Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 5.15.1 | 1 | ἔστι δὲ οἴκημα ἐκτὸς τῆς Ἄλτεως, καλεῖται δὲ ἐργαστήριον Φειδίου, καὶ ὁ Φειδίας καθʼ ἕκαστον τοῦ ἀγάλματος ἐνταῦθα εἰργάζετο· | Outside the Altis there is a building known as the Workshop of Pheidias, where Pheidias himself fashioned each part of the statue. | εἰμί δέ οἴκημα ἐκτός ὁ ἄλσος καλέω δέ ἐργαστήριον Φειδίας καί ὁ Φειδίας κατά ἕκαστος ὁ ἄγαλμα ἐνταῦθα ἐργάζομαι | 0 |
| 5.15.1 | 2 | ἔστιν οὖν βωμὸς ἐν τῷ οἰκήματι θεοῖς πᾶσιν ἐν κοινῷ. | Within the building there is an altar dedicated jointly to all the gods. | εἰμί οὖν βωμός ἐν ὁ οἴκημα θεός πᾶς ἐν κοινός | 0 |
| 5.15.1 | 3 | ὀπίσω δὲ ἀναστρέψαντι αὖθις ἐς τὴν Ἄλτιν ἐστὶν ἀπαντικρὺ τοῦ Λεωνιδαίου--- | Turning back again towards the Altis, opposite is the Leonidaeum. | ὀπίσω δέ ἀναστρέφω αὖθις εἰς ὁ ἄλτις εἰμί ἀπαντικρύ ὁ Λεωνίδειος | 0 |
| 5.15.2 | 1 | τὸ δὲ ἐκτὸς μὲν τοῦ περιβόλου τοῦ ἱεροῦ τὸ Λεωνίδαιον, τῶν δὲ ἐσόδων πεποίηται τῶν ἐς τὴν Ἄλτιν κατὰ τὴν πομπικήν, ἣ μόνη τοῖς πομπεύουσίν ἐστιν ὁδός· | Outside the sacred enclosure stands the Leonidaeum, opposite the entrance into the Altis by the processional way, which is the only road permitted to those leading a procession. | ὁ δέ ἐκτός μέν ὁ περίβολος ὁ ἱερόν ὁ Λεωνίδειον ὁ δέ ἔσοδος ποιέω ὁ εἰς ὁ ἄλτις κατά ὁ πομπικός ὅς μόνος ὁ πομπεύω εἰμί ὁδός | 0 |
| 5.15.2 | 2 | τοῦτο δὲ ἀνδρὸς μὲν τῶν ἐπιχωρίων ἐστὶν ἀνάθημα Λεωνίδου, κατʼ ἐμὲ δὲ ἐς αὐτὸ Ῥωμαίων ἐσῳκίζοντο οἱ τὴν Ἑλλάδα ἐπιτροπεύοντες· | It is a dedication by Leonidas, a local man; in my time it served as the residence for the Roman governors who administered Greece. | οὗτος δέ ἀνήρ μέν ὁ ἐπιχώριος εἰμί ἀνάθημα Λεωνίδης κατά ἐγώ δέ εἰς αὐτός Ῥωμαῖος οἰκίζω ὁ ὁ Ἑλλάς ἐπιτροπεύω | 0 |
| 5.15.2 | 3 | διέστηκε δὲ ἀγυιὰν ἀπὸ τῆς ἐσόδου τῆς πομπικῆς, τοὺς γὰρ δὴ ὑπὸ Ἀθηναίων καλουμένους στενωποὺς ἀγυιὰς ὀνομάζουσιν οἱ Ἠλεῖοι. | It is separated by an alley from the processional entrance; indeed, what the Athenians call narrow passages ("stenopoi") the Eleans term alleys ("agyiai"). | διίστημι δέ ἀγυιά ἀπό ὁ ἔσοδος ὁ πομπικός ὁ γάρ δή ὑπό Ἀθηναῖος καλέω στενωπός ἀγυιά ὀνομάζω ὁ Ἠλεῖος | 0 |
