Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 2.33

PassageSentenceGreekEnglishLemma FormsMissing
2.33.1 1 νῆσοι δέ εἰσι Τροιζηνίοις μία μὲν πλησίον τῆς ἠπείρου, καὶ διαβῆναι ποσὶν ἐς αὐτὴν ἔστιν· αὕτη Σφαιρία ὀνομαζομένη πρότερον Ἱερὰ διʼ αἰτίαν ἐκλήθη τοιαύτην. The Troizenians possess islands, of which one lies close to the mainland and can even be reached on foot; this island, now called Sphairia, was previously named "Hiera" (Sacred) for the following reason. νῆσος δέ εἰμί Τροιζήνιος εἷς μέν πλησίον ὁ ἤπειρος καί διαβαίνω πούς εἰς αὐτός εἰμί οὗτος σφαιρία ὀνομάζω πρότερον ἱερός διά αἰτία καλέω τοιοῦτος 0
2.33.1 2 ἔστιν ἐν αὐτῇ Σφαίρου μνῆμα· Πέλοπος δὲ ἡνίοχον εἶναι λέγουσι τὸν Σφαῖρον. On it is found the tomb of Sphairos, who, they say, was once the charioteer of Pelops. εἰμί ἐν αὐτός σφαῖρα μνῆμα Πέλοψ δέ ἡνίοχος εἰμί λέγω ὁ σφαῖρον 0
2.33.1 3 τούτῳ κατὰ δή τι ἐξ Ἀθηνᾶς ὄνειρον κομίζουσα Αἴθρα ἐς χοὰς διέβαινεν ἐς τὴν νῆσον, διαβάσῃ δὲ ἐνταῦθα λέγεται Ποσειδῶνα μιχθῆναι. It is said that Aethra, following a dream sent by Athena, crossed over onto the island in order to offer libations to his grave; once there, Poseidon is said to have united with her. οὗτος κατά δή τις ἐκ Ἀθηνᾶ ὄνειρον κομίζω αἴθρα εἰς χοή διαβαίνω εἰς ὁ νῆσος διαβαίνω δέ ἐνταῦθα λέγω Ποσειδῶν μίγνυμι 0
2.33.1 4 ἱδρύσατο μὲν διὰ τοῦτο Αἴθρα ναὸν ἐνταῦθα Ἀθηνᾶς Ἀπατουρίας καὶ Ἱερὰν ἀντὶ Σφαιρίας ὠνόμασε τὴν νῆσον· κατεστήσατο δὲ καὶ ταῖς Τροιζηνίων παρθένοις ἀνατιθέναι πρὸ γάμου τὴν ζώνην τῇ Ἀθηνᾷ τῇ Ἀπατουρίᾳ. Because of this encounter, Aethra established there a temple to Athena Apatouria and renamed the island Hiera instead of Sphairia; she also established the custom that the Troezenian maidens dedicate their girdles to Athena Apatouria before marriage. ἱδρύομαι μέν διά οὗτος αἴθρα ναός ἐνταῦθα Ἀθηνᾶ ἀπατουρία καί ἱερός ἀντί σφαιρία ὀνομάζω ὁ νῆσος καθίστημι δέ καί ὁ Τροιζήνιος παρθένος ἀνατίθημι πρό γάμος ὁ ζώνη ὁ Ἀθηνᾶ ὁ ἀπατουρία 0
2.33.2 1 Καλαύρειαν δὲ Ἀπόλλωνος ἱερὰν τὸ ἀρχαῖον εἶναι λέγουσιν, ὅτε περ ἦσαν καὶ οἱ Δελφοὶ Ποσειδῶνος· They say that Calaureia was originally sacred to Apollo, at the time when Delphi belonged to Poseidon. Καλαυρεία δέ Ἀπόλλων ἱερός ὁ ἀρχαῖος εἰμί λέγω ὅτε περί εἰμί καί ὁ Δελφοί Ποσειδῶν 0
2.33.2 2 λέγεται δὲ καὶ τοῦτο, ἀντιδοῦναι τὰ χωρία σφᾶς ἀλλήλοις. It is also said that the two gods exchanged their territories. λέγω δέ καί οὗτος ἀντιδίδωμι ὁ χωρίον σφεῖς ἀλλήλων 0
