Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 5.26.1 | 1 | Μεσσηνίων δὲ τῶν Δωριέων οἱ Ναύπακτόν ποτε παρὰ Ἀθηναίων λαβόντες ἄγαλμα ἐν Ὀλυμπίᾳ Νίκης ἐπὶ τῷ κίονι ἀνέθεσαν· | The Messenians, who are Dorians, once received Naupactus from the Athenians, and dedicated at Olympia upon a pillar an image of Victory. | Μεσσήνιος δέ ὁ Δωριεύς ὁ ναύπακτος ποτε παρά Ἀθηναῖος λαμβάνω ἄγαλμα ἐν Ὀλυμπία νίκη ἐπί ὁ κίων ἀνατίθημι | 0 |
| 5.26.1 | 2 | τοῦτό ἐστιν ἔργον μὲν Μενδαίου Παιωνίου , πεποίηται δὲ ἀπὸ ἀνδρῶν πολεμίων, ὅτε Ἀκαρνᾶσι καὶ Οἰνιάδαις ἐμοὶ δοκεῖν ἐπολέμησαν. | This statue is a work by Paeonius of Mende, and was made from spoils taken from enemy forces—I believe at the time they fought against the Acarnanians and the Oeniadae. | οὗτος εἰμί ἔργον μέν Μενδαῖος παιώνιος ποιέω δέ ἀπό ἀνήρ πολέμιος ὅτε Ἀκαρνάν καί Οἰνιάδαι ἐγώ δοκέω πολεμέω | 0 |
| 5.26.1 | 3 | Μεσσήνιοι δὲ αὐτοὶ λέγουσι τὸ ἀνάθημά σφισιν ἀπὸ τοῦ ἔργου τοῦ ἐν τῇ Σφακτηρίᾳ νήσῳ μετὰ Ἀθηναίων πραχθέντος εἶναι , καὶ οὐκ ἐπιγράψαι τὸ ὄνομα τῶν πολεμίων σφᾶς τῷ ἀπὸ Λακεδαιμονίων δείματι, ἐπεὶ Οἰνιαδῶν γε καὶ Ἀκαρνάνων οὐδένα ἔχειν φόβον. | But the Messenians themselves say that the dedication is connected with the action carried out together with the Athenians on the island of Sphacteria. | Μεσσήνιοι δέ αὐτός λέγω ὁ ἀνάθημα σφεῖς ἀπό ὁ ἔργον ὁ ἐν ὁ σφακτηρία νῆσος μετά Ἀθηναῖος πράσσω εἰμί καί οὐ ἐπιγράφω ὁ ὄνομα ὁ πολέμιος σφεῖς ὁ ἀπό Λακεδαιμόνιος δείμα ἐπεί οἰνιάδης γε καί Ἀκαρνάν οὐδείς ἔχω φόβος | 0 |
| 5.26.2 | 1 | τὰ δὲ ἀναθήματα Μικύθου πολλά τε ἀριθμὸν καὶ οὐκ ἐφεξῆς ὄντα εὕρισκον, | The offerings dedicated by Mikythos I found to be both numerous and not consecutively arranged. | ὁ δέ ἀνάθημα Μίκυθος πολύς τε ἀριθμός καί οὐ ἐφεξῆς εἰμί εὑρίσκω | 0 |
| 5.26.2 | 2 | ἀλλὰ Ἰφίτου μὲν τοῦ Ἠλείου καὶ Ἐκεχειρίας στεφανούσης τὸν Ἴφιτον, τούτων μὲν τῶν εἰκόνων ἔχεται τοσάδε ἀναθήματα τῶν Μικύθου, Ἀμφιτρίτη καὶ Ποσειδῶν τε καὶ Ἑστία· | But near the images of Iphitos of Elis and Ekecheiria ("Truce") crowning Iphitos are situated the following dedications of Mikythos: Amphitrite, Poseidon, and Hestia. | ἀλλά Ἴφιτος μέν ὁ Ἠλεῖος καί ἐκεχειρία στεφανόω ὁ Ἴφιτος οὗτος μέν ὁ εἰκών ἔχω τόσδε ἀνάθημα ὁ Μίκυθος Ἀμφιτρίτη καί Ποσειδῶν τε καί Ἑστία | 0 |
| 5.26.2 | 3 | Γλαῦκος δὲ ὁ ποιήσας ἐστὶν Ἀργεῖος. | The artist who made them was Glaucus of Argos. | Γλαῦκος δέ ὁ ποιέω εἰμί Ἀργεῖος | 0 |