| 5.15.3 | 1 | ἔστι δὲ ἐν τῇ Ἄλτει τοῦ Λεωνιδαίου περᾶν μέλλοντι ἐς ἀριστερὰν Ἀφροδίτης βωμὸς καὶ Ὡρῶν μετʼ αὐτόν. | In the Altis, as you are about to pass beyond the Leonidaeum, there stands on your left an altar to Aphrodite, and after it one to the Horae. | εἰμί δέ ἐν ὁ ἄλσος ὁ Λεωνίδειος πείρω μέλλω εἰς ἀριστερός Ἀφροδίτη βωμός καί ὥρα μετά αὐτός | 0 |
| 5.15.3 | 2 | κατὰ δὲ τὸν ὀπισθόδομον μάλιστά ἐστιν ἐν δεξιᾷ πεφυκὼς κότινος· | Also, by the rear chamber of the temple, there grows a wild olive tree especially on the right side. | κατά δέ ὁ ὀπισθόδομος μάλιστα εἰμί ἐν δεξιός φύω κότινος | 0 |
| 5.15.3 | 3 | καλεῖται δὲ ἐλαία Καλλιστέφανος, καὶ τοῖς νικῶσι τὰ Ὀλύμπια καθέστηκεν ἀπʼ αὐτῆς δίδοσθαι τοὺς στεφάνους. | This olive tree is called "Kallistephanos" ("Beautiful-crowned"), and it is from this tree that crowns are ordained to be awarded to victors in the Olympic games. | καλέω δέ ἐλαία Καλλιστέφανος καί ὁ νικάω ὁ Ὀλύμπια καθίστημι ἀπό αὐτός δίδωμι ὁ στέφανος | 0 |
| 5.15.3 | 4 | τούτου πλησίον τοῦ κοτίνου πεποίηται Νύμφαις βωμός· | Near this wild olive a second altar has been dedicated to the Nymphs. | οὗτος πλησίον ὁ κοτῖνος ποιέω νύμφη βωμός | 0 |
| 5.15.4 | 1 | Καλλιστεφάνους ὀνομάζουσι καὶ ταύτας. | They call these also Kallistephanous ("Beautifully Crowned"). | Καλλιστέφανος ὀνομάζω καί οὗτος | 0 |
| 5.15.4 | 2 | ἔστι δὲ τοῖς ἐκτὸς τῆς Ἄλτεως μὲν Ἀρτέμιδος Ἀγοραίας βωμός, ἐν δεξιᾷ δὲ τοῦ Λεωνιδαίου, πεποίηται δὲ καὶ Δεσποίναις ---τὰ δὲ ἐς τὴν θεὸν ἥντινα ὀνομάζουσι Δέσποιναν διδάξει μοι τοῦ λόγου τὰ ἐς Ἀρκάδας---, μετὰ δὲ τοῦτον ἔστιν Ἀγοραίου Διὸς βωμός, πρὸ δὲ τῆς καλουμένης Προεδρίας Ἀπόλλωνος ἐπωνυμίαν Πυθίου καὶ μετʼ αὐτὸν Διονύσου· | Outside the Altis there is an altar of Artemis Agoraia; it is located on the right side of the Leonidaeum; there is also an altar made for the Despoinai—but what pertains to the goddess whom they call Despoina, I shall explain in my account of Arcadia; next to this altar is an altar of Zeus Agoraios, and in front of the so-called Proedria is an altar dedicated to Apollo, surnamed Pythios, and after him, one to Dionysus. | εἰμί δέ ὁ ἐκτός ὁ ἄλσος μέν Ἄρτεμις ἀγοραῖος βωμός ἐν δεξιός δέ ὁ Λεωνίδειος ποιέω δέ καί δεσποίνη ὁ δέ εἰς ὁ θεός ὅστις ὀνομάζω δέσποινα διδάσκω ἐγώ ὁ λόγος ὁ εἰς Ἀρκάς μετά δέ οὗτος εἰμί ἀγοραῖος Ζεύς βωμός πρό δέ ὁ καλέω προεδρία Ἀπόλλων ἐπωνυμία Πύθιος καί μετά αὐτός Διόνυσος | 0 |
