Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 3.19.1 | 1 | τοῦ θρόνου δὲ ᾗ καθίζοιτο ἂν ὁ θεός, οὐ διὰ παντὸς κατὰ τοῦτο συνεχοῦς ὄντος ἀλλὰ καθέδρας παρεχομένου πλείονας, παρὰ δὲ καθέδραν ἑκάστην ὑπολειπομένης καὶ εὐρυχωρίας, | As for the throne at the point where the god would sit, it is not continuous throughout at this place, but instead provides several seats, and by each seat there remains an open space; | ὁ θρόνος δέ ὅς καθίζομαι ἄν ὁ θεός οὐ διά πᾶς κατά οὗτος συνεχής εἰμί ἀλλά καθέδρα παρέχομαι πλείων παρά δέ καθέδρα ἕκαστος ὑπολείπω καί εὐρυχωρία | 0 |
| 3.19.1 | 2 | τὸ μέσον ἐστὶν εὐρυχωρὲς μάλιστα καὶ τὸ ἄγαλμα ἐνταῦθα ἐνέστηκε. | the central space is the widest of all, and it is there that the statue has been placed. | ὁ μέσος εἰμί εὐρύχωρος μάλιστα καί ὁ ἄγαλμα ἐνταῦθα ἐνίστημι | 0 |
| 3.19.2 | 1 | μέγεθος δὲ αὐτοῦ μέτρῳ μὲν οὐδένα ἀνευρόντα οἶδα, εἰκάζοντι δὲ καὶ τριάκοντα εἶναι φαίνοιντο ἂν πήχεις. | As for its size, I know of no one who has measured it exactly, but one estimating would probably find it to be about thirty cubits high. | μέγεθος δέ αὐτός μέτρον μέν οὐδείς ἀνευρίσκω οἶδα εἰκάζω δέ καί τριάκοντα εἰμί φαίνομαι ἄν πῆχυς | 0 |
| 3.19.2 | 2 | ἔργον δὲ οὐ Βαθυκλέους ἐστίν, ἀλλὰ ἀρχαῖον καὶ οὐ σὺν τέχνῃ πεποιημένον· | This statue is not a work of Bathykles; it is ancient and not crafted with artistic skill. | ἔργον δέ οὐ βαθυκλής εἰμί ἀλλά ἀρχαῖος καί οὐ σύν τέχνη ποιέω | 0 |
| 3.19.2 | 3 | ὅτι γὰρ μὴ πρόσωπον αὐτῷ καὶ πόδες εἰσὶν ἄκροι καὶ χεῖρες, τὸ λοιπὸν χαλκῷ κίονί ἐστιν εἰκασμένον. | For except for the face and the extremities of the feet and hands, the rest resembles a bronze pillar. | ὅτι γάρ μή πρόσωπον αὐτός καί πούς εἰμί ἄκρος καί χείρ ὁ λοιπός χαλκός κίων εἰμί εἰκάζω | 0 |
| 3.19.2 | 4 | ἔχει δὲ ἐπὶ τῇ κεφαλῇ κράνος, λόγχην δὲ ἐν ταῖς χερσὶ καὶ τόξον. | On its head it wears a helmet, and in its hands it holds a spear and a bow. | ἔχω δέ ἐπί ὁ κεφαλή κράνος λόγχη δέ ἐν ὁ χείρ καί τόξον | 0 |
