could not remain there himself. ὁ δέ ὁ μέν ἄλλος τιμωρέω αὐτός στρατεύω εἰς ὁ Καλυδών παραμένω δέ οὐ φημί ὁ δύναμαι 0
2.25.2 4 συνακολουθεῖν δέ, εἰ βούλοιτο, ἐς Ἄργος ἐκεῖνον ἐκέλευεν. Instead, he told Oeneus that he could accompany him to Argos, if he wished. συνακολουθέω δέ εἰ βούλομαι εἰς Ἄργος ἐκεῖνος κελεύω 0
2.25.2 5 ἀφικόμενον δὲ τά τε ἄλλα ἐθεράπευεν, ὡς πατρὸς θεραπεύειν πατέρα εἰκὸς ἦν, καὶ ἀποθανόντα ἔθαψεν ἐνταῦθα. When Oeneus arrived there, Diomedes honoured him in every way, as was fitting for one to honour a father of one's own father, and upon Oeneus' death he buried him here. ἀφικνέομαι δέ ὁ τε ἄλλος θεραπεύω ὡς πατήρ θεραπεύω πατήρ εἰκός εἰμί καί ἀποθνῄσκω θάπτω ἐνταῦθα 0
2.25.2 6 ἀπὸ τούτου μὲν Οἰνόη χωρίον ἐστὶν Ἀργείοις. Because of this, there is among the Argives a place called Oinoe. ἀπό οὗτος μέν Οἰνόη χωρίον εἰμί Ἀργεῖος 0
2.25.3 1 ὑπὲρ δὲ Οἰνόης ὄρος ἐστὶν Ἀρτεμίσιον καὶ ἱερὸν Ἀρτέμιδος ἐπὶ κορυφῇ τοῦ ὄρους. Above Oinoe is the mountain Artemisium, and on its summit is a sanctuary of Artemis. ὑπέρ δέ Οἰνόη ὄρος εἰμί Ἀρτεμίσιον καί ἱερός Ἄρτεμις ἐπί κορυφή ὁ ὄρος 0
2.25.3 2 ἐν τούτῳ δέ εἰσι τῷ ὄρει καὶ αἱ πηγαὶ τοῦ Ἰνάχου· πηγαὶ γὰρ δὴ τῷ ὄντι εἰσὶν αὐτῷ, τὸ δὲ ὕδωρ οὐκ ἐπὶ πολὺ ἐξικνεῖται τῆς γῆς. On this mountain are also the springs of the Inachus—for there are in fact springs here, but their water does not flow far along the surface of the land. ἐν οὗτος δέ εἰμί ὁ ὄρος καί ὁ πηγή ὁ Ἴναχος πηγή γάρ δή ὁ εἰμί εἰμί αὐτός ὁ δέ ὕδωρ οὐ ἐπί πολύς ἐξικνέομαι ὁ γῆ 0
2.25.4 1 ταύτῃ μὲν δὴ θέας οὐδὲν ἔτι ἦν ἄξιον· In this direction, indeed, there was no longer anything worth seeing. οὗτος μέν δή θέα οὐδέν ἔτι εἰμί ἄξιος 0
2.25.4 2 ἑτέρα δὲ ὁδὸς ἀπὸ τῶν πυλῶν τῶν πρὸς τῇ Δειράδι ἐστὶν ἐπὶ Λύρκειαν. But another road leads from the gates near Deiras toward Lyrkeia. ἕτερος δέ ὁδός ἀπό ὁ πύλη ὁ πρός ὁ δειρά εἰμί ἐπί λύρκεια 0
2.25.4 3 ἐς τοῦτο λέγεται τὸ χωρίον Λυγκέα ἀποσωθῆναι τῶν πεντήκοντα ἀδελφῶν μόνον· At this spot, it is said, Lynceus alone survived of his fifty brothers. εἰς οὗτος λέγω ὁ χωρίον λυγκεύς ἀποσῴζω ὁ πεντήκοντα ἀδελφός μόνος 0
2.25.4 4 καὶ ἡνίκα ἐσώθη, πυρσὸν ἀνέσχεν ἐντεῦθεν. And as soon as he was safe, he raised a torch from there. καί ἡνίκα σῴζω πυρσός ἀνέχω ἐντεῦθεν 0