| 5.15.4 | 3 | τοῦτον οὔτε πάλαι τὸν βωμὸν καὶ ὑπὸ ἀνδρῶν ἰδιωτῶν ἀνατεθῆναι λέγουσιν. | It is said that this altar of Dionysus was neither ancient nor dedicated officially, but was set up privately by individuals. | οὗτος οὔτε πάλαι ὁ βωμός καί ὑπό ἀνήρ ἰδιώτης ἀνατίθημι λέγω | 0 |
| 5.15.5 | 1 | ἰόντι δὲ ἐπὶ τὴν ἄφεσιν τῶν ἵππων ἔστι βωμός, ἐπίγραμμα δὲ ἐπʼ αὐτῷ Μοιραγέτα· | As one goes toward the starting-place for the horses, there is an altar, inscribed with the title "Moiragetēs" (Leader of Fate). | εἶμι δέ ἐπί ὁ ἄφεσις ὁ ἵππος εἰμί βωμός ἐπίγραμμα δέ ἐπί αὐτός μοιραγέτης | 0 |
| 5.15.5 | 2 | δῆλα οὖν ἐστιν ἐπίκλησιν εἶναι Διὸς ὃς τὰ ἀνθρώπων οἶδεν, ὅσα διδόασιν αἱ Μοῖραι καὶ ὅσα μὴ πέπρωταί σφισι. | Clearly, this is an epithet of Zeus, who knows all things concerning mortals—both those that the Fates grant and those that have not been allotted to them. | δῆλος οὖν εἰμί ἐπίκλησις εἰμί Ζεύς ὅς ὁ ἀνήρ οἶδα ὅσος δίδωμι ὁ μοῖρα καί ὅσος μή πέπρωται σφεῖς | 0 |
| 5.15.5 | 3 | πλησίον δὲ καὶ Μοιρῶν βωμός ἐστιν ἐπιμήκης, μετὰ δὲ αὐτὸν Ἑρμοῦ καὶ δύο ἐφεξῆς Διὸς Ὑψίστου· | Nearby stands a long altar dedicated to the Fates; beyond it is one to Hermes and, in succession, two altars to Zeus Hypsistos (Highest). | πλησίον δέ καί μοῖρα βωμός εἰμί ἐπιμήκης μετά δέ αὐτός Ἑρμῆς καί δύο ἐφεξῆς Ζεύς ὕψιστος | 0 |
| 5.15.5 | 4 | ἐν δὲ τῶν ἵππων τῇ ἀφέσει ἐν μὲν τῷ ὑπαίθρῳ, τῆς ἀφέσεως κατὰ μέσον που μάλιστα, Ποσειδῶνος Ἱππίου καὶ Ἥρας εἰσὶν Ἱππίας βωμοί, πρὸς δὲ τῷ κίονι Διοσκούρων. | At the open area of the horses' starting-place, roughly in the midpoint of it, there are altars to Poseidon Hippios (Horse-God) and Hera Hippia, and by the pillar is an altar to the Dioskouroi. | ἐν δέ ὁ ἵππος ὁ ἄφεσις ἐν μέν ὁ ὑπαίθριος ὁ ἄφεσις κατά μέσος πού μάλιστα Ποσειδῶν Ἱππίου καί Ἥρα εἰμί ἱππίας βωμός πρός δέ ὁ κίων Διόσκουροι | 0 |
| 5.15.6 | 1 | τῆς δὲ πρὸς τὸν Ἔμβολον καλούμενον ἐσόδου τῇ μὲν Ἄρεως Ἱππίου, τῇ δὲ Ἀθηνᾶς Ἱππίας βωμός, ἐς δὲ αὐτὸν τὸν Ἔμβολον ἐσελθόντων Τύχης ἐστὶν ἀγαθῆς βωμὸς καὶ Πανός τε καὶ Ἀφροδίτης, ἐνδοτάτω δὲ τοῦ Ἐμβόλου Νυμφῶν ἃς Ἀκμηνὰς καλοῦσιν. | At the entrance facing toward the place called Embolos stands, on one side, an altar of Ares Hippios, and on the other, an altar of Athena Hippia; upon entering Embolos itself there is an altar of Agathe Tyche (Good Fortune), as well as altars of Pan and Aphrodite; further within Embolos is an altar dedicated to the Nymphs whom they call Akmenai. | ὁ δέ πρός ὁ ἔμβολον καλέω ἔσοδος ὁ μέν Ἄρης Ἱππίου ὁ δέ Ἀθηνᾶ ἱππίας βωμός εἰς δέ αὐτός ὁ ἔμβολον εἰσέρχομαι τύχη εἰμί ἀγαθός βωμός καί Πάν τε καί Ἀφροδίτη ἐνδοτάτω δέ ὁ ἐμβόλιον νύμφη ὅς ἀκμήν καλέω | 0 |
