Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 5.9.1 | 1 | κατελύθη δὲ ἐν Ὀλυμπίᾳ καὶ ἀγωνίσματα, μεταδόξαν μηκέτι ἄγειν αὐτὰ Ἠλείοις. | At Olympia, certain contests were abandoned, as they ceased to please the Eleans who oversaw them. | καταλύω δέ ἐν Ὀλυμπία καί ἀγώνισμα μεταδοκέω μηκέτι ἄγω αὐτός Ἠλεῖος | 0 |
| 5.9.1 | 2 | πένταθλόν τε γὰρ παίδων ἐπὶ τῆς ὀγδόης Ὀλυμπιάδος καὶ τριακοστῆς ἐτέθη, καὶ ἐπʼ αὐτῷ τὸν κότινον Εὐτελίδα Λακεδαιμονίου λαβόντος οὐκέτι ἀρεστὰ Ἠλείοις ἦν πεντάθλους ἐσέρχεσθαι παῖδας. | For example, the boys' pentathlon, introduced at the thirty-eighth Olympiad, was no longer acceptable to the Eleans after Eutelidas, a Spartan, took the olive wreath in the event, so they no longer permitted boys to compete in the pentathlon. | πένταθλος τε γάρ παῖς ἐπί ὁ ὄγδοος Ὀλυμπιάς καί τριακοστός τίθημι καί ἐπί αὐτός ὁ κότινος Εὐτελίδης Λακεδαιμόνιος λαμβάνω οὐκέτι ἀρεστός Ἠλεῖος εἰμί πεντάθλος εἰσέρχομαι παῖς | 0 |
| 5.9.1 | 3 | τῆς δὲ ἀπήνης καὶ κάλπης τὸν δρόμον, τὸν μὲν Ὀλυμπιάδι νομισθέντα ἑβδομηκοστῇ, τὸν δὲ τῆς κάλπης τῇ ἐφεξῆς ταύτῃ, κήρυγμα ὑπὲρ ἀμφοτέρων ἐποιήσαντο ἐπὶ τῆς τετάρτης Ὀλυμπιάδος καὶ ὀγδοηκοστῆς μήτε κάλπης τοῦ λοιποῦ μήτε ἀπήνης ἔσεσθαι δρόμον. | Likewise, regarding the chariot race for mules (apene) and the race for mares (kalpe), the former established in the seventieth Olympiad and the mare race in the one immediately following, a proclamation was made at the eighty-fourth Olympiad that henceforth there would be neither kalpe nor apene race. | ὁ δέ ἀπήνη καί κάλπη ὁ δρόμος ὁ μέν Ὀλυμπιάς νομίζω ἑβδομηκοστός ὁ δέ ὁ κάλπη ὁ ἐφεξῆς οὗτος κήρυγμα ὑπέρ ἀμφότεροι ποιέω ἐπί ὁ τέταρτος Ὀλυμπιάς καί ὀγδοηκοστός μήτε κάλπη ὁ λοιπός μήτε ἀπήνη ἔσομαι δρόμος | 0 |
| 5.9.1 | 4 | ὅτε δὲ ἐτέθη πρῶτον, Θερσίου μὲν ἀπήνη Θεσσαλοῦ, Παταίκου δὲ Ἀχαιοῦ τῶν ἐκ Δύμης ἐνίκησεν ἡ κάλπη. | The first victor of the mule-chariot race was Thersios, a Thessalian; in the mare-race, Pataikos, an Achaean from Dyme, was victorious. | ὅτε δέ τίθημι πρῶτος Θέρσιος μέν ἀπήνη Θεσσαλός Παταῖκος δέ Ἀχαιός ὁ ἐκ δύναμις νικάω ὁ κάλπη | 0 |
| 5.9.2 | 1 | ἦν δὲ ἡ μὲν θήλεια ἵππος, καὶ ἀπʼ αὐτῶν ἀποπηδῶντες ἐπὶ τῷ ἐσχάτῳ δρόμῳ συνέθεον οἱ ἀναβάται ταῖς ἵπποις εἰλημμένοι τῶν χαλινῶν, καθὰ καὶ ἐς ἐμὲ ἔτι οἱ ἀναβάται καλούμενοι· | The horse used was a mare, and at the very end of the race the riders would leap down from their horses, continuing the race on foot, still holding the bridles—just as even in my own time competitors known as "anabatai" ("riders") still do. | εἰμί δέ ὁ μέν θήλεια ἵππος καί ἀπό αὐτός ἀποπηδάω ἐπί ὁ ἔσχατος δρόμος συνθεόω ὁ ἀναβάτης ὁ ἵππος εἰλημμένος ὁ χαλινός καθά καί εἰς ἐγώ ἔτι ὁ ἀναβάτης καλέω | 0 |