2.25.4 5 συνέκειτο δὲ ἄρα αὐτῷ πρὸς τὴν Ὑπερμήστραν ἀνασχεῖν τὸν πυρσόν, ἢν διαφυγὼν Δαναὸν ἐς ἀσφαλὲς ἀφίκηταί ποι· For he had agreed with Hypermnestra to signal by torchlight if he reached safety, having escaped Danaus. σύγκειμαι δέ ἄρα αὐτός πρός ὁ Ὑπερμήστρα ἀνέχω ὁ πυρσός ἐάν διαφεύγω Δαναός εἰς ἀσφαλής ἀφικνέομαι πού 0
2.25.4 6 τὴν δὲ καὶ αὐτὴν ἀνάψαι λέγουσιν ἕτερον ἀπὸ τῆς Λαρίσης, δῆλα καὶ ταύτην ποιοῦσαν ὅτι ἐν οὐδενὶ οὐδὲ αὐτὴ καθέστηκεν ἔτι κινδύνῳ. And they say that she herself also raised another torch from Larisa, thus plainly indicating that she too was no longer in any danger. ὁ δέ καί αὐτός ἀνάπτω λέγω ἕτερος ἀπό ὁ Λαρίση δῆλος καί οὗτος ποιέω ὅτι ἐν οὐδείς οὐδέ αὐτός καθίστημι ἔτι κίνδυνος 0
2.25.4 7 ἐπὶ τούτῳ δὲ Ἀργεῖοι κατὰ ἔτος ἕκαστον πυρσῶν ἑορτὴν ἄγουσι. For this reason the Argives annually celebrate a festival of torches. ἐπί οὗτος δέ Ἀργεῖος κατά ἔτος ἕκαστος πυρσός ἑορτή ἄγω 0
2.25.5 1 τὸ δὲ χωρίον τότε μὲν Λυγκεία ἐκαλεῖτο, οἰκήσαντος δὲ ὕστερον ἐν αὐτῷ Λύρκου---παῖς δὲ ἦν Ἄβαντος νόθος--- τὸ ὄνομα διʼ αὐτὸν ἔσχηκε· At that time, the place was called Lynkeia, but after Lyrkos settled there—he was an illegitimate son of Abas—it received its new name from him. ὁ δέ χωρίον τότε μέν λυγκεία καλέω οἰκέω δέ ὕστερον ἐν αὐτός Λύρκος παῖς δέ εἰμί Ἄβας νόθος ὁ ὄνομα διά αὐτός ἔχω 0
2.25.5 2 καὶ ἄλλα τέ ἐστιν οὐκ ἀξιόλογα ἐν τοῖς ἐρειπίοις καὶ εἰκὼν ἐπὶ στήλῃ τοῦ Λύρκου. Among the ruins there are other things not much worth mentioning, and also an image of Lyrkos set upon a stone pillar. καί ἄλλος τε εἰμί οὐ ἀξιόλογος ἐν ὁ ἐρείπιον καί εἰκών ἐπί στήλη ὁ Λύρκος 0
2.25.5 3 ἐς μὲν δὴ ταύτην ἐστὶν ἐξ Ἄργους ἑξήκοντα μάλιστά που στάδια, ἐκ δὲ Λυρκείας ἕτερα τοσαῦτα ἐς Ὀρνεάς. From Argos to this place is approximately sixty stades, and from Lyrkeia another sixty stades to Orneae. εἰς μέν δή οὗτος εἰμί ἐκ Ἄργος ἑξήκοντα μάλιστα πού στάδιον ἐκ δέ Λυρκεία ἕτερος τοσοῦτος εἰς ὀρνεάς 0
2.25.5 4 Λυρκείας μὲν δὴ πόλεως, ἅτε ἠρημωμένης ἤδη κατὰ τὴν Ἑλλήνων στρατείαν ἐπὶ Ἴλιον, οὐκ ἐποιήσατο Ὅμηρος ἐν καταλόγῳ μνήμην· Homer made no mention of the city of Lyrkeia in his catalogue, as by the time of the Greek expedition against Ilium it was already deserted. Λυρκεία μέν δή πόλις ἅτε ἐρημόω ἤδη κατά ὁ Ἕλλην στρατεία ἐπί Ἴλιον οὐ ποιέω Ὅμηρος ἐν κατάλογος μνήμη 0