| 3.19.3 | 1 | τοῦ δὲ ἀγάλματος τὸ βάθρον παρέχεται μὲν βωμοῦ σχῆμα, τεθάφθαι δὲ τὸν Ὑάκινθον λέγουσιν ἐν αὐτῷ, καὶ Ὑακινθίοις πρὸ τῆς τοῦ Ἀπόλλωνος θυσίας ἐς τοῦτον Ὑακίνθῳ τὸν βωμὸν διὰ θύρας χαλκῆς ἐναγίζουσιν· | The pedestal of the statue has the shape of an altar, and it is said that Hyacinthus is buried within it. | ὁ δέ ἄγαλμα ὁ βάθρον παρέχω μέν βωμός σχῆμα θάπτω δέ ὁ ὑάκινθος λέγω ἐν αὐτός καί ὑακίνθιος πρό ὁ ὁ Ἀπόλλων θυσία εἰς οὗτος ὑάκινθος ὁ βωμός διά θύρα χαλκή ἐναγίζω | 0 |
| 3.19.3 | 2 | ἐν ἀριστερᾷ δέ ἐστιν ἡ θύρα τοῦ βωμοῦ. | At the festival of the Hyacinthia, before sacrificing to Apollo, they make offerings through a bronze door on this altar to Hyacinthus; this door is situated on the left side of the altar. | ἐν ἀριστερός δέ εἰμί ὁ θύρα ὁ βωμός | 0 |
| 3.19.3 | 3 | ἐπείργασται δὲ τῷ βωμῷ τοῦτο μὲν ἄγαλμα Βίριδος, τοῦτο δὲ Ἀμφιτρίτης καὶ Ποσειδῶνος· Διὸς δὲ καὶ Ἑρμοῦ διαλεγομένων ἀλλήλοις πλησίον Διόνυσος ἑστήκασι καὶ Σεμέλη, παρὰ δὲ αὐτὴν Ἰνώ. | On the altar there are carved figures: one image of Biris, another of Amphitrite and Poseidon, and near them Zeus and Hermes conversing with each other; close by stand Dionysus and Semele, with Ino beside Semele. | ἐπεργάζομαι δέ ὁ βωμός οὗτος μέν ἄγαλμα βίρις οὗτος δέ Ἀμφιτρίτη καί Ποσειδῶν Ζεύς δέ καί Ἑρμῆς διαλέγομαι ἀλλήλων πλησίον Διόνυσος ἵστημι καί Σεμέλη παρά δέ αὐτός Ἰνώ | 0 |
| 3.19.4 | 1 | πεποίηται δὲ ἐπὶ τοῦ βωμοῦ καὶ ἡ Δημήτηρ καὶ Κόρη καὶ Πλούτων, ἐπὶ δὲ αὐτοῖς Μοῖραί τε καὶ Ὧραι, σὺν δέ σφισιν Ἀφροδίτη καὶ Ἀθηνᾶ τε καὶ Ἄρτεμις· | On the altar are carved Demeter and Kore, as well as Plouton; above them stand the Moirai (Fates) and the Horae (Seasons), and together with these goddesses are Aphrodite, Athena, and Artemis. | ποιέω δέ ἐπί ὁ βωμός καί ὁ Δημήτηρ καί κόρη καί πλοῦτος ἐπί δέ αὐτός μοῖρα τε καί ὥρα σύν δέ σφεῖς Ἀφροδίτη καί Ἀθηνᾶ τε καί Ἄρτεμις | 0 |
| 3.19.4 | 2 | κομίζουσι δʼ ἐς οὐρανὸν Ὑάκινθον καὶ Πολύβοιαν, Ὑακίνθου καθὰ λέγουσιν ἀδελφὴν ἀποθανοῦσαν ἔτι παρθένον. | They are depicted bringing up to heaven Hyacinthus and Polyboia, his sister who, they say, died while still a virgin. | κομίζω δέ εἰς οὐρανός ὑάκινθος καί Πολυβοία ὑάκινθος καθά λέγω ἀδελφή ἀποθνῄσκω ἔτι παρθένος | 0 |
