Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 4.2.1 | 1 | πυθέσθαι δὲ σπουδῇ πάνυ ἐθελήσας, οἵ τινες παῖδες Πολυκάονι ἐγένοντο ἐκ Μεσσήνης, ἐπελεξάμην τάς τε Ἠοίας καλουμένας καὶ τὰ ἔπη τὰ Ναυπάκτια, πρὸς δὲ αὐτοῖς ὁπόσα Κιναίθων καὶ Ἄσιος ἐγενεαλόγησαν. | Since I earnestly wished to find out who were the children born to Polycaon from Messene, I examined carefully both the works called the “Eoiae” and the “Naupactian Epics,” as well as all the genealogies composed by Cinaethon and Asius. | πυνθάνομαι δέ σπουδή πάνυ ἐθέλω ὁ τις παῖς Πολυκάων γίγνομαι ἐκ Μεσσήνη ἐπιλέγομαι ὁ τε ἠοία καλέω καί ὁ ἔπος ὁ Ναύπακτος πρός δέ αὐτός ὁπόσος Κιναίθων καί Ἄσιος γενεαλογέω | 0 |
| 4.2.1 | 2 | οὐ μὴν ἔς γε ταῦτα ἦν σφισιν οὐδὲν πεποιημένον, ἀλλὰ Ὕλλου μὲν τοῦ Ἡρακλέους θυγατρὶ Εὐαίχμῃ συνοικῆσαι Πολυκάονα υἱὸν Βούτου λεγούσας τὰς μεγάλας οἶδα Ἠοίας, τὰ δὲ ἐς τὸν Μεσσήνης ἄνδρα καὶ τὰ ἐς αὐτὴν Μεσσήνην παρεῖταί σφισι. | Yet in these writings nothing on this subject was included at all, except that I know the “Great Eoiae” say Polycaon, son of Boutes, married Euaechme, daughter of Hyllus, son of Heracles; however, concerning Messene herself and Messene’s husband they pass entirely over in silence. | οὐ μήν εἰς γε οὗτος εἰμί σφεῖς οὐδέν ποιέω ἀλλά ὕλλος μέν ὁ Ἡρακλῆς θυγάτηρ εὐαίχμη συνοικέω Πολυκάων υἱός βούτης λέγω ὁ μέγας οἶδα ἠοία ὁ δέ εἰς ὁ Μεσσήνη ἀνήρ καί ὁ εἰς αὐτός Μεσσήνη πάρειμι σφεῖς | 0 |
| 4.2.2 | 1 | χρόνῳ δὲ ὕστερον, ὡς ἦν τῶν Πολυκάονος οὐδεὶς ἔτι ἀπογόνων, ἐς γενεὰς πέντε ἐμοὶ δοκεῖν προελθόντων καὶ οὐ πλέονας, Περιήρην τὸν Αἰόλου βασιλέα ἐπάγονται. | Some time later, when no descendants of Polycaon were left, after five generations had passed—I believe not more—they introduced Perieres, son of Aeolus, as their king. | χρόνος δέ ὕστερον ὡς εἰμί ὁ Πολυκάων οὐδείς ἔτι ἀπόγονος εἰς γενεά πέντε ἐγώ δοκέω προέρχομαι καί οὐ πλείων περιαιρέω ὁ Αἴολος βασιλεύς ἐπάγομαι | 0 |
| 4.2.2 | 2 | παρὰ τοῦτον ἀφίκετο, ὡς οἱ Μεσσήνιοί φασι, Μελανεύς, τοξεύειν ἀνὴρ ἀγαθὸς καὶ διὰ τοῦτο Ἀπόλλωνος εἶναι νομιζόμενος· | According to the Messenians, Melaneus came to him, a man skilled in archery and for this reason held to be a son of Apollo. | παρά οὗτος ἀφικνέομαι ὡς ὁ Μεσσήνιος φημί μελανεύς τοξεύω ἀνήρ ἀγαθός καί διά οὗτος Ἀπόλλων εἰμί νομίζω | 0 |
| 4.2.2 | 3 | καί οἱ τῆς χώρας τὸ Καρνάσιον, τότε δὲ Οἰχαλίαν κληθεῖσαν, ἀπένειμεν ὁ Περιήρης ἐνοικῆσαι· | Perieres granted him that territory called Carnasium, though at that time it was named Oechalia, to settle and dwell in. | καί ὁ ὁ χώρα ὁ Καρνάσιον τότε δέ Οἰχαλία καλέω ἀπονέμω ὁ Περιήρης οἰκέω | 0 |