| 5.15.6 | 2 | ἀπὸ δὲ τῆς στοᾶς ἣν οἱ Ἠλεῖοι καλοῦσιν Ἀγνάπτου, τὸν ἀρχιτέκτονα ἐπονομάζοντες τῷ οἰκοδομήματι, ἀπὸ ταύτης ἐπανιόντι ἐστὶν ἐν δεξιᾷ βωμὸς Ἀρτέμιδος. | Returning from the stoa that the Eleans name Agnaptos, calling the building after its architect, there is on the right-hand side an altar of Artemis. | ἀπό δέ ὁ στοά ὅς ὁ Ἠλεῖος καλέω Ἄγναπτος ὁ ἀρχιτέκτων ἐπονομάζω ὁ οἰκοδόμημα ἀπό οὗτος ἐπανίημι εἰμί ἐν δεξιός βωμός Ἄρτεμις | 0 |
| 5.15.7 | 1 | ἐσελθόντων δὲ αὖθις διὰ τῆς πομπικῆς ἐς τὴν Ἄλτιν, εἰσὶν ὄπισθεν τοῦ Ἡραίου Κλαδέου τε τοῦ ποταμοῦ καὶ Ἀρτέμιδος βωμοί, ὁ δὲ μετʼ αὐτοὺς Ἀπόλλωνος, τέταρτος δὲ Ἀρτέμιδος ἐπίκλησιν Κοκκώκας, καὶ Ἀπόλλωνος πέμπτος Θερμίου. | Upon entering again into the Altis through the ceremonial gateway, there stand behind the Heraion altars of the river Cladeus and of Artemis, followed by an altar of Apollo; fourth is one of Artemis who bears the surname Kokkoka, and fifth one of Apollo Thermios. | εἰσέρχομαι δέ αὖθις διά ὁ πομπικός εἰς ὁ ἄλτις εἰμί ὄπισθεν ὁ Ἡραῖος κλαδέω τε ὁ ποταμός καί Ἄρτεμις βωμός ὁ δέ μετά αὐτός Ἀπόλλων τέταρτος δέ Ἄρτεμις ἐπίκλησις κοκκάω καί Ἀπόλλων πέμπτος Θέρμιος | 0 |
| 5.15.7 | 2 | τὸν μὲν δὴ παρὰ Ἠλείοις Θέρμιον καὶ αὐτῷ μοι παρίστατο εἰκάζειν ὡς κατὰ Ἀτθίδα γλῶσσαν εἴη θέσμιος· | Concerning Thermios, the Elean usage itself suggested to me conjecturing that the name corresponds to the Attic term "Thesmios" (Lawgiver). | ὁ μέν δή παρά Ἠλεῖος θέρμιον καί αὐτός ἐγώ παρίστημι εἰκάζω ὡς κατά Ἀτθίς γλῶσσα εἴην θέσμιος | 0 |
| 5.15.7 | 3 | ἀνθʼ ὅτου δὲ Ἄρτεμιν ἐπονομάζουσι Κοκκώκαν, οὐχ οἷά τε ἦν μοι διδαχθῆναι. | But for what reason Artemis is called Kokkoka I was unable to ascertain. | ἀντί ὅστις δέ Ἄρτεμις ἐπονομάζω κοκκάω οὐ οἷος τε εἰμί ἐγώ διδάσκω | 0 |
| 5.15.8 | 1 | ἔστι δὲ πρὸ τοῦ καλουμένου Θεηκολεῶνος οἴκημα· τούτου δὲ ἐν γωνίᾳ τοῦ οἰκήματος Πανὸς ἵδρυται βωμός. | In front of the structure called the Theekoleon is a building; at the corner of this building there is set up an altar of Pan. | εἰμί δέ πρό ὁ καλέω θεηκόλεων οἴκημα οὗτος δέ ἐν γωνία ὁ οἴκημα Πάν ἵδρυμαι βωμός | 0 |