| 3.19.4 | 3 | τοῦτο μὲν οὖν τοῦ Ὑακίνθου τὸ ἄγαλμα ἔχον ἐστὶν ἤδη γένεια, Νικίας δὲ ὁ Νικομήδους περισσῶς δή τι ἔγραψεν αὐτὸν ὡραῖον, τὸν ἐπὶ Ὑακίνθῳ λεγόμενον Ἀπόλλωνος ἔρωτα ὑποσημαίνων. | Now, this statue of Hyacinthus already has a beard, but Nicias, son of Nicomedes, depicted him especially handsome in order to recall the love that Apollo is said to have felt toward Hyacinthus. | οὗτος μέν οὖν ὁ ὑάκινθος ὁ ἄγαλμα ἔχω εἰμί ἤδη γένειον Νικίας δέ ὁ Νικομήδης περισσῶς δή τις γράφω αὐτός ὡραῖος ὁ ἐπί ὑάκινθος λέγω Ἀπόλλων ἔρως ὑποσημαίνω | 0 |
| 3.19.5 | 1 | πεποίηται δὲ ἐπὶ τοῦ βωμοῦ καὶ Ἡρακλῆς ὑπὸ Ἀθηνᾶς καὶ θεῶν τῶν ἄλλων καὶ οὗτος ἀγόμενος ἐς οὐρανόν. | On the altar is depicted also Heracles, led by Athena and the other gods, as he too is taken up into heaven. | ποιέω δέ ἐπί ὁ βωμός καί Ἡρακλῆς ὑπό Ἀθηνᾶ καί θεός ὁ ἄλλος καί οὗτος ἄγω εἰς οὐρανός | 0 |
| 3.19.5 | 2 | εἰσὶ δὲ καὶ αἱ Θεστίου θυγατέρες ἐπὶ τῷ βωμῷ, καὶ Μοῦσαί τε καὶ Ὧραι. | Represented on the altar are likewise the daughters of Thestius, as well as the Muses and the Horae. | εἰμί δέ καί ὁ Θέστιος θυγάτηρ ἐπί ὁ βωμός καί Μοῦσα τε καί ὥρα | 0 |
| 3.19.5 | 3 | περὶ δὲ ἀνέμου Ζεφύρου, καὶ ὡς ὑπὸ τοῦ Ἀπόλλωνος Ὑάκινθος ἀπέθανεν ἄκοντος, καὶ τὰ ἐς τὸ ἄνθος εἰρημένα τάχα μὲν ἂν ἔχοι καὶ ἄλλως, δοκείτω δὲ ᾗ λέγεται. | Concerning the wind Zephyrus, and the accidental death of Hyacinthus by Apollo, and the transformation of the youth into the flower, perhaps one could interpret it otherwise as well; yet let it be as it is traditionally told. | περί δέ ἄνεμος Ζέφυρος καί ὡς ὑπό ὁ Ἀπόλλων ὑάκινθος ἀποθνῄσκω ἄκων καί ὁ εἰς ὁ ἄνθος λέγω τάχα μέν ἄν ἔχω καί ἄλλως δοκέω δέ ὅς λέγω | 0 |
| 3.19.6 | 1 | Ἀμύκλαι δὲ ἀνάστατος ὑπὸ Δωριέων γενομένη καὶ ἀπʼ ἐκείνου κώμη διαμένουσα θέας παρείχετο ἄξιον ἱερὸν Ἀλεξάνδρας καὶ ἄγαλμα· | Amyclae, destroyed by the Dorians and thereafter remaining merely as a village, nevertheless offered worthy things to view, including a sanctuary and a statue of Alexandra. | Ἀμύκλαι δέ ἀνάστατος ὑπό Δωριεύς γίγνομαι καί ἀπό ἐκεῖνος κώμη διαμένω θέα παρέχω ἄξιος ἱερός Ἀλεξάνδρα καί ἄγαλμα | 0 |
| 3.19.6 | 2 | τὴν δὲ Ἀλεξάνδραν οἱ Ἀμυκλαιεῖς Κασσάνδραν τὴν Πριάμου φασὶν εἶναι. | This Alexandra, according to the Amyclaeans, is Cassandra, daughter of Priam. | ὁ δέ Ἀλεξάνδρα ὁ Ἀμυκλαεῖς Κασσάνδρα ὁ Πρίαμος φημί εἰμί | 0 |