| 4.2.2 | 4 | γενέσθαι δὲ ὄνομα Οἰχαλίαν τῇ πόλει φασὶν ἀπὸ τοῦ Μελανέως τῆς γυναικός. | They say the city was given the name Oechalia from the wife of Melaneus. | γίγνομαι δέ ὄνομα Οἰχαλία ὁ πόλις φημί ἀπό ὁ μελανεύς ὁ γυνή | 0 |
| 4.2.3 | 1 | Θεσσαλοὶ δὲ καὶ Εὐβοεῖς, ἥκει γὰρ δὴ ἐς ἀμφισβήτησιν τῶν ἐν τῇ Ἑλλάδι τὰ πλείω, λέγουσιν οἱ μὲν ὡς τὸ Εὐρύτιον---χωρίον δὲ ἔρημον ἐφʼ ἡμῶν ἐστι τὸ Εὐρύτιον---πόλις τὸ ἀρχαῖον ἦν καὶ ἐκαλεῖτο Οἰχαλία, τῷ δὲ Εὐβοέων λόγῳ Κρεώφυλος ἐν Ἡρακλείᾳ πεποίηκεν ὁμολογοῦντα· | Now, the Thessalians and the Euboeans—for indeed most matters in Greece are subject to dispute—give differing accounts: the Thessalians maintain that Eurytion (which in our time is a deserted locale) was in ancient days a city called Oechalia; the Euboean tradition, however, is supported by Creophylus, who composed a poem titled "Herakleia" agreeing with their account. | Θεσσαλός δέ καί Εὐβοεύς ἥκω γάρ δή εἰς ἀμφισβήτησις ὁ ἐν ὁ Ἑλλάς ὁ πλείων λέγω ὁ μέν ὡς ὁ Εὐρύτιον χωρίον δέ ἔρημος ἐπί ἐγώ εἰμί ὁ Εὐρύτιον πόλις ὁ ἀρχαῖος εἰμί καί καλέω Οἰχαλία ὁ δέ εὐβοεύς λόγος κρεώφυλος ἐν Ἡρακλείη ποιέω ὁμολογέω | 0 |
| 4.2.3 | 2 | Ἑκαταῖος δὲ ὁ Μιλήσιος ἐν Σκίῳ μοίρᾳ τῆς Ἐρετρικῆς ἔγραψεν εἶναι Οἰχαλίαν. | Hecataeus the Milesian wrote that Oechalia belonged to the territory of Eretria, specifically in the Scian district. | Ἑκαταῖος δέ ὁ Μιλήσιος ἐν σκιόεις μοῖρα ὁ ἐρετρικός γράφω εἰμί Οἰχαλία | 0 |
| 4.2.3 | 3 | ἀλλὰ γὰρ οἱ Μεσσήνιοι τά τε ἄλλα δοκοῦσί μοι μᾶλλον εἰκότα ἐκείνων λέγειν καὶ οὐχ ἥκιστα τῶν ὀστῶν ἕνεκα τῶν Εὐρύτου, ἃ δὴ καὶ ἐν τοῖς ἔπειτά που ὁ λόγος ἐπέξεισί μοι. | But to my mind, the Messenians’ account on these points seems more credible, especially regarding the bones of Eurytos, concerning which I will provide further details later in my narrative. | ἀλλά γάρ ὁ Μεσσήνιοι ὁ τε ἄλλος δοκέω ἐγώ μᾶλλον εἰκός ἐκεῖνος λέγω καί οὐ ἥκιστα ὁ ὀστέον ἕνεκα ὁ Εὔρυτος ὅς δή καί ἐν ὁ ἔπειτα πού ὁ λόγος ἐπέξειμι ἐγώ | 0 |
| 4.2.4 | 1 | Περιήρει δὲ ἐγεγόνεσαν ἐκ Γοργοφόνης τῆς Περσέως Ἀφαρεὺς καὶ Λεύκιππος, καὶ ὡς ἀπέθανε Περιήρης, ἔσχον οὗτοι τὴν Μεσσηνίων ἀρχήν· | Perieres had two sons by Gorgophone, daughter of Perseus, Aphareus and Leucippus, and when Perieres died, these sons assumed power over the Messenians. | περιαιρέω δέ γίγνομαι ἐκ γοργοφόνη ὁ Περσεύς Ἀφαρεύς καί Λεύκιππος καί ὡς ἀποθνῄσκω Περιήρης ἔχω οὗτος ὁ Μεσσήνιος ἀρχή | 0 |
