Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 2.27.1 | 1 | τὸ δὲ ἱερὸν ἄλσος τοῦ Ἀσκληπιοῦ περιέχουσιν ὅροι πανταχόθεν· | The sacred grove of Asclepius is enclosed by boundary markers all around. | ὁ δέ ἱερός ἄλσος ὁ Ἀσκληπιός περιέχω ὅρος πανταχόθεν | 0 |
| 2.27.1 | 2 | οὐδὲ ἀποθνήσκουσιν ἄνθρωποι οὐδὲ τίκτουσιν αἱ γυναῖκές σφισιν ἐντὸς τοῦ περιβόλου, καθὰ καὶ ἐπὶ Δήλῳ τῇ νήσῳ τὸν αὐτὸν νόμον. | Within its precinct, no one may die, nor may women give birth, exactly as the same law applies on the island of Delos. | οὐδέ ἀποθνῄσκω ἄνθρωπος οὐδέ τίκτω ὁ γυνή σφεῖς ἐντός ὁ περίβολος καθά καί ἐπί δῆλος ὁ νῆσος ὁ αὐτός νόμος | 0 |
| 2.27.1 | 3 | τὰ δὲ θυόμενα, ἤν τέ τις Ἐπιδαυρίων αὐτῶν ἤν τε ξένος ὁ θύων ᾖ, καταναλίσκουσιν ἐντὸς τῶν ὅρων· | Whatever offerings are sacrificed there, whether by Epidaurians themselves or by foreign visitors, must be entirely consumed within the boundaries. | ὁ δέ θύω ἄν τε τις Ἐπιδαύριος αὐτός ἄν τε ξένος ὁ θύω εἰμί καταναλίσκω ἐντός ὁ ὅρος | 0 |
| 2.27.1 | 4 | τὸ δὲ αὐτὸ γινόμενον οἶδα καὶ ἐν Τιτάνῃ. | I know that the same custom is observed also at Titane. | ὁ δέ αὐτός γίγνομαι οἶδα καί ἐν Τιτάνη | 0 |
| 2.27.2 | 1 | τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἄγαλμα μεγέθει μὲν τοῦ Ἀθήνῃσιν Ὀλυμπίου Διὸς ἥμισυ ἀποδεῖ, πεποίηται δὲ ἐλέφαντος καὶ χρυσοῦ· | The statue of Asclepius is half the size of the Olympian Zeus at Athens, and it is made of ivory and gold. | ὁ δέ Ἀσκληπιός ὁ ἄγαλμα μέγεθος μέν ὁ Ἀθήνησι Ὀλύμπιος Ζεύς ἥμισυς ἀποδέω ποιέω δέ ἐλέφας καί χρυσός | 0 |
| 2.27.2 | 2 | μηνύει δὲ ἐπίγραμμα τὸν εἰργασμένον εἶναι Θρασυμήδην Ἀριγνώτου Πάριον. | An inscription reveals that the maker was Thrasymedes, son of Arignotos, of Paros. | μηνύω δέ ἐπίγραμμα ὁ ἐργάζομαι εἰμί Θρασυμήδης Ἀριγνώτης Πάριον | 0 |
| 2.27.2 | 3 | κάθηται δὲ ἐπὶ θρόνου βακτηρίαν κρατῶν, τὴν δὲ ἑτέραν τῶν χειρῶν ὑπὲρ κεφαλῆς ἔχει τοῦ δράκοντος, καί οἱ καὶ κύων παρακατακείμενος πεποίηται. | The god sits on a throne holding a staff, and his other hand rests above the head of a serpent. | κάθημαι δέ ἐπί θρόνος βακτηρία κρατέω ὁ δέ ἕτερος ὁ χείρ ὑπέρ κεφαλή ἔχω ὁ δράκων καί ὁ καί κύων παρακατάκειμαι ποιέω | 0 |