2.25.5 5 Ὀρνεὰς δέ---ἔτι γὰρ ᾠκοῦντο---, ὥσπερ τῷ τόπῳ τῆς Ἀργείας ἔκειντο, οὕτω καὶ ἐν τοῖς ἔπεσι προτέρας ἢ Φλιοῦντά τε καὶ Σικυῶνα κατέλεξεν. But Orneae, which was still inhabited, he listed ahead of Phlius and Sicyon, just as it lay nearer in location to Argos. ὀρνεύς δέ ἔτι γάρ οἰκέω ὥσπερ ὁ τόπος ὁ Ἀργεία κεῖμαι οὕτως καί ἐν ὁ ἔπος πρότερος ἤ φλιοῦς τε καί Σικυών καταλέγω 0
2.25.6 1 ἐκαλοῦντο δὲ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως· τοῦ δὲ Ὀρνέως ἦν τούτου Πετεώς, τοῦ δὲ Μενεσθεύς, ὃς Ἀγαμέμνονι μετὰ Ἀθηναίων τὴν Πριάμου συγκαθεῖλεν ἀρχήν. They were named after Orneus, the son of Erechtheus; the son of this Orneus was Peteos, and Peteos’ son was Menestheus, who joined Agamemnon in overthrowing Priam's kingdom with the Athenians. καλέω δέ ἀπό ὄρνεος ὁ Ἐρεχθεύς ὁ δέ ὄρνεος εἰμί οὗτος πετεύς ὁ δέ Μενεσθεύς ὅς Ἀγαμέμνων μετά Ἀθηναῖος ὁ Πρίαμος συγκαθαιρέω ἀρχή 0
2.25.6 2 ἀπὸ μὲν δὴ τούτου τὸ ὄνομα ἐγένετο τῇ πόλει, Ἀργεῖοι δὲ ὕστερον τούτων Ὀρνεάτας ἀνέστησαν· ἀναστάντες δὲ σύνοικοι γεγόνασιν Ἀργείοις. From him the city took its name; afterwards the Argives expelled the inhabitants of Orneae, who, after their expulsion, became fellow-residents with the Argives. ἀπό μέν δή οὗτος ὁ ὄνομα γίγνομαι ὁ πόλις Ἀργεῖος δέ ὕστερον οὗτος ὀρνεάτης ἀνίστημι ἀνίστημι δέ σύνοικος γίγνομαι Ἀργεῖος 0
2.25.6 3 ἔστι δὲ ἐν ταῖς Ὀρνεαῖς Ἀρτέμιδός τε ἱερὸν καὶ ξόανον ὀρθὸν καὶ ἕτερος ναὸς θεοῖς πᾶσιν ἐς κοινὸν ἀνειμένος. At Orneae there is a temple of Artemis with an upright wooden image, and another temple consecrated in common to all the gods. εἰμί δέ ἐν ὁ ὀρναί Ἄρτεμις τε ἱερός καί ξόανον ὀρθός καί ἕτερος ναός θεός πᾶς εἰς κοινός ἀνίημι 0
2.25.6 4 τὰ δὲ ἐπέκεινα Ὀρνεῶν ἥ τε Σικυωνία καὶ ἡ Φλιασία ἐστίν. Beyond Orneae lie Sicyon and Phlius. ὁ δέ ἐπέκεινα ὄρνις ὅς τε Σικυώνιος καί ὁ Φλιασία εἰμί 0
2.25.7 1 ἐρχομένοις δὲ ἐξ Ἄργους ἐς τὴν Ἐπιδαυρίαν ἐστὶν οἰκοδόμημα ἐν δεξιᾷ πυραμίδι μάλιστα εἰκασμένον, ἔχει δὲ ἀσπίδας σχῆμα Ἀργολικὰς ἐπειργασμένας. To those traveling from Argos into the territory of Epidaurus, there is a building on the right hand side closely resembling a pyramid, upon which are engraved Argive-shaped shields. ἔρχομαι δέ ἐκ Ἄργος εἰς ὁ ἐπιδαύριος εἰμί οἰκοδόμημα ἐν δεξιός πυραμίς μάλιστα εἰκάζω ἔχω δέ ἀσπίς σχῆμα Ἀργολικός ἐξεργάζομαι 0