| 4.2.4 | 2 | κυριώτερος δὲ ἔτι Ἀφαρεὺς ἦν. | However, Aphareus was the more authoritative ruler. | κυριώτερος δέ ἔτι Ἀφαρεύς εἰμί | 0 |
| 4.2.4 | 3 | οὗτος βασιλεύσας πόλιν ᾤκισεν Ἀρήνην ἀπὸ τῆς Οἰβάλου θυγατρός, αὑτοῦ δὲ γυναικὸς τῆς αὐτῆς καὶ ἀδελφῆς ὁμομητρίας· | During his reign as king, Aphareus founded a city named Arene after the daughter of Oebalus, who was also his own wife and maternal half-sister. | οὗτος βασιλεύω πόλις οἰκίζω ἀρήνη ἀπό ὁ Οἴβαλος θυγάτηρ ἑαυτοῦ δέ γυνή ὁ αὐτός καί ἀδελφή ὁμομητρία | 0 |
| 4.2.4 | 4 | καὶ γὰρ Οἰβάλῳ συνῴκησε Γοργοφόνη, καί μοι δὶς ἤδη τὰ ἐς αὐτὴν ὁ λόγος ἔν τε τῇ Ἀργολίδι ἐδήλωσε καὶ ἐν τῇ Λακωνικῇ συγγραφῇ. | For Gorgophone had also married Oebalus; indeed, I have already mentioned her twice previously, both in my account of Argolis and in my work on Laconia. | καί γάρ οἴβαλος συνοικέω Γοργοφόνη καί ἐγώ δίς ἤδη ὁ εἰς αὐτός ὁ λόγος εἰμί τε ὁ Ἀργολίς δηλόω καί ἐν ὁ Λακωνικός συγραφή | 0 |
| 4.2.5 | 1 | ὁ δʼ οὖν Ἀφαρεὺς πόλιν τε ἔκτισεν ἐν τῇ Μεσσηνίᾳ τὴν Ἀρήνην καὶ Νηλέα τὸν Κρηθέως τοῦ Αἰόλου, Ποσειδῶνος δὲ ἐπίκλησιν, ἀνεψιὸν ὄντα αὐτῷ, φεύγοντα ἐξ Ἰωλκοῦ Πελίαν ἐδέξατο οἴκῳ. | Aphareus founded the city of Arene in Messenia and welcomed into his home Neleus, the son of Cretheus son of Aeolus, surnamed Poseidon, who was his cousin and fleeing from Pelias out of Iolcus. | ὁ δέ οὖν Ἀφαρεύς πόλις τε κτίζω ἐν ὁ Μεσσηνία ὁ ἀρήνη καί νηλεύς ὁ Κρηθεύς ὁ Αἴολος Ποσειδῶν δέ ἐπίκλησις ἀνεψιός εἰμί αὐτός φεύγω ἐκ Ἰωλκός πελία δέχομαι οἶκος | 0 |
| 4.2.5 | 2 | καὶ τῆς γῆς οἱ ἔδωκε τὰ ἐπὶ θαλάσσῃ, ἐν οἷς ἄλλαι τε ἦσαν πόλεις καὶ ἡ Πύλος, ἔνθα καὶ ᾤκησε καὶ τὸ βασίλειον κατεστήσατο ὁ Νηλεύς. | He gave to him the land along the sea, where among other towns was Pylos, and it was there that Neleus settled and established his royal dwelling. | καί ὁ γῆ ὁ δίδωμι ὁ ἐπί θάλασσα ἐν ὅς ἄλλος τε εἰμί πόλις καί ὁ πύλος ἔνθα καί οἰκέω καί ὁ βασίλειον καθίστημι ὁ νηλεύς | 0 |
| 4.2.6 | 1 | ἀφίκετο δὲ ἐς τὴν Ἀρήνην καὶ Λύκος ὁ Πανδίονος, ὅτε καὶ αὐτὸς τὸν ἀδελφὸν Αἰγέα ἐξ Ἀθηνῶν ἔφευγε· | Lycus, son of Pandion, had also come to Arene when he himself was fleeing Athens away from his brother Aegeus; | ἀφικνέομαι δέ εἰς ὁ ἀρήνη καί λύκος ὁ Πανδίων ὅτε καί αὐτός ὁ ἀδελφός Αἰγεύς ἐκ Ἀθηνᾶ φεύγω | 0 |
| 4.2.6 | 2 | καὶ τὰ ὄργια ἐπέδειξε τῶν Μεγάλων θεῶν Ἀφαρεῖ καὶ τοῖς παισὶ καὶ τῇ γυναικὶ Ἀρήνῃ· | and he revealed the mysteries of the Great Gods to Aphareus, his children, and his wife Arene. | καί ὁ ὄργια ἐπιδείκνυμι ὁ μέγας θεός ἀφαίρω καί ὁ παῖς καί ὁ γυνή ἀρήν | 0 |