| 2.27.2 | 4 | τῷ θρόνῳ δὲ ἡρώων ἐπειργασμένα Ἀργείων ἐστὶν ἔργα, Βελλεροφόντου τὸ ἐς τὴν Χίμαιραν καὶ Περσεὺς ἀφελὼν τὴν Μεδούσης κεφαλήν. | By his side also lies a dog depicted in the work. | ὁ θρόνος δέ ἥρως ἐπιεργάζομαι Ἀργεῖος εἰμί ἔργον Βελλεροφόντης ὁ εἰς ὁ χίμαιρα καί Περσεύς ἀφαιρέω ὁ Μεδούσα κεφαλή | 0 |
| 2.27.2 | 5 | τοῦ ναοῦ δέ ἐστι πέραν ἔνθα οἱ ἱκέται τοῦ θεοῦ καθεύδουσιν. | On the throne are carved representations of the heroic deeds of Argives, showing Bellerophon's battle against the Chimaira and Perseus severing the head of Medusa. | ὁ ναός δέ εἰμί πέραν ἔνθα ὁ ἱκέτης ὁ θεός καθεύδω | 0 |
| 2.27.3 | 1 | οἴκημα δὲ περιφερὲς λίθου λευκοῦ καλούμενον Θόλος ᾠκοδόμηται πλησίον, θέας ἄξιον· | A circular building of white marble, called the Tholos, has been built nearby, and it is worth seeing. | οἴκημα δέ περιφερής λίθος λευκός καλέω θόλος οἰκοδομέω πλησίον θέα ἄξιος | 0 |
| 2.27.3 | 2 | ἐν δὲ αὐτῷ Παυσίου γράψαντος βέλη μὲν καὶ τόξον ἐστὶν ἀφεικὼς Ἔρως, λύραν δὲ ἀντʼ αὐτῶν ἀράμενος φέρει. | Within it is a painting by Pausias, depicting Eros who has set aside his bow and arrows and, taking up a lyre instead, carries it. | ἐν δέ αὐτός Παύσιος γράφω βέλος μέν καί τόξον εἰμί ἀφικνέομαι ἔρως λύρα δέ ἀντί αὐτός αἴρω φέρω | 0 |
| 2.27.3 | 3 | γέγραπται δὲ ἐνταῦθα καὶ Μέθη, Παυσίου καὶ τοῦτο ἔργον, ἐξ ὑαλίνης φιάλης πίνουσα· | Here also is depicted Methe ("Intoxication"), another work of Pausias, drinking from a crystal vessel. | γράφω δέ ἐνταῦθα καί μέθη Παύσιος καί οὗτος ἔργον ἐκ ὑάλινος φιάλη πίνω | 0 |
| 2.27.3 | 4 | ἴδοις δὲ κἂν ἐν τῇ γραφῇ φιάλην τε ὑάλου καὶ διʼ αὐτῆς γυναικὸς πρόσωπον. | Indeed, even in the painting itself one might perceive a glass goblet and through this the woman's face. | ὁράω δέ καί ἐν ὁ γραφή φιάλη τε ὕαλος καί διά αὐτός γυνή πρόσωπον | 0 |
| 2.27.3 | 5 | στῆλαι δὲ εἱστήκεσαν ἐντὸς τοῦ περιβόλου τὸ μὲν ἀρχαῖον καὶ πλέονες, ἐπʼ ἐμοῦ δὲ ἓξ λοιπαί· | Within the enclosure there once stood many more ancient slabs, but in my time only six remain. | στήλη δέ ἵστημι ἐντός ὁ περίβολος ὁ μέν ἀρχαῖος καί πλείων ἐπί ἐγώ δέ ἕξ λοιπός | 0 |
| 2.27.3 | 6 | ταύταις ἐγγεγραμμένα καὶ ἀνδρῶν καὶ γυναικῶν ἐστιν ὀνόματα ἀκεσθέντων ὑπὸ τοῦ Ἀσκληπιοῦ, προσέτι δὲ καὶ νόσημα ὅ τι ἕκαστος ἐνόσησε καὶ ὅπως ἰάθη· | On these are inscribed names of men and women who were healed by Asclepius, along with a record of the illness each suffered and the manner in which each was cured. | οὗτος ἐγγράφω καί ἀνήρ καί γυνή εἰμί ὄνομα ἀκέω ὑπό ὁ Ἀσκληπιός προσέτι δέ καί νόσημα ὁ τις ἕκαστος νοσέω καί ὅπως ἰάομαι | 0 |