2.25.7 2 ἐνταῦθα Προίτῳ περὶ τῆς ἀρχῆς πρὸς Ἀκρίσιον μάχη γίνεται, καὶ τέλος μὲν ἴσον τῷ ἀγῶνι συμβῆναί φασι καὶ ἀπʼ αὐτοῦ διαλλαγὰς ὕστερον, ὡς οὐδέτεροι βεβαίως κρατεῖν ἐδύναντο· συμβάλλειν δὲ σφᾶς λέγουσιν ἀσπίσι πρῶτον τότε καὶ αὐτοὺς καὶ τὸ στράτευμα ὡπλισμένους. At this place, Proetus fought with Acrisius for the kingship; they say that the battle resulted in a draw, and reconciliation followed afterward, as neither could gain a decisive victory; they also claim this was the first occasion when they and their armies fought equipped with shields. ἐνταῦθα Προῖτος περί ὁ ἀρχή πρός Ἀκρίσιος μάχη γίγνομαι καί τέλος μέν ἴσος ὁ ἀγών συμβαίνω φημί καί ἀπό αὐτός διαλλαγή ὕστερον ὡς οὐδέτερος βεβαίως κρατέω δύναμαι συμβάλλω δέ σφεῖς λέγω ἀσπίς πρῶτος τότε καί αὐτός καί ὁ στράτευμα ὁπλίζω 0
2.25.7 3 τοῖς δὲ πεσοῦσιν ἀφʼ ἑκατέρων--- πολῖται γὰρ καὶ συγγενεῖς ἦσαν---ἐποιήθη ταύτῃ μνῆμα ἐν κοινῷ. The fallen from each side—who were citizens and kinsmen—were jointly buried together there, and a common memorial was made for them at this spot. ὁ δέ πίπτω ἀπό ἑκάτερος πολίτης γάρ καί συγγενής εἰμί ποιέω οὗτος μνῆμα ἐν κοινός 0
2.25.8 1 προϊοῦσι δὲ ἐντεῦθεν καὶ ἐκτραπεῖσιν ἐς δεξιὰν Τίρυνθός ἐστιν ἐρείπια. Proceeding onward from there and turning to the right are the ruins of Tiryns. πρόειμι δέ ἐντεῦθεν καί ἐκτρέπω εἰς δεξιός Τίρυνς εἰμί ἐρείπιον 0
2.25.8 2 ἀνέστησαν δὲ καὶ Τιρυνθίους Ἀργεῖοι, συνοίκους προσλαβεῖν καὶ τὸ Ἄργος ἐπαυξῆσαι θελήσαντες. For the Argives also displaced the people of Tiryns, wishing to take them as fellow inhabitants and thus enlarge Argos. ἀνίστημι δέ καί Τιρύνθιος Ἀργεῖος σύνοικος προσλαμβάνω καί ὁ Ἄργος ἐπαυξάνω θέλω 0
2.25.8 3 Τίρυνθα δὲ ἥρωα, ἀφʼ οὗ τῇ πόλει τὸ ὄνομα ἐγένετο, παῖδα Ἄργου τοῦ Διὸς εἶναι λέγουσι. They say the hero Tiryns, from whom the city took its name, was the son of Argos, who was the son of Zeus. Τίρυνς δέ ἥρως ἀπό ὅς ὁ πόλις ὁ ὄνομα γίγνομαι παῖς Ἄργος ὁ Ζεύς εἰμί λέγω 0
2.25.8 4 τὸ δὲ τεῖχος, ὃ δὴ μόνον τῶν ἐρειπίων λείπεται, Κυκλώπων μέν ἐστιν ἔργον, πεποίηται δὲ ἀργῶν λίθων, μέγεθος ἔχων ἕκαστος λίθος ὡς ἀπʼ αὐτῶν μηδʼ ἂν ἀρχὴν κινηθῆναι τὸν μικρότατον ὑπὸ ζεύγους ἡμιόνων· The wall, which alone now remains of the ruins, is the work of the Cyclopes, built of unwrought stones, each stone being so large that even the smallest among them could not begin to be moved by a pair of mules. ὁ δέ τεῖχος ὅς δή μόνος ὁ ἐρείπιον λείπω Κύκλωψ μέν εἰμί ἔργον ποιέω δέ ἀργός λίθος μέγεθος ἔχω ἕκαστος λίθος ὡς ἀπό αὐτός μή ἄν ἀρχή κινέω ὁ μικρός ὑπό ζεῦγος ἡμίονος 0
