Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 5.22.1 | 1 | ἔστι δὲ καὶ ἀγάλματα Διὸς δημοσίᾳ τε καὶ ὑπὸ ἀνδρῶν ἀνατεθέντα ἰδιωτῶν. | There are also statues of Zeus, dedicated both by the community and by private individuals. | εἰμί δέ καί ἄγαλμα Ζεύς δημοσίᾳ τε καί ὑπό ἀνήρ ἀνατίθημι ἰδιώτης | 0 |
| 5.22.1 | 2 | ἔστι δὲ βωμὸς ἐν τῇ Ἄλτει τῆς ἐσόδου πλησίον τῆς ἀγούσης ἐς τὸ στάδιον· ἐπὶ τούτου θεῶν μὲν οὐδενὶ θύουσιν Ἠλεῖοι, σαλπιγκταῖς δὲ ἐφεστηκόσιν αὐτῷ καὶ τοῖς κήρυξιν ἀγωνίζεσθαι καθέστηκε. | There is an altar in the Altis near the entrance leading into the stadium; upon this altar the Eleans do not sacrifice to any god, but it is customary that trumpeters and heralds stand upon it to compete. | εἰμί δέ βωμός ἐν ὁ ἄλσος ὁ ἔσοδος πλησίον ὁ ἄγω εἰς ὁ στάδιον ἐπί οὗτος θεός μέν οὐδείς θύω Ἠλεῖος σαλπιγκτής δέ ἐφεστήκως αὐτός καί ὁ κήρυξ ἀγωνίζομαι καθίστημι | 0 |
| 5.22.1 | 3 | παρὰ τοῦτον τὸν βωμὸν βάθρον τε πεποίηται χαλκοῦν καὶ ἄγαλμα ἐπʼ αὐτῷ Διός, μέγεθος μὲν ὅσον ἓξ πήχεις, κεραυνὸν δὲ ἐν ἑκατέρᾳ τῇ χειρὶ ἔχει· | Beside this altar is a bronze pedestal, and upon it stands an image of Zeus, about six cubits high, holding a thunderbolt in each of his hands. | παρά οὗτος ὁ βωμός βάθρον τε ποιέω χαλκοῦς καί ἄγαλμα ἐπί αὐτός Ζεύς μέγεθος μέν ὅσος ἕξ πῆχυς κεραυνός δέ ἐν ἑκάτερος ὁ χείρ ἔχω | 0 |
| 5.22.1 | 4 | ἀνέθεσαν δὲ αὐτὸ Κυναιθαεῖς. | It was dedicated by the people of Kynaitha. | ἀνατίθημι δέ αὐτός Κυναιθαεύς | 0 |
| 5.22.1 | 5 | ὁ δὲ περικείμενός τε τὸν ὅρμον καὶ ἡλικίαν παῖς ἔτι ἀνάθημα ἀνδρός ἐστι Φλιασίου Κλεόλα. | Next to it is the dedication of a Phliasian named Cleolas—a statue depicting a boy still wearing a necklace and in youthful age. | ὁ δέ περίκειμαι τε ὁ ὅρμος καί ἡλικία παῖς ἔτι ἀνάθημα ἀνήρ εἰμί Φλιάσιος Κλεόλα | 0 |
| 5.22.2 | 1 | παρὰ δὲ τὸ Ἱπποδάμιον καλούμενον λίθου τε βάθρον ἐστὶ κύκλος ἥμισυς καὶ ἀγάλματα ἐπʼ αὐτῷ Ζεὺς καὶ Θέτις τε καὶ Ἡμέρα τὸν Δία ὑπὲρ τῶν τέκνων ἱκετεύουσαι. | Near what is called the Hippodameion is a semicircular stone pedestal upon which stand statues of Zeus, Thetis, and Eos, who are supplicating Zeus on behalf of their children. | παρά δέ ὁ Ἱπποδάμιον καλέω λίθος τε βάθρον εἰμί κύκλος ἥμισυς καί ἄγαλμα ἐπί αὐτός Ζεύς καί Θέτις τε καί ἡμέρα ὁ διά ὑπέρ ὁ τέκνον ἱκετεύω | 0 |