2.33.2 3 φασὶ δὲ ἔτι καὶ λόγιον μνημονεύουσιν· A prophetic utterance too is mentioned, which says: φημί δέ ἔτι καί λόγιον μνημονεύω 0
2.33.2 4 ἶσόν τοι Δῆλόν τε Καλαύρειάν τε νέμεσθαι Πυθώ τʼ ἠγαθέην καὶ Ταίναρον ἠνεμόεσσαν. "Equal it is to possess Delos and Calaureia, And sacred Pytho and windy Taenarum." ἴσος τοί δῆλος τε καλαύρεια τε νέμομαι Πυθώ τε ἀγαθέη καί Ταίναρον ἀνεμόεις 0
2.33.2 5 ἔστι δʼ οὖν Ποσειδῶνος ἱερὸν ἐνταῦθα ἅγιον, ἱερᾶται δὲ αὐτῷ παρθένος, ἔστʼ ἂν ἐς ὥραν προέλθῃ γάμου. Now there is here a sacred sanctuary of Poseidon, and his priestess is a maiden until the time she reaches the proper age for marriage. εἰμί δέ οὖν Ποσειδῶν ἱερός ἐνταῦθα ἅγιος ἱεράομαι δέ αὐτός παρθένος ἔστι ἄν εἰς ὥρα προέρχομαι γάμος 0
2.33.3 1 τοῦ περιβόλου δὲ ἐντὸς καὶ τὸ Δημοσθένους μνῆμά ἐστι. Within the enclosure is also the monument of Demosthenes. ὁ περίβολος δέ ἐντός καί ὁ Δημοσθένης μνῆμα εἰμί 0
2.33.3 2 καί μοι τὸ δαιμόνιον δεῖξαι μάλιστα ἐπὶ τούτου δοκεῖ καὶ Ὁμήρου πρότερον ὡς εἴη βάσκανον, εἰ δὴ Ὅμηρον μὲν προδιεφθαρμένον τοὺς ὀφθαλμοὺς ἐπὶ τοσούτῳ κακῷ κακὸν δεύτερον πενία πιέζουσα ἐπὶ πᾶσαν γῆν πτωχεύοντα ἦγε, Δημοσθένει δὲ φυγῆς τε συνέπεσεν ἐν γήρᾳ λαβεῖν πεῖραν καὶ ὁ θάνατος ἐγένετο οὕτω βίαιος. In this particular instance especially, I think, divine power has revealed how malevolent fortune can be, just as it did before in Homer’s case: Homer’s eyes were already ruined, yet on top of this great misfortune came the further hardship of poverty, driving him onward as a beggar throughout all lands; so too Demosthenes, in his old age, experienced exile, and his death turned out to be so violent. καί ἐγώ ὁ δαιμόνιον δείκνυμι μάλιστα ἐπί οὗτος δοκέω καί Ὅμηρος πρότερον ὡς εἴην βάσκανος εἰ δή ὅμηρος μέν προδιαφθείρω ὁ ὀφθαλμός ἐπί τοσοῦτος κακός κακός δεύτερος πενία πιέζω ἐπί πᾶς γῆ πτωχεύω ἄγω Δημοσθένης δέ φυγή τε συμβαίνω ἐν γῆρας λαμβάνω πεῖρα καί ὁ θάνατος γίγνομαι οὕτως βίαιος 0
2.33.3 3 εἴρηται μὲν οὖν περὶ αὐτοῦ καὶ ἄλλοις καὶ αὐτῷ Δημοσθένει πλεῖστα, ἦ μὴν τῶν χρημάτων ἃ ἐκ τῆς Ἀσίας ἤγαγεν Ἅρπαλος μὴ μεταλαβεῖν αὐτόν· Now certainly much about him has been said by others, and indeed by Demosthenes himself—but at least he never shared in the money that Harpalus brought over from Asia. εἴρω μέν οὖν περί αὐτός καί ἄλλος καί αὐτός Δημοσθένης πολύς ἦ μήν ὁ χρῆμα ὅς ἐκ ὁ Ἀσία ἄγω ἅρπαλος μή μεταλαμβάνω αὐτός 0
2.33.4 1 τὸ δὲ ὕστερον λεχθὲν ἐπέξειμι ὁποῖον ἐγένετο. I will now explain what happened afterward. ὁ δέ ὕστερον λέγω ἐπέξειμι ὁποῖος γίγνομαι 0