2.25.8 5 λιθία δὲ ἐνήρμοσται πάλαι, ὡς μάλιστα αὐτῶν ἕκαστον ἁρμονίαν τοῖς μεγάλοις λίθοις εἶναι. Long ago the smaller stones were fitted into place in such a way as to perfectly harmonize with the large blocks. λιθία δέ ἐναρμόζω πάλαι ὡς μάλιστα αὐτός ἕκαστος ἁρμονία ὁ μέγας λίθος εἰμί 0
2.25.9 1 καταβάντων δὲ ὡς ἐπὶ θάλασσαν, ἐνταῦθα οἱ θάλαμοι τῶν Προίτου θυγατέρων εἰσίν· Upon descending toward the sea, there are located here the chambers of the daughters of Proetus. καταβαίνω δέ ὡς ἐπί θάλασσα ἐνταῦθα ὁ θάλαμος ὁ Προῖτος θυγάτηρ εἰμί 0
2.25.9 2 ἐπανελθόντων δὲ ἐς τὴν λεωφόρον, ἐπὶ Μήδειαν ἐς ἀριστερὰν ἥξεις. Returning back to the main road, turning left, you will reach Medeia. ἐπανέρχομαι δέ εἰς ὁ λεωφόρος ἐπί Μήδεια εἰς ἀριστερός ἥξω 0
2.25.9 3 βασιλεῦσαι δέ φασιν Ἠλεκτρύωνα ἐν τῇ Μηδείᾳ τὸν πατέρα Ἀλκμήνης· They say that Electryon, father of Alcmene, ruled in Medeia. βασιλεύω δέ φημί ἠλεκτρύων ἐν ὁ Μήδεια ὁ πατήρ Ἀλκμήνη 0
2.25.9 4 ἐπʼ ἐμοῦ δὲ Μηδείας πλὴν τὸ ἔδαφος ἄλλο οὐδὲν ἐλείπετο. In my time, however, nothing of Medeia remained except the site itself. ἐπί ἐγώ δέ Μήδεια πλήν ὁ ἔδαφος ἄλλος οὐδέν λείπω 0
2.25.10 1 κατὰ δὲ τὴν ἐς Ἐπίδαυρον εὐθεῖάν ἐστι κώμη Λῆσσα, ναὸς δὲ Ἀθηνᾶς ἐν αὐτῇ καὶ ξόανον οὐδέν τι διάφορον ἢ τὸ ἐν ἀκροπόλει τῇ Λαρίσῃ. Along the straight road to Epidaurus lies a village named Lessa. κατά δέ ὁ εἰς Ἐπίδαυρος εὐθεῖα εἰμί κώμη λήσσα ναός δέ Ἀθηνᾶ ἐν αὐτός καί ξόανον οὐδείς τις διάφορος ἤ ὁ ἐν ἀκρόπολις ὁ Λαρίση 0
2.25.10 2 ἔστι δὲ ὄρος ὑπὲρ τῆς Λήσσης τὸ Ἀραχναῖον, πάλαι δὲ † σάπυς ἐλάτων ἐπὶ Ἰνάχου τὸ ὄνομα εἰλήφει. In it stands a temple of Athena, containing a wooden statue quite similar to the one on the acropolis of Larisa. εἰμί δέ ὄρος ὑπέρ ὁ Λῆσσα ὁ ἀραχναῖος πάλαι δέ σάπυς ἐλάτη ἐπί Ἴναχος ὁ ὄνομα λαμβάνω 0
2.25.10 3 βωμοὶ δέ εἰσιν ἐν αὐτῷ Διός τε καὶ Ἥρας· δεῆσαν ὄμβρου σφίσιν ἐνταῦθα θύουσι. Above Lessa rises Mount Arachnaion, which in ancient times was called Sapyselaton ("Fir-covered"), a name derived from Inachus. βωμός δέ εἰμί ἐν αὐτός Ζεύς τε καί Ἥρα δέομαι ὄμβρος σφεῖς ἐνταῦθα θύω 0