| 5.22.2 | 2 | ταῦτα ἐπὶ μέσῳ τῷ βάθρῳ· | These figures occupy the middle of the pedestal. | οὗτος ἐπί μέσος ὁ βάθρον | 0 |
| 5.22.2 | 3 | οἱ δὲ ἤδη σχῆμα ἀντιτεταγμένων ὅ τε Ἀχιλλεὺς παρέχεται καὶ ὁ Μέμνων ἐπὶ ἑκατέρῳ τοῦ βάθρου τῷ πέρατι ἑκάτερος. | At either end of the pedestal Achilles and Memnon are portrayed already poised against each other. | ὁ δέ ἤδη σχῆμα ἀντιτάσσω ὁ τε Ἀχιλλεύς παρέχω καί ὁ Μέμνων ἐπί ἑκάτερος ὁ βάθρον ὁ πέρας ἑκάτερος | 0 |
| 5.22.2 | 4 | ἀνθεστήκασι δὲ καὶ ἄλλος ἄλλῳ κατὰ τὰ αὐτά, ἀνὴρ βάρβαρος ἀνδρὶ Ἕλληνι, Ὀδυσσεὺς μὲν Ἑλένῳ, ὅτι οὗτοι μάλιστα ἐπὶ σοφίᾳ δόξαν ἐν ἑκατέρῳ τῷ στρατεύματι εἰλήφεσαν, Μενελάῳ δὲ κατὰ τὸ ἔχθος τὸ ἐξ ἀρχῆς Ἀλέξανδρος, Διομήδει δὲ Αἰνείας καὶ τῷ Τελαμῶνος Αἴαντι Δηίφοβος. | Others similarly stand opposed in pairs, barbarian against Greek: Odysseus facing Helenus, as both had attained the greatest reputation for wisdom among their respective armies; Alexander positioned against Menelaus because of their ancient enmity; Aeneas opposite Diomedes; and Deiphobus opposite Ajax, son of Telamon. | ἀνθεστηκώς δέ καί ἄλλος ἄλλος κατά ὁ αὐτός ἀνήρ βάρβαρος ἀνήρ Ἕλλην Ὀδυσσεύς μέν Ἕλενος ὅτι οὗτος μάλιστα ἐπί σοφία δόξα ἐν ἑκάτερος ὁ στράτευμα λαμβάνω Μενέλαος δέ κατά ὁ ἔχθος ὁ ἐκ ἀρχή Ἀλέξανδρος διομήδης δέ Αἰνείας καί ὁ Τελαμών Αἴας Δηίφοβος | 0 |
| 5.22.3 | 1 | ταῦτά ἐστιν ἔργα μὲν Λυκίου τοῦ Μύρωνος, Ἀπολλωνιᾶται δὲ ἀνέθηκαν οἱ ἐν τῷ Ἰονίῳ· | These works are by Lycius, the son of Myron, and were dedicated by the Apollonians who live by the Ionian Sea. | οὗτος εἰμί ἔργον μέν Λύκιος ὁ Μύρων Ἀπολλωνιάτης δέ ἀνατίθημι ὁ ἐν ὁ Ἴονιος | 0 |
| 5.22.3 | 2 | καὶ δὴ καὶ ἐλεγεῖον γράμμασίν ἐστιν ἀρχαίοις ὑπὸ τοῦ Διὸς τοῖς ποσί· | Indeed, beneath the statue of Zeus there is an elegiac inscription in ancient letters: | καί δή καί ἐλεγεῖον γράμμα εἰμί ἀρχαῖος ὑπό ὁ Ζεύς ὁ πούς | 0 |