| 2.27.4 | 1 | γέγραπται δὲ φωνῇ τῇ Δωρίδι. | It is written in the Dorian dialect. | γράφω δέ φωνή ὁ δωρίς | 0 |
| 2.27.4 | 2 | χωρὶς δὲ ἀπὸ τῶν ἄλλων ἐστὶν ἀρχαία στήλη· | Apart from the other offerings stands an ancient pillar. | χωρίς δέ ἀπό ὁ ἄλλος εἰμί ἀρχαῖος στήλη | 0 |
| 2.27.4 | 3 | ἵππους δὲ Ἱππόλυτον ἀναθεῖναι τῷ θεῷ φησιν εἴκοσι. | Its inscription says that Hippolytus dedicated twenty horses to the god. | ἵππος δέ Ἱππόλυτος ἀνατίθημι ὁ θεός φημί εἴκοσι | 0 |
| 2.27.4 | 4 | ταύτης τῆς στήλης τῷ ἐπιγράμματι ὁμολογοῦντα λέγουσιν Ἀρικιεῖς, ὡς τεθνεῶτα Ἱππόλυτον ἐκ τῶν Θησέως ἀρῶν ἀνέστησεν Ἀσκληπιός· | Concerning this pillar's inscription, the Aricians assert the same story: that Hippolytus, after death, was raised back to life by Asclepius because of the curses of Theseus. | οὗτος ὁ στήλη ὁ ἐπίγραμμα ὁμολογέω λέγω Ἀρικιεύς ὡς θνῄσκω Ἱππόλυτος ἐκ ὁ Θησεύς ἀρόω ἀνίστημι Ἀσκληπιός | 0 |
| 2.27.4 | 5 | ὁ δὲ ὡς αὖθις ἐβίω, οὐκ ἠξίου νέμειν τῷ πατρὶ συγγνώμην, ἀλλὰ ὑπεριδὼν τὰς δεήσεις ἐς Ἰταλίαν ἔρχεται παρὰ τοὺς Ἀρικιεῖς, καὶ ἐβασίλευσέ τε αὐτόθι καὶ ἀνῆκε τῇ Ἀρτέμιδι τέμενος, ἔνθα ἄχρι ἐμοῦ μονομαχίας ἆθλα ἦν καὶ ἱερᾶσθαι τῇ θεῷ τὸν νικῶντα· | However, once restored to life, he refused to grant pardon to his father and, ignoring all entreaties, departed to Aricia in Italy, and there he ruled as king, dedicating a precinct to Artemis, where down to my day contests of single combat took place, the winner appointed as priest of the goddess. | ὁ δέ ὡς αὖθις βιόω οὐ ἀξιόω νέμω ὁ πατήρ συγγνώμη ἀλλά ὑπεροράω ὁ δέησις εἰς Ἰταλία ἔρχομαι παρά ὁ Ἀρικιεύς καί βασιλεύω τε αὐτόθι καί ἀνίημι ὁ Ἄρτεμις τέμενος ἔνθα ἄχρι ἐγώ μονομαχία ἆθλον εἰμί καί ἱεράομαι ὁ θεός ὁ νικάω | 0 |
| 2.27.4 | 6 | ὁ δὲ ἀγὼν ἐλευθέρων μὲν προέκειτο οὐδενί, οἰκέταις δὲ ἀποδρᾶσι τοὺς δεσπότας. | This contest was not open to freemen, but only to slaves who escaped from their masters. | ὁ δέ ἀγών ἐλεύθερος μέν πρόκειμαι οὐδείς οἰκέτης δέ ἀποδράω ὁ δεσπότης | 0 |
| 2.27.5 | 1 | Ἐπιδαυρίοις δέ ἐστι θέατρον ἐν τῷ ἱερῷ μάλιστα ἐμοὶ δοκεῖν θέας ἄξιον· | At Epidaurus, within the sanctuary, there is a theatre which seems to me especially worth seeing. | Ἐπίδαυρος δέ εἰμί θέατρον ἐν ὁ ἱερός μάλιστα ἐγώ δοκέω θέα ἄξιος | 0 |