| 5.15.8 | 2 | τὸ πρυτανεῖον δὲ Ἠλείοις ἔστι μὲν τῆς Ἄλτεως ἐντός, πεποίηται δὲ παρὰ τὴν ἔξοδον ἥ ἐστι τοῦ γυμνασίου πέραν· | The Prytaneion of the Eleans lies within the Altis, built near the exit across from the gymnasium. | ὁ πρυτανεῖον δέ Ἠλεῖος εἰμί μέν ὁ ἄλσος ἐντός ποιέω δέ παρά ὁ ἔξοδος ὅς εἰμί ὁ γυμνάσιον πέραν | 0 |
| 5.15.8 | 3 | ἐν τούτῳ δὲ οἵ τε δρόμοι τῷ γυμνασίῳ καὶ τοῖς ἀθληταῖς εἰσιν αἱ παλαῖστραι. | Here are the running tracks of the gymnasium and the wrestling grounds for the athletes. | ἐν οὗτος δέ ὁ τε δρόμος ὁ γυμνάσιον καί ὁ ἀθλητής εἰμί ὁ παλαίστρα | 0 |
| 5.15.8 | 4 | τοῦ πρυτανείου δὲ πρὸ μὲν τῶν θυρῶν βωμός ἐστιν Ἀρτέμιδος Ἀγροτέρας· | Before the doors of the Prytaneion is an altar to Artemis Agrotera. | ὁ πρυτανεῖον δέ πρό μέν ὁ θύρα βωμός εἰμί Ἄρτεμις ἀγροτέρα | 0 |
| 5.15.9 | 1 | ἐν δὲ αὐτῷ τῷ πρυτανείῳ παριόντων ἐς τὸ οἴκημα, ἔνθα σφίσιν ἡ ἑστία, Πανός ἐστιν ἐν δεξιᾷ τῆς ἐσόδου βωμός. | In the Prytaneion itself, as one enters the chamber in which their hearth is located, there is an altar of Pan on the right side of the entrance. | ἐν δέ αὐτός ὁ πρυτανείον πάρειμι εἰς ὁ οἴκημα ἔνθα σφεῖς ὁ Ἑστία Πάν εἰμί ἐν δεξιός ὁ ἔσοδος βωμός | 0 |
| 5.15.9 | 2 | ἔστι δὲ ἡ ἑστία τέφρας καὶ αὕτη πεποιημένη, καὶ ἐπʼ αὐτῆς πῦρ ἀνὰ πᾶσάν τε ἡμέραν καὶ ἐν πάσῃ νυκτὶ ὡσαύτως καίεται· | This hearth also is made of ashes, and upon it a fire burns similarly throughout each day and every night. | εἰμί δέ ὁ Ἑστία τέφρα καί οὗτος ποιέω καί ἐπί αὐτός πῦρ ἀνά πᾶς τε ἡμέρα καί ἐν πᾶς νύξ ὡσαύτως καίω | 0 |
| 5.15.9 | 3 | ἀπὸ ταύτης τῆς ἑστίας τὴν τέφραν κατὰ τὰ εἰρημένα ἤδη μοι κομίζουσιν ἐπὶ τὸν τοῦ Ὀλυμπίου βωμόν, καὶ οὐχ ἥκιστα ἐς μέγεθος συντελεῖ τῷ βωμῷ τὸ ἀπὸ τῆς ἑστίας ἐπιφορούμενον. | From this hearth they take ashes, according to the practice already described by me, and carry them to the altar of Olympian Zeus; indeed, the ashes brought from the hearth especially contribute to the size of the altar. | ἀπό οὗτος ὁ ἑστία ὁ τέφρα κατά ὁ λέγω ἤδη ἐγώ κομίζω ἐπί ὁ ὁ Ὀλύμπιος βωμός καί οὐ ἥκιστα εἰς μέγεθος συντελέω ὁ βωμός ὁ ἀπό ὁ ἑστία ἐπιφέρω | 0 |
| 5.15.10 | 1 | ἑκάστου δὲ ἅπαξ τοῦ μηνὸς θύουσιν ἐπὶ πάντων Ἠλεῖοι τῶν κατειλεγμένων βωμῶν. | On one day each month, the Eleans make sacrifices upon all the altars I have listed. | ἕκαστος δέ ἅπαξ ὁ μήν θύω ἐπί πᾶς Ἠλεῖος ὁ καταλέγω βωμός | 0 |