| 3.19.6 | 3 | καὶ Κλυταιμνήστρας ἐστὶν ἐνταῦθα εἰκὼν καὶ ἄγαλμα Ἀγαμέμνονος νομιζόμενον μνῆμα. | Here also is an image of Clytemnestra, a statue of Agamemnon, and what is said to be his tomb. | καί Κλυταιμνήστρα εἰμί ἐνταῦθα εἰκών καί ἄγαλμα Ἀγαμέμνων νομίζω μνῆμα | 0 |
| 3.19.6 | 4 | θεῶν δὲ σέβουσιν οἱ ταύτῃ τόν τε Ἀμυκλαῖον καὶ Διόνυσον, ὀρθότατα ἐμοὶ δοκεῖν Ψίλακα ἐπονομάζοντες· | The locals worship the Amyclaean god and Dionysus, whom they very fittingly call Psilax (Winged Dionysus); | θεός δέ σέβομαι ὁ οὗτος ὁ τε Ἀμύκλαιον καί Διόνυσος ὀρθός ἐγώ δοκέω ψιλάξ ἐπονομάζω | 0 |
| 3.19.6 | 5 | ψίλα γὰρ καλοῦσιν οἱ Δωριεῖς τὰ πτερά, ἀνθρώπους δὲ οἶνος ἐπαίρει τε καὶ ἀνακουφίζει γνώμην οὐδέν τι ἧσσον ἢ ὄρνιθας πτερά. | for in the Doric dialect "psila" means wings, and wine lifts and frees men's spirits no less than wings do birds. | ψιλός γάρ καλέω ὁ Δωριεύς ὁ πτερόν ἄνθρωπος δέ οἶνος ἐπαίρω τε καί ἀνακουφίζω γνώμη οὐδείς τις ἧσσων ἤ ὄρνις πτερόν | 0 |
| 3.19.6 | 6 | καὶ Ἀμύκλαι μὲν παρείχοντο τοσαῦτα ἐς μνήμην, ἑτέρα δὲ ἐκ τῆς πόλεως ὁδὸς ἐς Θεράπνην ἄγει· | Such then are the notable things still preserved at Amyclae; another road leads from the city to Therapne. | καί Ἀμύκλαι μέν παρέχω τοσοῦτος εἰς μνήμη ἕτερος δέ ἐκ ὁ πόλις ὁδός εἰς θεράπνη ἄγω | 0 |
| 3.19.7 | 1 | κατὰ δὲ τὴν ὁδὸν Ἀθηνᾶς ξόανόν ἐστιν Ἀλέας. | Along the road there is a wooden image of Athena Alea. | κατά δέ ὁ ὁδός Ἀθηνᾶ ξόανον εἰμί ἀλέα | 0 |
| 3.19.7 | 2 | πρὶν δὲ ἢ διαβῆναι τὸν Εὐρώταν, ὀλίγον ὑπὲρ τῆς ὄχθης ἱερὸν δείκνυται Διὸς Πλουσίου. | Before crossing the Eurotas, slightly above the riverbank, there is a sanctuary that is shown to be dedicated to Zeus Plousios (Zeus of Wealth). | πρίν δέ ἤ διαβαίνω ὁ Εὐρώτας ὀλίγος ὑπέρ ὁ ὄχθη ἱερός δείκνυμι Ζεύς πλούσιος | 0 |
| 3.19.7 | 3 | διαβᾶσι δὲ Κοτυλέως ἐστὶν Ἀσκληπιοῦ ναός, ὃν ἐποίησεν Ἡρακλῆς· | After crossing, there is a temple of Asclepius Cotyleus, built by Heracles. | διαβαίνω δέ κοτυλεύς εἰμί Ἀσκληπιός ναός ὅς ποιέω Ἡρακλῆς | 0 |