2.33.4 2 Ἅρπαλος μὲν ὡς ἐξ Ἀθηνῶν ἀπέδρα διαβὰς ναυσὶν ἐς Κρήτην, οὐ πολὺ ὕστερον ὑπὸ τῶν θεραπευόντων ἀπέθανεν οἰκετῶν· οἱ δὲ ὑπὸ ἀνδρὸς Μακεδόνος Παυσανίου δολοφονηθῆναί φασιν αὐτόν. Harpalus, having fled from Athens, crossed by ship to Crete, where shortly afterward he was killed by servants who attended him; but some say he was murdered through the plotting of a Macedonian named Pausanias. ἅρπαλος μέν ὡς ἐκ Ἀθηνᾶ ἀποδιδράσκω διαβαίνω ναῦς εἰς Κρήτη οὐ πολύς ὕστερον ὑπό ὁ θεραπεύω ἀποθνῄσκω οἰκέτης ὁ δέ ὑπό ἀνήρ Μακεδών Παυσανίας δολοφονέω φημί αὐτός 0
2.33.4 3 τὸν δέ οἱ τῶν χρημάτων διοικητὴν φυγόντα ἐς Ῥόδον Φιλόξενος Μακεδὼν συνέλαβεν, ὃς καὶ αὐτὸν παρὰ Ἀθηναίων ἐξῄτησεν Ἅρπαλον. His treasurer had fled to Rhodes, where the Macedonian Philoxenus, who had previously demanded Harpalus himself from the Athenians, captured him. ὁ δέ ὁ ὁ χρῆμα διοικητής φεύγω εἰς ῥόδον φιλόξενος Μακεδών συλλαμβάνω ὅς καί αὐτός παρά Ἀθηναῖος ἐξαιτέω ἁρπαλή 0
2.33.4 4 τὸν δὲ παῖδα τοῦτον ἔχων ἤλεγχεν ἐς ὃ πάντα ἐπύθετο, ὅσοι τῶν Ἁρπάλου τι ἔτυχον εἰληφότες· Holding this servant, Philoxenus interrogated him until he learned everything about all those who had accepted any money from Harpalus. ὁ δέ παῖς οὗτος ἔχω ἐλέγχω εἰς ὅς πᾶς πυνθάνομαι ὅσος ὁ Ἅρπαλος τις τυγχάνω λαμβάνω 0
2.33.5 1 μαθὼν δὲ ἐς Ἀθήνας γράμματα ἐπέστελλεν. When Alexander learned of it, he wrote letters to Athens. μανθάνω δέ εἰς Ἀθήνη γράμμα ἐπιστέλλω 0
2.33.5 2 ἐν τούτοις τοῖς γράμμασι τοὺς λαβόντας παρὰ Ἁρπάλου καταριθμῶν καὶ αὐτοὺς καὶ ὁπόσον αὐτῶν ἔλαβεν ἕκαστος οὐδὲ ἐμνημόνευσεν ἀρχὴν Δημοσθένους, Ἀλεξάνδρῳ τε ἐς τὰ μάλιστα ἀπεχθανομένου καὶ αὐτὸς ἰδίᾳ προσκρούσας. In these letters he named those who had accepted money from Harpalus, enumerating both the individuals themselves and the amount each had received; but he made no mention whatsoever of Demosthenes, although Demosthenes was especially hated by Alexander and had personally offended him. ἐν οὗτος ὁ γράμμα ὁ λαμβάνω παρά Ἅρπαλος καταριθμέω καί αὐτός καί ὁπόσος αὐτός λαμβάνω ἕκαστος οὐδέ μνημονεύω ἀρχή Δημοσθένης Ἀλέξανδρος τε εἰς ὁ μάλιστα ἀπεχθάνομαι καί αὐτός ἰδίᾳ προσκρούω 0
2.33.5 3 Δημοσθένει μὲν οὖν τιμαὶ καὶ ἑτέρωθι τῆς Ἑλλάδος καὶ παρὰ τῶν Καλαυρείας εἰσὶν οἰκητόρων· Thus Demosthenes is honored in other regions of Greece as well, including by the inhabitants of Calaureia. Δημοσθένης μέν οὖν τιμή καί ἑτέρωθι ὁ Ἑλλάς καί παρά ὁ Καλαυρεία εἰμί οἰκήτωρ 0