| 2.27.5 | 2 | τὰ μὲν γὰρ Ῥωμαίων πολὺ δή τι καὶ ὑπερῆρ κ ε τῶν πανταχοῦ τῷ κόσμῳ, μεγέθει δὲ Ἀρκάδων τὸ ἐν Μεγάλῃ πόλει· ἁρμονίας δὲ ἢ κάλλους ἕνεκα ἀρχιτέκτων ποῖος ἐς ἅμιλλαν Πολυκλείτῳ γένοιτʼ ἂν ἀξιόχρεως; | The theatres of the Romans may surpass all others in magnificence throughout the world, and the one at Megalopolis in Arcadia in size, but what architect would be worthy to compete with Polycleitus in symmetry or beauty? | ὁ μέν γάρ Ῥωμαῖος πολύς δή τις καί ὑπεραίρω κ ε ὁ πανταχοῦ ὁ κόσμος μέγεθος δέ Ἀρκάς ὁ ἐν μέγας πόλις ἁρμονία δέ ἤ κάλλος ἕνεκα ἀρχιτέκτων ποῖος εἰς ἅμιλλα Πολυκλείτης γίγνομαι ἄν ἀξιόχρεως | 0 |
| 2.27.5 | 3 | Πολύκλειτος γὰρ καὶ θέατρον τοῦτο καὶ οἴκημα τὸ περιφερὲς ὁ ποιήσας ἦν. | For it was Polycleitus who constructed both this theatre and the circular building here. | Πολύκλειτος γάρ καί θέατρον οὗτος καί οἴκημα ὁ περιφερής ὁ ποιέω εἰμί | 0 |
| 2.27.5 | 4 | ἐντὸς δὲ τοῦ ἄλσους ναός τέ ἐστιν Ἀρτέμιδος καὶ ἄγαλμα Ἠπιόνης καὶ Ἀφροδίτης ἱερὸν καὶ Θέμιδος καὶ στάδιον, οἷα Ἕλλησι τὰ πολλὰ γῆς χῶμα, | Within the sacred grove is a temple of Artemis, a statue of Epione, sanctuaries of Aphrodite and of Themis, and a stadium similar to most Greek stadiums, consisting chiefly of an earthen embankment. | ἐντός δέ ὁ ἄλσος ναός τε εἰμί Ἄρτεμις καί ἄγαλμα Ἠπιόνη καί Ἀφροδίτη ἱερός καί Θέμις καί στάδιον οἷος Ἕλλην ὁ πολύς γῆ χῶμα | 0 |
| 2.27.5 | 5 | καὶ κρήνη τῷ τε ὀρόφῳ καὶ κόσμῳ τῷ λοιπῷ θέας ἀξία. | There is also a fountain noteworthy for its roof and overall decoration. | καί κρήνη ὁ τε ὀροφή καί κόσμος ὁ λοιπός θέα ἀξία | 0 |
| 2.27.6 | 1 | ὁπόσα δὲ Ἀντωνῖνος ἀνὴρ τῆς συγκλήτου βουλῆς ἐφʼ ἡμῶν ἐποίησεν, ἔστι μὲν Ἀσκληπιοῦ λουτρόν, ἔστι δὲ ἱερὸν θεῶν οὓς Ἐπιδώτας ὀνομάζουσιν· | Among the works done in our day by Antoninus, a man of the Senate, are a bath-house of Asclepius and a sanctuary dedicated to the gods called Epidotes ("Givers"). | ὁπόσος δέ Ἀντωνῖνος ἀνήρ ὁ σύγκλητος βουλή ἐπί ἐγώ ποιέω εἰμί μέν Ἀσκληπιός λουτρόν εἰμί δέ ἱερός θεός ὅς ἐπιδώτης ὀνομάζω | 0 |
| 2.27.6 | 2 | ἐποίησε δὲ καὶ Ὑγείᾳ ναὸν καὶ Ἀσκληπιῷ καὶ Ἀπόλλωνι ἐπίκλησιν Αἰγυπτίοις. | He built also temples to Hygieia, Asclepius, and Apollo, under the surname Egyptian. | ποιέω δέ καί ὑγίεια ναός καί Ἀσκληπιός καί Ἀπόλλων ἐπίκλησις Αἰγύπτιος | 0 |