| 3.19.7 | 4 | καὶ Ἀσκληπιὸν Κοτυλέα ὠνόμασεν ἀκεσθεὶς τὸ τραῦμα τὸ ἐς τὴν κοτύλην οἱ γενόμενον ἐν τῇ πρὸς Ἱπποκόωντα καὶ τοὺς παῖδας προτέρᾳ μάχῃ. | After being healed of the wound in his hip joint ("cotyle") which had occurred in the previous battle against Hippocoon and his sons, Heracles named the god Asclepius "Cotyleus." | καί Ἀσκληπιός κοτυλή ὀνομάζω ἀκέω ὁ τραῦμα ὁ εἰς ὁ κοτύλη ὁ γίγνομαι ἐν ὁ πρός ἱπποκόος καί ὁ παῖς πρότερος μάχη | 0 |
| 3.19.7 | 5 | ὁπόσα δὲ πεποίηται κατὰ τὴν ὁδὸν ταύτην, ἐστὶν ἀρχαιότατον αὐτῶν Ἄρεως ἱερόν. | Of all the sanctuaries built along this road, the most ancient is said to be a sanctuary of Ares. | ὁπόσος δέ ποιέω κατά ὁ ὁδός οὗτος εἰμί ἀρχαῖος αὐτός Ἄρης ἱερόν | 0 |
| 3.19.7 | 6 | τοῦτό ἐστιν ἐν ἀριστερᾷ τῆς ὁδοῦ, καὶ τὸ ἄγαλμα καὶ τοὺς Διοσκούρους φασὶ κομίσαι ἐκ Κόλχων· | This sanctuary is on the left-hand side of the road, and both the statue and the Dioscuri are said to have been brought from Colchis. | οὗτος εἰμί ἐν ἀριστερός ὁ ὁδός καί ὁ ἄγαλμα καί ὁ Διόσκουρος φημί κομίζω ἐκ Κόλχος | 0 |
| 3.19.8 | 1 | Θηρίταν δὲ ἐπονομάζουσιν ἀπὸ Θηροῦς, ταύτην γὰρ τροφὸν εἶναι τοῦ Ἄρεως λέγουσι. | They call him Theritas after Thero, whom they say was Ares' nurse. | θηρίτης δέ ἐπονομάζω ἀπό θηρεύς οὗτος γάρ τροφός εἰμί ὁ Ἄρης λέγω | 0 |
| 3.19.8 | 2 | τάχα δʼ ἂν ἀκηκοότες παρὰ Κόλχων Θηρίταν λέγοιεν, ἐπεὶ Ἔλληνές γε οὐκ ἴσασιν Ἄρεως τροφὸν Θηρώ· | Possibly they have heard this name Theritas from the Colchians; at least the Greeks know no nurse of Ares named Thero. | τάχα δέ ἄν ἀκούω παρά Κόλχος θηρίτης λέγω ἐπεί Ἕλλην γε οὐ οἶδα Ἄρης τροφός θηρώ | 0 |
| 3.19.8 | 3 | δοκεῖν δέ μοι Θηρίτας οὐ διὰ τὴν τροφὸν ἡ ἐπωνυμία τῷ Ἄρει γέγονεν, ὅτι δὲ ἀνδρὶ χρὴ πολεμίῳ καταστάντα ἐς μάχην οὐδὲν ἔτι ἔχειν ἤπιον, καθὰ δὴ καὶ Ὁμήρῳ περὶ Ἀχιλλέως πεποίηται λέων δʼ ὣς ἄγρια οἶδεν. Hom. Il. 24.41 | But in my opinion, the epithet Theritas was not given to Ares on account of any nurse, but because a warrior, when entering into battle with an enemy, must put aside every gentleness—a point similarly expressed by Homer regarding Achilles: "Like a lion, he knows savage ways." | δοκέω δέ ἐγώ Θήρας οὐ διά ὁ τροφός ὁ ἐπωνυμία ὁ ἄρειος γίγνομαι ὅτι δέ ἀνήρ χρή πολέμιος καθίστημι εἰς μάχη οὐδέν ἔτι ἔχω ἤπιος καθά δή καί Ὅμηρος περί Ἀχιλλεύς ποιέω λέων δέ ὡς ἄγριος οἶδα | 0 |