| 5.15.10 | 2 | θύουσι δὲ ἀρχαῖόν τινα τρόπον· λιβανωτὸν γὰρ ὁμοῦ πυροῖς μεμαγμένοις μέλιτι θυμιῶσιν ἐπὶ τῶν βωμῶν, τιθέασι δὲ καὶ κλῶνας ἐλαίας ἐπʼ αὐτῶν καὶ οἴνῳ χρῶνται σπονδῇ. | They sacrifice in an ancient manner, burning incense mixed with wheat grains and honey upon the altars; they also place olive branches upon them and pour wine as libations. | θύω δέ ἀρχαῖος τις τρόπος λιβανωτός γάρ ὁμοῦ πυρός μάγδος μέλι θυμιάω ἐπί ὁ βωμός τίθημι δέ καί κλών ἐλαία ἐπί αὐτός καί οἶνος χράομαι σπονδή | 0 |
| 5.15.10 | 3 | μόναις δὲ ταῖς Νύμφαις οὐ νομίζουσιν οἶνον οὐδὲ ταῖς Δεσποίναις σπένδειν οὐδὲ ἐπὶ τῷ βωμῷ τῷ κοινῷ πάντων θεῶν. | Only to the Nymphs and to the Goddesses called Despoinai, and upon the common altar of all the gods, do they consider it improper to offer wine-libations. | μόνος δέ ὁ νύμφη οὐ νομίζω οἶνος οὐδέ ὁ δεσποίνη σπένδω οὐδέ ἐπί ὁ βωμός ὁ κοινός πᾶς θεός | 0 |
| 5.15.10 | 4 | μέλει δὲ τὰ ἐς θυσίας θεηκόλῳ τε, ὃς ἐπὶ μηνὶ ἑκάστῳ τὴν τιμὴν ἔχει, καὶ μάντεσι καὶ σπονδοφόροις, ἔτι δὲ ἐξηγητῇ τε καὶ αὐλητῇ καὶ τῷ ξυλεῖ· | The ceremonies regarding the sacrifices are overseen by the theēkolos (divine attendant), who holds office for one month, and by seers, libation bearers, an interpreter (exegetes), a flute-player, and a woodman. | μέλω δέ ὁ εἰς θυσία θεηκόλος τε ὅς ἐπί μήν ἕκαστος ὁ τιμή ἔχω καί μάντις καί σπονδοφόρος ἔτι δέ ἐξηγητής τε καί αὐλητής καί ὁ ξύλινος | 0 |
| 5.15.11 | 1 | ὁπόσα δὲ ἐπὶ ταῖς σπονδαῖς λέγειν σφίσιν ἐν τῷ πρυτανείῳ καθέστηκεν, ἢ καὶ ὕμνους ὁποίους ᾄδουσιν, οὔ με ἦν εἰκὸς ἐπεισαγαγέσθαι καὶ ταῦτα ἐς τὸν λόγον. | As for all the words which it is customary for them to recite at the libations in the Prytaneion, or the hymns which they sing, I did not think it fitting to include these things in my narrative. | ὁπόσος δέ ἐπί ὁ σπονδή λέγω σφεῖς ἐν ὁ πρυτανείον καθίστημι ἤ καί ὕμνος ὁποῖος ᾄδω οὐ ἐγώ εἰμί εἰκός ἐπεισαγάγω καί οὗτος εἰς ὁ λόγος | 0 |
| 5.15.11 | 2 | θεοῖς δὲ οὐ τοῖς Ἑλληνικοῖς μόνον ἀλλὰ καὶ τῷ ἐν Λιβύῃ σπένδουσι καὶ Ἥρᾳ τε Ἀμμωνίᾳ καὶ Παράμμωνι· | They pour libations not only to the gods worshipped in Greece, but also to the deity in Libya, and to Hera Ammonia and Parammon. | θεός δέ οὐ ὁ Ἑλληνικός μόνος ἀλλά καί ὁ ἐν Λιβύη σπένδω καί Ἥρα τε Ἀμμωνία καί Παράμμων | 0 |
| 5.15.11 | 3 | Ἑρμοῦ δὲ ἐπίκλησίς ἐστιν ὁ Παράμμων. | Parammon being a surname of Hermes. | Ἑρμῆς δέ ἐπίκλησις εἰμί ὁ Παράμμων | 0 |