| 5.22.3 | 3 | μνάματʼ Ἀπολλωνίας ἀνακείμεθα, τὰν ἐνὶ πόντῳ Ἰονίῳ Φοῖβος ᾤκισʼ ἀκερσεκόμας· | "We stand dedicated as memorials of Apollonia, which long-haired Phoebus founded by the Ionian Sea. | μνῆμα Ἀπολλωνία ἀνακεῖμαι ὁ ἐν πόντος Ἴονιος φοῖβος οἰκίζω ἀκερσεκόμης | 0 |
| 5.22.3 | 4 | οἳ γᾶς τέρμαθʼ ἑλόντες Ἀβαντίδος ἐνθάδε ταῦτα ἔστασαν σὺν θεοῖς ἐκ Θρονίου δεκάταν. | Having captured the territory of Abantis, we placed these statues here, a tithe from Thronium, together with the gods." | ὅς γῆ τέρμα αἱρέω Ἀβαντίς ἐνθάδε οὗτος ἵστημι σύν θεός ἐκ θρόνιος δεκάτη | 0 |
| 5.22.3 | 5 | ἡ δὲ Ἀβαντὶς καλουμένη χώρα καὶ πόλισμα ἐν αὐτῇ Θρόνιον τῆς Θεσπρωτίδος ἦσαν ἠπείρου κατὰ ὄρη τὰ Κεραύνια. | The region called Abantis, and the town of Thronium within it, belonged to Thesprotis, located on the mainland near the Ceraunian mountains. | ὁ δέ Ἀβαντίς καλέω χώρα καί πόλισμα ἐν αὐτός θρόνιον ὁ Θεσπρωτίς εἰμί ἤπειρος κατά ὄρος ὁ κεραύνιος | 0 |
| 5.22.4 | 1 | σκεδασθεισῶν γὰρ Ἕλλησιν, ὡς ἐκομίζοντο ἐξ Ἰλίου, τῶν νεῶν, Λοκροί τε ἐκ Θρονίου τῆς ἐπὶ Βοαγρίῳ ποταμῷ καὶ Ἄβαντες ἀπὸ Εὐβοίας ναυσὶν ὀκτὼ συναμφότεροι πρὸς τὰ ὄρη κατηνέχθησαν τὰ Κεραύνια. | For when, upon their return from Ilium, the Greeks' fleet was scattered, the Locrians from Thronium upon the river Boagrius, together with the Abantes from Euboea, were driven with eight ships towards the Ceraunian Mountains. | σκεδάννυμι γάρ Ἕλλην ὡς κομίζω ἐκ Ἴλιον ὁ ναῦς Λοκρός τε ἐκ θρόνιος ὁ ἐπί Βοαγριός ποταμός καί Ἄβαντες ἀπό εὔβοια ναῦς ὀκτώ συναμφότερος πρός ὁ ὄρος κατανέω ὁ κεραύνιος | 0 |
| 5.22.4 | 2 | οἰκήσαντες δὲ ἐνταῦθα καὶ πόλιν οἰκίσαντες Θρόνιον, καὶ τῆς γῆς ἐφʼ ὅσον ἐνέμοντο Ἀβαντίδος ὄνομα ἀπὸ κοινοῦ λόγου θέμενοι, ἐκπίπτουσιν ὕστερον ὑπὸ Ἀπολλωνιατῶν ὁμόρων κρατηθέντες πολέμῳ. | Having settled there and founded a city named Thronium, they called the territory they occupied by the general name Abantis, and later they were expelled, having been defeated in war by their neighbors, the Apolloniatae. | οἰκέω δέ ἐνταῦθα καί πόλις οἰκίζω θρόνιον καί ὁ γῆ ἐπί ὅσος νέμω Ἀβαντίς ὄνομα ἀπό κοινός λόγος τίθημι ἐκπίπτω ὕστερον ὑπό Ἀπολλωνιάτης ὁμός κρατέω πόλεμος | 0 |