| 3.19.9 | 1 | Θεράπνη δὲ ὄνομα μὲν τῷ χωρίῳ γέγονεν ἀπὸ τῆς Λέλεγος θυγατρός, Μενελάου δέ ἐστιν ἐν αὐτῇ ναός, καὶ Μενέλαον καὶ Ἑλένην ἐνταῦθα ταφῆναι λέγουσιν. | Therapne received its name from the daughter of Lelex. | Θεράπνη δέ ὄνομα μέν ὁ χωρίον γίγνομαι ἀπό ὁ Λέλεγες θυγάτηρ Μενέλαος δέ εἰμί ἐν αὐτός ναός καί Μενέλαος καί Ἑλένη ἐνταῦθα θάπτω λέγω | 0 |
| 3.19.9 | 2 | Ῥόδιοι δὲ οὐχ ὁμολογοῦντες Λακεδαιμονίοις φασὶν Ἑλένην Μενελάου τελευτήσαντος, Ὀρέστου δὲ ἔτι πλανωμένου, τηνικαῦτα ὑπὸ Νικοστράτου καὶ Μεγαπένθους διωχθεῖσαν ἐς Ῥόδον ἀφικέσθαι Πολυξοῖ τῇ Τληπολέμου γυναικὶ ἔχουσαν ἐπιτηδείως· | There is a temple of Menelaus here, and they say both Menelaus and Helen were buried in this spot. | Ῥόδιοι δέ οὐ ὁμολογέω Λακεδαιμόνιος φημί Ἑλένη Μενέλαος τελευτάω Ὀρέστης δέ ἔτι πλανάω τηνικαῦτα ὑπό Νικόστρατος καί Μεγαπένθης διώκω εἰς ῥόδον ἀφικνέομαι Πολυξώ ὁ Τληπόλεμος γυνή ἔχω ἐπιτηδείως | 0 |
| 3.19.10 | 1 | εἶναι γὰρ καὶ Πολυξὼ τὸ γένος Ἀργείαν, Τληπολέμῳ δὲ ἔτι πρότερον συνοικοῦσαν φυγῆς μετασχεῖν τῆς ἐς Ῥόδον καὶ τῆς νήσου τηνικαῦτα ἄρχειν ὑπολειπομένην ἐπὶ ὀρφανῷ παιδί. | For Polyxo, they say, was Argive by birth, and, having been married earlier to Tlepolemus, she had shared in his flight to Rhodes, where she remained behind ruling the island at that time, left guardian over an orphaned child. | εἰμί γάρ καί Πολυξώ ὁ γένος Ἀργεῖος Τληπόλεμος δέ ἔτι πρότερον συνοικέω φυγή μετέχω ὁ εἰς ῥόδον καί ὁ νῆσος τηνικαῦτα ἄρχω ὑπολείπω ἐπί ὀρφανός παῖς | 0 |
| 3.19.10 | 2 | ταύτην τὴν Πολυξώ φασιν ἐπιθυμοῦσαν Ἑλένην τιμωρήσασθαι τελευτῆς τῆς Τληπολέμου τότε, ὡς ἔλαβεν αὐτὴν ὑποχείριον, ἐπιπέμψαι οἱ λουμένῃ θεραπαίνας Ἐρινύσιν ἴσα ἐσκευασμένας· καὶ αὗται διαλαβοῦσαι δὴ τὴν Ἑλένην αἱ γυναῖκες ἀπάγχουσιν ἐπὶ δένδρου, | This Polyxo, it is said, desiring to avenge Helen for the death of Tlepolemus, when Helen fell into her hands, sent upon her, as she bathed, serving women disguised as Erinyes; and these women seized Helen and hanged her from a tree. | οὗτος ὁ Πολυξώ φημί ἐπιθυμέω Ἑλένη τιμωρέω τελευτή ὁ Τληπόλεμος τότε ὡς λαμβάνω αὐτός ὑποχείριον ἐπιπέμπω ὁ λούω θεράπαινα Ἐρινύς ἴσος σκευάζω καί οὗτος διαλαμβάνω δή ὁ Ἑλένη ὁ γυνή ἀπάγχω ἐπί δένδρον | 0 |