| 5.15.11 | 4 | φαίνονται δὲ χρώμενοι ἐκ παλαιοτάτου τῷ ἐν Λιβύῃ μαντείῳ, καὶ ἀναθήματα Ἠλείων ἐν Ἄμμωνός εἰσι βωμοί· | Clearly the Eleans have from most ancient times been consulting the Libyan oracle, and among the votive offerings at the sanctuary of Ammon are altars dedicated by the Eleans. | φαίνομαι δέ χράομαι ἐκ παλαιότατος ὁ ἐν Λιβύη μαντεῖον καί ἀνάθημα Ἠλεῖος ἐν Ἄμμων εἰμί βωμός | 0 |
| 5.15.11 | 5 | γέγραπται δὲ ἐπʼ αὐτῶν ὅσα τε ἐπυνθάνοντο οἱ Ἠλεῖοι καὶ τὰ χρησθέντα ὑπὸ τοῦ θεοῦ καὶ τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ παρὰ τὸν Ἄμμωνα ἦλθον ἐξ Ἤλιδος. | On these altars are inscribed the questions which the Eleans asked, the responses given by the god, and the names of the men who traveled from Elis to Ammon. | γράφω δέ ἐπί αὐτός ὅσος τε πυνθάνομαι ὁ Ἠλεῖος καί ὁ χράω ὑπό ὁ θεός καί ὁ ὄνομα ὁ ἀνήρ ὅς παρά ὁ Ἄμμων ἔρχομαι ἐκ Ἠλίς | 0 |
| 5.15.11 | 6 | ταῦτα μὲν δή ἐστιν ἐν Ἄμμωνος· | These things, then, stand in the sanctuary of Ammon. | οὗτος μέν δή εἰμί ἐν Ἄμμων | 0 |
| 5.15.12 | 1 | Ἠλεῖοι δὲ καὶ ἥρωσι καὶ γυναιξὶ σπένδουσιν ἡρώων, ὅσοι τε ἐν τῇ χώρᾳ τῇ Ἠλείᾳ καὶ ὅσοι παρὰ Αἰτωλοῖς τιμὰς ἔχουσιν. | The Eleans also pour libations for heroes and the wives of heroes, both those honored in the territory of Elis and those who are revered among the Aetolians. | Ἠλεῖος δέ καί ἥρως καί γυνή σπένδω ἥρως ὅσος τε ἐν ὁ χώρα ὁ Ἤλις καί ὅσος παρά Αἰτωλός τιμή ἔχω | 0 |
| 5.15.12 | 2 | ὁπόσα δὲ ᾄδουσιν ἐν τῷ πρυτανείῳ, φωνὴ μέν ἐστιν αὐτῶν ἡ Δώριος, ὅστις δὲ ὁ ποιήσας ἦν τὰ ᾄσματα, οὐ λέγουσιν. | As for the hymns they chant in the Prytaneium, their dialect is Doric, but they do not say who composed these hymns. | ὁπόσος δέ ᾄδω ἐν ὁ πρυτανείον φωνή μέν εἰμί αὐτός ὁ Δώριος ὅστις δέ ὁ ποιέω εἰμί ὁ ᾄσμα οὐ λέγω | 0 |
| 5.15.12 | 3 | ἔστι δὲ καὶ ἑστιατόριον Ἠλείοις· καὶ τοῦτο ἔστι μὲν ἐντὸς τοῦ πρυτανείου, τοῦ οἰκήματος τοῦ τῆς ἑστίας ἀπαντικρύ, τοὺς δὲ τὰ Ὀλύμπια νικῶντας ἑστιῶσιν ἐν τούτῳ τῷ οἰκήματι. | The Eleans also have a dining-hall, which is located inside the Prytaneium, directly opposite the chamber of Hestia, and it is in this building that they feast those who have won victories at Olympia. | εἰμί δέ καί ἑστιατόριον Ἠλεῖος καί οὗτος εἰμί μέν ἐντός ὁ πρυτανεῖον ὁ οἴκημα ὁ ὁ ἑστία ἀπαντικρύ ὁ δέ ὁ Ὀλύμπια νικάω ἑστιάω ἐν οὗτος ὁ οἴκημα | 0 |