| 5.26.2 | 4 | παρὰ δὲ τοῦ ναοῦ τοῦ μεγάλου τὴν ἐν ἀριστερᾷ πλευρὰν ἀνέθηκεν ἄλλα, Κόρην τὴν Δήμητρος καὶ Ἀφροδίτην Γανυμήδην τε καὶ Ἄρτεμιν, ποιητῶν δὲ Ὅμηρον καὶ Ἡσίοδον, καὶ θεοὺς αὖθις Ἀσκληπιὸν καὶ Ὑγείαν. | Beside the great temple on the left-hand side Mikythos dedicated other statues: Kore, daughter of Demeter, and Aphrodite, Ganymede, and Artemis, as well as statues of the poets Homer and Hesiod, and again statues of the gods Asclepius and Hygieia. | παρά δέ ὁ ναός ὁ μέγας ὁ ἐν ἀριστερός πλευρά ἀνατίθημι ἄλλος κόρη ὁ Δημήτηρ καί Ἀφροδίτη Γανυμήδης τε καί Ἄρτεμις ποιητής δέ ὅμηρος καί Ἡσίοδος καί θεός αὖθις Ἀσκληπιός καί ὑγεία | 0 |
| 5.26.3 | 1 | Ἀγών τε ἐν τοῖς ἀναθήμασίν ἐστι τοῖς Μικύθου φέρων ἁλτῆρας, | Among the dedications of Mikythos there stands an Agon carrying jumping-weights. | ἀγών τε ἐν ὁ ἀνάθημα εἰμί ὁ Μίκυθος φέρω ἁλτήρ | 0 |
| 5.26.3 | 2 | οἱ δὲ ἁλτῆρες οὗτοι παρέχονται σχῆμα τοιόνδε· κύκλου παραμηκεστέρου καὶ οὐκ ἐς τὸ ἀκριβέστατον περιφεροῦς εἰσιν ἥμισυ, πεποίηται δὲ ὡς καὶ τοὺς δακτύλους τῶν χειρῶν διιέναι καθάπερ διʼ ὀχάνων ἀσπίδος. | These jumping-weights have a shape as follows: they resemble a somewhat elongated circle rather than a perfectly round shape, and they are fashioned so that the fingers of a hand may be inserted into them as through the handles of a shield. | ὁ δέ ἁλτήρ οὗτος παρέχομαι σχῆμα τοιόσδε κύκλος παραμηκής καί οὐ εἰς ὁ ἀκριβής περιφερής εἰμί ἥμισυς ποιέω δέ ὡς καί ὁ δάκτυλος ὁ χείρ διίημι καθάπερ διά ὄχανος ἀσπίς | 0 |
| 5.26.3 | 3 | τούτων μὲν δὴ σχῆμά ἐστι τὸ εἰρημένον· | Such, then, is the stated form of these objects. | οὗτος μέν δή σχῆμα εἰμί ὁ λέγω | 0 |
| 5.26.3 | 4 | παρὰ δὲ τοῦ Ἀγῶνος τὴν εἰκόνα Διόνυσος καὶ ὁ Θρᾷξ ἐστιν Ὀρφεὺς καὶ ἄγαλμα Διός, οὗ δὴ καὶ ὀλίγῳ πρότερον ἐπεμνήσθην. | Beside the statue of Agon are figures of Dionysus, of the Thracian Orpheus, and a statue of Zeus, which I have mentioned a little earlier. | παρά δέ ὁ ἀγών ὁ εἰκών Διόνυσος καί ὁ Θρᾷξ εἰμί Ὀρφεύς καί ἄγαλμα Ζεύς ὅς δή καί ὀλίγος πρότερον μιμνήσκομαι | 0 |
| 5.26.3 | 5 | ταῦτα ἔργα ἐστὶν Ἀργείου Διονυσίου · | These works are by Dionysius of Argos. | οὗτος ἔργον εἰμί Ἀργεῖος Διονύσιος | 0 |
| 5.26.3 | 6 | τεθῆναι δὲ ὑπὸ τοῦ Μικύθου καὶ ἄλλα ὁμοῦ τούτοις λέγουσι, Νέρωνα δὲ ἀφελέσθαι φασὶ καὶ ταῦτα. | It is said that Mikythos dedicated additional objects along with these as well, but Nero is reported to have taken even these away. | τίθημι δέ ὑπό ὁ Μίκυθος καί ἄλλος ὁμοῦ οὗτος λέγω Νέρων δέ ἀφαιρέω φημί καί οὗτος | 0 |