| 3.19.10 | 3 | καὶ ἐπὶ τούτῳ Ῥοδίοις Ἑλένης ἱερόν ἐστι Δενδρίτιδος. | Because of this event, the Rhodians have a sanctuary dedicated to Helen "of the Tree" (Dendritis). | καί ἐπί οὗτος Ῥόδιος Ἑλένη ἱερόν εἰμί δενδρῖτις | 0 |
| 3.19.11 | 1 | ὃν δὲ οἶδα λέγοντας Κροτωνιάτας περὶ Ἑλένης λόγον, ὁμολογοῦντας δέ σφισι καὶ Ἱμεραίους, ἐπιμνησθήσομαι καὶ τοῦδε. | I shall now mention a tradition concerning Helen which I know the people of Croton relate, and which the inhabitants of Himera also agree with. | ὅς δέ οἶδα λέγω Κροτωνιάτης περί Ἑλένη λόγος ὁμολογέω δέ σφεῖς καί ἱμεραῖος ἐπιμιμνῄσκω καί ὅδε | 0 |
| 3.19.11 | 2 | ἔστιν ἐν τῷ Εὐξείνῳ νῆσος κατὰ τοῦ Ἴστρου τὰς ἐκβολὰς Ἀχιλλέως ἱερά. | There is in the Euxine Sea an island located near the mouths of the Ister sacred to Achilles. | εἰμί ἐν ὁ εὐξείνιος νῆσος κατά ὁ Ἴστρος ὁ ἐκβολή Ἀχιλλεύς ἱερός | 0 |
| 3.19.11 | 3 | ὄνομα μὲν τῇ νήσῳ Λευκή, περίπλους δὲ αὐτῇ σταδίων εἴκοσι, δασεῖα δὲ ὕλῃ πᾶσα καὶ πλήρης ζῴων ἀγρίων καὶ ἡμέρων, καὶ ναὸς Ἀχιλλέως καὶ ἄγαλμα ἐν αὐτῇ. | The name of this island is Leuke, its circumference is twenty stadia, and it is entirely covered with trees, filled with wild and tame animals; and upon it there is a temple dedicated to Achilles and a statue of him. | ὄνομα μέν ὁ νῆσος λευκός περίπλους δέ αὐτός στάδιον εἴκοσι δασεῖα δέ ὕλη πᾶς καί πλήρης ζῷον ἄγριος καί ἡμέρα καί ναός Ἀχιλλεύς καί ἄγαλμα ἐν αὐτός | 0 |
| 3.19.12 | 1 | ἐς ταύτην πρῶτος ἐσπλεῦσαι λέγεται Κροτωνιάτης Λεώνυμος. | The first who is said to have sailed to this island was Leonymus of Croton. | εἰς οὗτος πρῶτος ἐσπλέω λέγω Κροτωνιάτης λεώνυμος | 0 |
| 3.19.12 | 2 | πολέμου γὰρ Κροτωνιάταις συνεστηκότος πρὸς τοὺς ἐν Ἰταλίᾳ Λοκρούς, τῶν Λοκρῶν κατὰ οἰκειότητα πρὸς Ὀπουντίους Αἴαντα τὸν Ὀιλέως ἐς τὰς μάχας ἐπικαλουμένων, ὁ Λεώνυμος Κροτωνιάταις στρατηγῶν ἐπῄει τοῖς ἐναντίοίς κατὰ τοῦτο ᾗ προτετάχθαι σφίσι τὸν Αἴαντα ἤκουε. | For when war arose between the Crotoniats and the Locrians in Italy, and the Locrians, due to their kinship with the Opuntians, called upon Ajax son of Oileus to support them in battle, Leonymus, who was commanding the Crotoniats, attacked the enemy at precisely the place where he heard Ajax had been arrayed against them. | πόλεμος γάρ Κροτωνιάτης συνίστημι πρός ὁ ἐν Ἰταλία Λοκρός ὁ Λοκρός κατά οἰκειότης πρός Ὀπούντιος αἴας ὁ Ὀιλεύς εἰς ὁ μάχη ἐπικαλέω ὁ λεώνυμος Κροτωνιάτης στρατηγός ἔπειμι ὁ ἐναντίος κατά οὗτος ὅς προτάσσω σφεῖς ὁ αἴας ἀκούω | 0 |