| 5.22.4 | 3 | ἀποικισθῆναι δὲ ἐκ Κορκύρας τὴν Ἀπολλωνίαν, τὴν δὲ Κορινθίων εἶναί φασιν ἀποικίαν, οἱ δὲ Κορινθίοις αὐτοῖς μετεῖναι λαφύρων. | It is said that Apollonia was colonized from Corcyra, itself a Corinthian colony, and that the Corinthians themselves took part in the spoils. | ἀποικίζω δέ ἐκ Κόρκυρα ὁ Ἀπολλωνία ὁ δέ Κορινθιος εἰμί φημί ἀποικία ὁ δέ Κορίνθιος αὐτός μείνειν λάφυρον | 0 |
| 5.22.5 | 1 | προελθόντι δὲ ὀλίγον Ζεύς ἐστι πρὸς ἀνίσχοντα τετραμμένος τὸν ἥλιον, ἀετὸν ἔχων τὸν ὄρνιθα καὶ τῇ ἑτέρᾳ τῶν χειρῶν κεραυνόν· | Proceeding forward a short distance, there is a statue of Zeus facing toward the rising sun, holding an eagle as his bird and in his other hand a thunderbolt. | προέρχομαι δέ ὀλίγος Ζεύς εἰμί πρός ἀνίσχω τετραμμένος ὁ ἥλιος ἀετός ἔχω ὁ ὄρνις καί ὁ ἕτερος ὁ χείρ κεραυνός | 0 |
| 5.22.5 | 2 | ἐπίκειται δὲ αὐτῷ καὶ ἐπὶ τῇ κεφαλῇ στέφανος, ἄνθη τὰ ἠρινά. | On his head is placed a crown of spring flowers. | ἐπίκειμαι δέ αὐτός καί ἐπί ὁ κεφαλή στέφανος ἄνθος ὁ ἐαρινός | 0 |
| 5.22.5 | 3 | Μεταποντίνων δέ ἐστιν ἀνάθημα, Αἰγινήτου δὲ ἔργον Ἀριστόνου· | This statue is a dedication of the Metapontines, and is the work of Aristonoos of Aegina. | Μεταπόντιος δέ εἰμί ἀνάθημα Αἰγινήτης δέ ἔργον ἀριστόνους | 0 |
| 5.22.5 | 4 | τοῦ δὲ Ἀριστόνου τούτου διδάσκαλον, ἢ καθʼ ὅντινα χρόνον ἐγένετο, οὐκ ἴσμεν. | Neither the teacher of this Aristonoos nor the exact period in which he lived is known to us. | ὁ δέ ἀριστόνους οὗτος διδάσκαλος ἤ κατά ὅστις χρόνος γίγνομαι οὐ οἶδα | 0 |
| 5.22.6 | 1 | ἀνέθεσαν δὲ καὶ Φλιάσιοι Δία καὶ θυγατέρας τὰς Ἀσωποῦ καὶ αὐτὸν Ἀσωπόν, διακεκόσμηται δὲ οὕτω σφίσι τὰ ἀγάλματα. | The Phliasians also dedicated statues representing Zeus, the daughters of Asopus, and Asopus himself; they were arranged as follows: | ἀνατίθημι δέ καί Φλιάσιοι διά καί θυγάτηρ ὁ Ἀσωπός καί αὐτός Ἀσωπός διακοσμέω δέ οὕτως σφεῖς ὁ ἄγαλμα | 0 |
| 5.22.6 | 2 | Νεμέα μὲν τῶν ἀδελφῶν πρώτη, μετὰ δὲ αὐτὴν Ζεὺς λαμβανόμενός ἐστιν Αἰγίνης, | Firstly among the sisters comes Nemea, and after her, Zeus is depicted grasping Aegina. | Νέμεα μέν ὁ ἀδελφός πρῶτος μετά δέ αὐτός Ζεύς λαμβάνομαι εἰμί Αἴγινα | 0 |