| 5.26.4 | 1 | τοῖς δὲ ἐργασαμένοις αὐτά, γένος οὖσιν Ἀργείοις, Διονυσίῳ τε καὶ Γλαύκῳ, διδάσκαλόν σφισιν οὐδένα ἐπιλέγουσιν· | As to those who created these works—two Argives by birth, Dionysius and Glaucus—they mention no teacher at all. | ὁ δέ ἐργάζομαι αὐτός γένος εἰμί Ἀργεῖος διονύσιος τε καί γλαυκός διδάσκαλος σφεῖς οὐδείς ἐπιλέγω | 0 |
| 5.26.4 | 2 | ἡλικίαν δὲ αὐτῶν ὁ τὰ ἔργα ἐς Ὀλυμπίαν ἀναθεὶς ἐπιδείκνυσιν ὁ Μίκυθος. | Mikythos, who dedicated the artists' works at Olympia, indicates their approximate period. | ἡλικία δέ αὐτός ὁ ὁ ἔργον εἰς Ὀλυμπία ἀνατίθημι ἐπιδείκνυμι ὁ μίκυθος | 0 |
| 5.26.4 | 3 | τὸν γὰρ δὴ Μίκυθον τοῦτον Ἡρόδοτος ἔφη ἐν τοῖς λόγοις, ὡς Ἀναξίλα τοῦ ἐν Ῥηγίῳ τυραννήσαντος γενόμενος δοῦλος καὶ ταμίας τῶν Ἀναξίλα χρημάτων ὕστερον τούτων ἀπιὼν οἴχοιτο ἐς Τεγέαν τελευτήσαντος Ἀναξίλα. | About this very Mikythos, Herodotus mentions in his account that he was a slave of Anaxilas, the tyrant of Rhegium, and steward of the wealth of Anaxilas, and that later, after Anaxilas' death, Mikythos departed from there and went to Tegea. | ὁ γάρ δή Μίκυθος οὗτος Ἡρόδοτος φημί ἐν ὁ λόγος ὡς ἀναξίλαος ὁ ἐν Ῥηγίος τυραννέω γίγνομαι δοῦλος καί ταμίας ὁ ἀναξίλαος χρῆμα ὕστερον οὗτος ἄπειμι οἴχομαι εἰς Τεγέα τελευτάω ἀναξίλαος | 0 |
| 5.26.5 | 1 | τὰ δὲ ἐπὶ τοῖς ἀναθήμασιν ἐπιγράμματα καὶ πατέρα Μικύθῳ Χοῖρον καὶ Ἑλληνίδας αὐτῷ πόλεις Ῥήγιόν τε πατρίδα καὶ τὴν ἐπὶ τῷ πορθμῷ Μεσσήνην δίδωσιν· | The inscriptions upon the offerings name Choerus as the father of Mikythos, and they attribute to him the Greek cities of Rhegium, his homeland, and Messene by the strait. | ὁ δέ ἐπί ὁ ἀνάθημα ἐπίγραμμα καί πατήρ μικύς χοῖρος καί Ἑλληνίς αὐτός πόλις ῥήγιον τε πατρίς καί ὁ ἐπί ὁ πορθμός Μεσσήνη δίδωμι | 0 |
| 5.26.5 | 2 | οἰκεῖν δὲ τὰ μὲν ἐπιγράμματα ἐν Τεγέᾳ φησιν αὐτόν, τὰ δὲ ἀναθήματα ἀνέθηκεν ἐς Ὀλυμπίαν εὐχήν τινα ἐκτελῶν ἐπὶ σωτηρίᾳ παιδὸς νοσήσαντος νόσον φθινάδα. | According to the inscriptions, Mikythos was then living in Tegea; the offerings he dedicated at Olympia were made in fulfillment of a vow he undertook for the recovery of his son from a wasting illness. | οἰκέω δέ ὁ μέν ἐπίγραμμα ἐν Τεγέα φημί αὐτός ὁ δέ ἀνάθημα ἀνατίθημι εἰς Ὀλυμπία εὐχή τις ἐκτελέω ἐπί σωτηρία παῖς νοσέω νόσος φθινάς | 0 |
| 5.26.6 | 1 | πλησίον δὲ τῶν μειζόνων ἀναθημάτων Μικύθου, τέχνης δὲ τοῦ Ἀργείου Γλαύκου, Ἀθηνᾶς ἄγαλμα ἕστηκε κράνος ἐπικειμένη καὶ αἰγίδα ἐνδεδυκυῖα· | Near to the larger votive offerings of Mikythos, which are the work of Glaucus of Argos, there stands a statue of Athena, wearing a helmet and clad in an aegis. | πλησίον δέ ὁ μείζων ἀνάθημα Μίκυθος τέχνη δέ ὁ Ἀργεῖος Γλαῦκος Ἀθηνᾶ ἄγαλμα ἵστημι κράνος ἐπίκειμαι καί αἰγίς ἐνδύω | 0 |