| 2.27.6 | 3 | καὶ ἦν γὰρ στοὰ καλουμένη Κότυος, καταρρυέντος δέ οἱ τοῦ ὀρόφου διέφθαρτο ἤδη πᾶσα ἅτε ὠμῆς τῆς πλίνθου ποιηθεῖσα· ἀνῳκοδόμησε καὶ ταύτην. | There was, moreover, a portico named Cotys, which, as the roof had collapsed, was entirely in ruins, having originally been built of unbaked brick; this too he restored anew. | καί εἰμί γάρ στοά καλέω κότυος καταρρέω δέ ὁ ὁ ὀροφή διαφθείρω ἤδη πᾶς ἅτε ὠμός ὁ πλίνθος ποιέω ἀνοικοδομέω καί οὗτος | 0 |
| 2.27.6 | 4 | Ἐπιδαυρίων δὲ οἱ περὶ τὸ ἱερὸν μάλιστα ἐταλαιπώρουν, ὅτι μήτε αἱ γυναῖκες ἐν σκέπῃ σφίσιν ἔτικτον καὶ ἡ τελευτὴ τοῖς κάμνουσιν ὑπαίθριος ἐγίνετο· | The Epidaurians who lived around the sanctuary especially suffered hardship because they had no shelter under which the women could bear their children, and those who fell ill died exposed to the open air. | Ἐπιδαύριος δέ ὁ περί ὁ ἱερός μάλιστα ταλαιπωρέω ὅτι μήτε ὁ γυνή ἐν σκέπη σφεῖς τίκτω καί ὁ τελευτή ὁ κάμνω ὑπαίθριος γίγνομαι | 0 |
| 2.27.6 | 5 | ὁ δὲ καὶ ταῦτα ἐπανορθούμενος κατεσκευάσατο οἴκησιν· ἐνταῦθα ἤδη καὶ ἀποθανεῖν ἀνθρώπῳ καὶ τεκεῖν γυναικὶ ὅσιον. | Antoninus addressed these troubles as well, constructing a building so that henceforth it became lawful and proper for men to die and women to give birth within its shelter. | ὁ δέ καί οὗτος ἐπανορθόω κατασκευάζω οἴκησις ἐνταῦθα ἤδη καί ἀποθνῄσκω ἄνθρωπος καί τίκτω γυνή ὅσιος | 0 |
| 2.27.7 | 1 | ὄρη δέ ἐστιν ὑπὲρ τὸ ἄλσος τό τε Τίτθιον καὶ ἕτερον ὀνομαζόμενον Κυνόρτιον, Μαλεάτου δὲ Ἀπόλλωνος ἱερὸν ἐν αὐτῷ. | Above the grove are mountains, one called Titthion and another named Kynortion; on this latter stands a sanctuary of Apollo Maleatas. | ὄρος δέ εἰμί ὑπέρ ὁ ἄλσος ὁ τε τίτθιον καί ἕτερος ὀνομάζω Κυνόρτιον Μαλεάτης δέ Ἀπόλλων ἱερός ἐν αὐτός | 0 |
| 2.27.7 | 2 | τοῦτο μὲν δὴ τῶν ἀρχαίων· τὰ δὲ ἄλλα ὅσα περὶ τὸ ἱερὸν τοῦ Μαλεάτου καὶ ἔλυτρον κρήνης, ἐς ὃ τὸ ὕδωρ συλλέγεταί σφισι τὸ ἐκ τοῦ θεοῦ, Ἀντωνῖνος καὶ ταῦτα Ἐπιδαυρίοις ἐποίησεν. | This sanctuary is among the ancient structures, but all the other buildings around the sanctuary of Maleatas, and the reservoir that collects the water coming from the god, were built for the Epidaurians by Antoninus. | οὗτος μέν δή ὁ ἀρχαῖος ὁ δέ ἄλλος ὅσος περί ὁ ἱερός ὁ Μαλεάτης καί ἔλυτρον κρήνη εἰς ὅς ὁ ὕδωρ συλλέγω σφεῖς ὁ ἐκ ὁ θεός Ἀντωνῖνος καί οὗτος Ἐπίδαυρος ποιέω | 0 |