| 3.19.12 | 3 | τιτρώσκεται δὴ τὸ στέρνον καὶ--- ἔκαμνε γὰρ ὑπὸ τοῦ τραύματος---ἀφίκετο ἐς Δελφούς. | He received a wound in his chest, and, suffering terribly from the injury, travelled to Delphi. | τιτρώσκω δή ὁ στέρνον καί κάμνω γάρ ὑπό ὁ τραῦμα ἀφικνέομαι εἰς Δελφοί | 0 |
| 3.19.12 | 4 | ἐλθόντα δὲ ἡ Πυθία Λεώνυμον ἀπέστελλεν ἐς νῆσον τὴν Λευκήν, ἐνταῦθα εἰποῦσα αὐτῷ φανήσεσθαι τὸν Αἴαντα καὶ ἀκέσεσθαι τὸ τραῦμα. | Upon his arrival, the Pythian priestess sent Leonymus to the island of Leuke, telling him that there Ajax would appear to him and would heal his wound. | ἔρχομαι δέ ὁ Πυθία Λεώνυμος ἀποστέλλω εἰς νῆσος ὁ λευκός ἐνταῦθα εἶπον αὐτός φαίνω ὁ αἴας καί ἀκέομαι ὁ τραῦμα | 0 |
| 3.19.13 | 1 | χρόνῳ δὲ ὡς ὑγιάνας ἐπανῆλθεν ἐκ τῆς Λευκῆς, ἰδεῖν μὲν ἔφασκεν Ἀχιλλέα, ἰδεῖν δὲ τὸν Ὀιλέως καὶ τὸν Τελαμῶνος Αἴαντα, συνεῖναι δὲ καὶ Πάτροκλόν σφισι καὶ Ἀντίλοχον· | After some time, once he had recovered and returned from Leuke, he claimed to have seen Achilles, as well as both Ajax, the son of Oileus, and Ajax, the son of Telamon, and reported that Patroclus and Antilochus were also in their company. | χρόνος δέ ὡς ὑγιαίνω ἐπανέρχομαι ἐκ ὁ λευκός ὁράω μέν φάσκω Ἀχιλλεύς ὁράω δέ ὁ Ὀιλεύς καί ὁ Τελαμών αἴας σύνειμι δέ καί Πάτροκλος σφεῖς καί Ἀντίλοχος | 0 |
| 3.19.13 | 2 | Ἑλένην δὲ Ἀχιλλεῖ μὲν συνοικεῖν, προστάξαι δέ οἱ πλεύσαντι ἐς Ἱμέραν πρὸς Στησίχορον ἀγγέλλειν ὡς ἡ διαφθορὰ τῶν ὀφθαλμῶν ἐξ Ἑλένης γένοιτο αὐτῷ μηνίματος. | He added that Helen lived together with Achilles, and that Achilles had commanded him, upon his voyage to Himera, to inform Stesichorus that the loss of his eyesight had come upon him through Helen's wrath. | Ἑλένη δέ Ἀχιλλεύς μέν συνοικέω προστάσσω δέ ὁ πλέω εἰς ἡμέρα πρός Στησίχορος ἀγγέλλω ὡς ὁ διαφθορά ὁ ὀφθαλμός ἐκ Ἑλένη γίγνομαι αὐτός μνήμων | 0 |
| 3.19.13 | 3 | Στησίχορος μὲν ἐπὶ τούτῳ τὴν παλινῳδίαν ἐποίησεν· | For this reason, Stesichorus composed his recantation. | Στησίχορος μέν ἐπί οὗτος ὁ παλινῳδία ποιέω | 0 |