| 4.2.6 | 3 | ταῦτα δέ σφισιν ἐπεδείκνυτο ἀγαγὼν ἐς τὴν Ἀνδανίαν, ὅτι καὶ τὴν Μεσσήνην ὁ Καύκων ἐμύησεν ἐνταῦθα. | He showed them these rites after leading them to Andania, because it was there also that Caucon had initiated Messene. | οὗτος δέ σφεῖς ἐπιδείκνυμι ἄγω εἰς ὁ Ἀνδανία ὅτι καί ὁ Μεσσήνη ὁ Καύκων μυέω ἐνταῦθα | 0 |
| 4.2.7 | 1 | Ἀφαρεῖ δὲ τῶν παίδων πρεσβύτερος μὲν καὶ ἀνδρειότερος Ἴδας, νεώτερος δὲ ἦν Λυγκεύς, ὃν ἔφη Πίνδαρος---ὅτῳ πιστὰ---οὕτως ὀξὺ ὁρᾶν ὡς καὶ διὰ στελέχους θεᾶσθαι δρυός. | Of the sons of Aphareus, Idas was elder and braver, while the younger was Lynceus, who, according to Pindar—if one trusts him—had eyesight so sharp that he could see even through the trunk of an oak tree. | ἀφαίρω δέ ὁ παῖς πρεσβύτερος μέν καί ἀνδρειότερος Ἶας νεώτερος δέ εἰμί λυγκεύς ὅς φημί Πίνδαρος ὅστις πιστός οὕτως ὀξύς ὁράω ὡς καί διά στέλεχος θεάομαι δρυς | 0 |
| 4.2.7 | 2 | Λυγκέως μὲν δὴ παῖδα οὐκ ἴσμεν γενόμενον, Ἴδα δὲ Κλεοπάτραν θυγατέρα ἐκ Μαρπήσσης, ἣ Μελεάγρῳ συνῴκησεν. | No child of Lynceus, as far as we know, was ever born; but Idas had by Marpessa a daughter, Cleopatra, who married Meleager. | Λυγκεύς μέν δή παῖς οὐ οἶδα γίγνομαι Ἶας δέ Κλεοπάτρα θυγάτηρ ἐκ Μαρπήσσα ὅς Μελέαγρος συνοικέω | 0 |
| 4.2.7 | 3 | ὁ δὲ τὰ ἔπη ποιήσας τὰ Κύπρια Πρωτεσιλάου φησίν, ὃς ὅτε κατὰ τὴν Τρῳάδα ἔσχον Ἕλληνες ἀποβῆναι πρῶτος ἐτόλμησε, Πρωτεσιλάου τούτου τὴν γυναῖκα Πολυδώραν μὲν τὸ ὄνομα, θυγατέρα δὲ Μελεάγρου φησὶν εἶναι τοῦ Οἰνέως. | The author of the epic poem called the Cypria says that the wife of Protesilaus—the one who first dared to land when the Greeks arrived at Troy—was named Polydora, and calls her daughter of Meleager son of Oeneus. | ὁ δέ ὁ ἔπος ποιέω ὁ κύπριος Πρωτεσίλαος φημί ὅς ὅτε κατά ὁ Τρῳάς ἔχω Ἕλλην ἀποβαίνω πρῶτος τολμάω Πρωτεσίλαος οὗτος ὁ γυνή Πολυδώρα μέν ὁ ὄνομα θυγάτηρ δέ Μέλεαγρος φημί εἰμί ὁ Οἰνεύς | 0 |
| 4.2.7 | 4 | εἰ τοίνυν ἐστὶν ἀληθές, αἱ γυναῖκες αὗται τρεῖς οὖσαι τὸν ἀριθμὸν ἀπὸ Μαρπήσσης ἀρξάμεναι προαποθανοῦσι πᾶσαι τοῖς ἀνδράσιν ἑαυτὰς ἐπικατέσφαξαν. | If this is true, then these three women, beginning with Marpessa, all preceded their husbands in death, each one killing herself intentionally after her husband's demise. | εἰ τοίνυν εἰμί ἀληθής ὁ γυνή οὗτος τρεῖς οὖσα ὁ ἀριθμός ἀπό Μαρπήσσα ἄρχομαι προαποθνῄσκω πᾶς ὁ ἀνήρ ἑαυτοῦ ἐπικατασφάζω | 0 |