| 5.22.6 | 3 | παρὰ δὲ τὴν Αἴγιναν ἕστηκεν Ἅρπινα---ταύτῃ τῷ Ἠλείων καὶ Φλιασίων λόγῳ συνεγένετο Ἄρης, καὶ Οἰνομάῳ δὲ μήτηρ τῷ περὶ τὴν Πισαίαν βασιλεύσαντί ἐστιν Ἅρπινα---, | Beside Aegina stands Harpina—according to the tradition of the Eleans and the Phliasians, Harpina was united with Ares, and was mother of Oenomaus, who ruled in the region of Pisa. | παρά δέ ὁ Αἴγινα ἵστημι ἅρπινα οὗτος ὁ Ἠλεῖος καί Φλιάσιοι λόγος γίγνομαι Ἄρης καί Οἰνόμαος δέ μήτηρ ὁ περί ὁ Πίσαια βασιλεύω εἰμί ἅρπινα | 0 |
| 5.22.6 | 4 | μετὰ δὲ αὐτὴν Κόρκυρά τε καὶ ἐπʼ αὐτῇ Θήβη, τελευταῖος δὲ ὁ Ἀσωπός. | After her is Corcyra, upon whom is set Thebe, and finally Asopus himself. | μετά δέ αὐτός Κόρκυρα τε καί ἐπί αὐτός Θήβη τελευταῖος δέ ὁ Ἀσωπός | 0 |
| 5.22.6 | 5 | λέγεται δὲ ἐς μὲν Κόρκυραν ὡς μιχθείη Ποσειδῶν αὐτῇ· τοιαῦτα δὲ ἕτερα ᾖσε Πίνδαρος ἐς Θήβην τε καὶ ἐς Δία. | As to Corcyra, it is said that Poseidon united with her; while Pindar sang differently regarding Thebe and Zeus. | λέγω δέ εἰς μέν Κόρκυρα ὡς μίγνυμι Ποσειδῶν αὐτός τοιοῦτος δέ ἕτερος ᾄδω Πίνδαρος εἰς Θήβη τε καί εἰς διά | 0 |
| 5.22.7 | 1 | ἰδίᾳ δὲ ἄνδρες Λεοντῖνοι καὶ οὐκ ἀπὸ τοῦ κοινοῦ Δία ἀνέστησαν· | Privately and not on behalf of their community, certain men of Leontini dedicated a statue of Zeus. | ἰδίᾳ δέ ἀνήρ Λεοντῖνος καί οὐ ἀπό ὁ κοινός διά ἀνίστημι | 0 |
| 5.22.7 | 2 | μέγεθος μὲν τοῦ ἀγάλματος πήχεις εἰσὶν ἑπτά, ἐν δὲ ταῖς χερσὶν ἀετός τέ ἐστιν αὐτῷ καὶ τὸ βέλος τοῦ Διὸς κατὰ τοὺς τῶν ποιητῶν λόγους. | The statue is seven cubits in height, and in its hands are an eagle and the thunderbolt of Zeus, as described in the accounts of the poets. | μέγεθος μέν ὁ ἄγαλμα πῆχυς εἰμί ἑπτά ἐν δέ ὁ χείρ ἀετός τε εἰμί αὐτός καί ὁ βέλος ὁ Ζεύς κατά ὁ ὁ ποιητής λόγος | 0 |
| 5.22.7 | 3 | ἀνέθεσαν δὲ Ἱππαγόρας τε καὶ Φρύνων καὶ Αἰνεσίδημος, ὃν ἄλλον πού τινα Αἰνεσίδημον δοκῶ καὶ οὐ τὸν τυραννήσαντα εἶναι Λεοντίνων. | Those who dedicated it were Hippagoras, Phrynon, and Aenesidemus, whom I suppose to have been another Aenesidemus, not the one who was tyrant of Leontini. | ἀνατίθημι δέ Ἱππαγόρας τε καί φρύνων καί Αἰνεσίδημος ὅς ἄλλος ποῦ τις Αἰνεσίδημος δοκέω καί οὐ ὁ τυραννέω εἰμί Λεοντίνοι | 0 |