| 5.26.6 | 2 | Νικόδαμος μὲν εἰργάσατο ὁ Μαινάλιος, Ἠλείων δέ ἐστιν ἀνάθημα. | It was made by Nicodamus of Maenalus, but it was dedicated by the Eleans. | Νικόδαμος μέν ἐργάζομαι ὁ Μαίναλος Ἠλεῖος δέ εἰμί ἀνάθημα | 0 |
| 5.26.6 | 3 | παρὰ δὲ τὴν Ἀθηνᾶν πεποίηται Νίκη· | Beside the Athena has been set up a statue of Victory. | παρά δέ ὁ Ἀθηνᾶ ποιέω νίκη | 0 |
| 5.26.6 | 4 | ταύτην Μαντινεῖς ἀνέθεσαν, τὸν πόλεμον δὲ οὐ δηλοῦσιν ἐν τῷ ἐπιγράμματι· | It was dedicated by the Mantineans, though the inscription does not indicate to which war it refers. | οὗτος Μαντινεύς ἀνατίθημι ὁ πόλεμος δέ οὐ δηλόω ἐν ὁ ἐπίγραμμα | 0 |
| 5.26.6 | 5 | Κάλαμις δὲ οὐκ ἔχουσαν πτερὰ ποιῆσαι λέγεται ἀπομιμούμενος τὸ Ἀθήνῃσι τῆς Ἀπτέρου καλουμένης ξόανον. | They say that Kalamis made this figure without wings, imitating the wooden image at Athens known as Wingless Victory. | κάλαμις δέ οὐ ἔχω πτερόν ποιέω λέγω ἀπομιμέομαι ὁ Ἀθήνη ὁ ἄπτερος καλέω ξόανον | 0 |
| 5.26.7 | 1 | πρὸς δὲ τοῖς ἐλάσσοσιν ἀναθήμασι τοῦ Μικύθου, ποιηθεῖσι δὲ ὑπὸ Διονυσίου, πρὸς τούτοις Ἡρακλέους ἐστὶ τῶν ἔργων τὸ ἐς τὸν λέοντα τὸν ἐν Νεμέᾳ καὶ ὕδραν τε καὶ ἐς τὸν κύνα τοῦ Ἅιδου καὶ τὸν ἐπὶ Ἐρυμάνθῳ ποταμῷ κάπρον· | Near the smaller offerings dedicated by Mikythos, which were made by Dionysius, are representations of Heracles' labors: against the lion in Nemea, the Hydra, the dog of Hades, and the boar at the River Erymanthus. | πρός δέ ὁ ἐλάσσων ἀνάθημα ὁ Μίκυθος ποιέω δέ ὑπό Διονύσιος πρός οὗτος Ἡρακλῆς εἰμί ὁ ἔργον ὁ εἰς ὁ λέων ὁ ἐν Νεμέα καί ὕδρα τε καί εἰς ὁ κύων ὁ ᾍδης καί ὁ ἐπί Ἐρυμάνθης ποταμός κάπρος | 0 |
| 5.26.7 | 2 | ἐκόμισαν δὲ αὐτὰ ἐς Ὀλυμπίαν Ἡρακλεῶται Μαριανδυνῶν ὁμόρων βαρβάρων καταδραμόντες τὴν χώραν. | These were carried off to Olympia by the Heracleots after they had ravaged the land of the neighboring barbarian tribe of the Mariandynoi. | κομίζω δέ αὐτός εἰς Ὀλυμπία Ἡρακλεώτης Μαριανδυνοί ὁμός βάρβαρος κατατρέχω ὁ χώρα | 0 |
| 5.26.7 | 3 | ἡ δὲ Ἡράκλεια πεπόλισται μὲν ἐπὶ Εὐξείνῳ πόντῳ, ἀπῳκίσθη δὲ ἐκ Μεγάρων· μετέσχον δὲ καὶ Βοιωτῶν Ταναγραῖοι τοῦ οἰκισμοῦ. | Herakleia itself is a city established on the Euxine Sea, colonized originally from Megara, with the Tanagraeans of Boeotia taking part in the founding expedition. | ὁ δέ Ἡράκλεια πολιτεύω μέν ἐπί εὐξείνιος πόντος ἀποικίζω δέ ἐκ Μέγαρα μετέχω δέ καί Βοιωτός Ταναγραῖος ὁ οἴκισμα | 0 |