| 5.9.2 | 2 | διάφορα δὲ τοῖς ἀναβάταις ἐς τῆς κάλπης τὸν δρόμον τά τε σημεῖά ἐστι καὶ ἄρσενές σφισιν ὄντες οἱ ἵπποι. | However, the "kalpe" race differs from the riders’ race both in terms of the turning points and because the horses used in the kalpe are stallions rather than mares. | διάφορος δέ ὁ ἀναβάτης εἰς ὁ κάλπη ὁ δρόμος ὁ τε σημεῖον εἰμί καί ἄρσην σφεῖς εἰμί ὁ ἵππος | 0 |
| 5.9.2 | 3 | ἀπήνῃ δὲ οὔτε τῷ ἀνευρήματι οὐδὲν ἀρχαῖον οὔτε εὐπρέπεια αὐτῇ προσῆν, ἐπάρατόν τε Ἠλείοις ἐκ παλαιοῦ καὶ ἀρχὴν γενέσθαι σφίσιν ἐν τῇ χώρᾳ τὸ ζῷον· | The mule-cart race, on the other hand, was neither ancient as an invention nor did it possess dignity; furthermore, from ancient times the Eleans considered the animal itself to have been a curse originating in their land. | ἀπάνη δέ οὔτε ὁ ἀνεύρημα οὐδέν ἀρχαῖος οὔτε εὐπρέπεια αὐτός πάρειμι ἐπάρατος τε Ἠλεῖος ἐκ παλαιός καί ἀρχή γίγνομαι σφεῖς ἐν ὁ χώρα ὁ ζῷον | 0 |
| 5.9.2 | 4 | ἦν γὰρ δὴ ἀπήνη κατὰ τὴν συνωρίδα ἡμιόνους ἀντὶ ἵππων ἔχουσα. | Indeed, this mule-cart was similar to the chariot race, but it employed pairs of mules instead of horses. | εἰμί γάρ δή ἀπήνη κατά ὁ συνωρίς ἡμίονος ἀντί ἵππος ἔχω | 0 |
| 5.9.3 | 1 | ὁ δὲ κόσμος ὁ περὶ τὸν ἀγῶνα ἐφʼ ἡμῶν, ὡς θύεσθαι τῷ θεῷ τὰ ἱερεῖα πεντάθλου μὲν καὶ δρόμου τῶν ἵππων ὕστερα , τῶν δὲ λοιπῶν πρότερα ἀγωνισμάτων, οὗτος κατέστη σφίσιν ὁ κόσμος Ὀλυμπιάδι ἑβδόμῃ πρὸς ταῖς ἑβδομήκοντα· | The current arrangement of the contests in our time—where sacrifices to the god occur after the pentathlon and horse-race, but before the remaining competitions—was established in the seventy-seventh Olympiad. | ὁ δέ κόσμος ὁ περί ὁ ἀγών ἐπί ἐγώ ὡς θύω ὁ θεός ὁ ἱερεῖον πένταθλον μέν καί δρόμος ὁ ἵππος ὕστερος ὁ δέ λοιπός πρότερος ἀγώνισμα οὗτος καθίστημι σφεῖς ὁ κόσμος Ὀλυμπιάς ἕβδομος πρός ὁ ἑβδομήκοντα | 0 |
| 5.9.3 | 2 | τὰ πρὸ τούτων δὲ ἐπὶ ἡμέρας ἦγον τῆς αὐτῆς ὁμοίως καὶ ἀνθρώπων καὶ ἵππων ἀγῶνα. | Before this, contests for men and horses alike were held on the very same day. | ὁ πρό οὗτος δέ ἐπί ἡμέρα ἄγω ὁ αὐτός ὁμοίως καί ἀνήρ καί ἵππος ἀγών | 0 |
| 5.9.3 | 3 | τότε δὲ προήχθησαν ἐς νύκτα οἱ παγκρατιάζοντες ἅτε οὐ κατὰ καιρὸν ἐσκληθέντες, | As a result, the athletes competing in the pankration at that time were forced to continue their matches into the night, having been summoned too late. | τότε δέ προάγω εἰς νύξ ὁ παγκρατιάζω ἅτε οὐ κατά καιρός ἐπικαλέω | 0 |
| 5.9.3 | 4 | αἴτιοι δὲ ἐγένοντο οἵ τε ἵπποι καὶ ἐς πλέον ἔτι ἡ τῶν πεντάθλων ἅμιλλα· | The horses, and even more so the pentathlon competition, were the cause of this delay. | αἴτιος δέ γίγνομαι ὁ τε ἵππος καί εἰς πλέον ἔτι ὁ ὁ πένταθλον ἅμιλλα | 0 |
| 5.9.3 | 5 | καὶ ἐκράτει μὲν Ἀθηναῖος Καλλίας τοὺς παγκρατιάσαντας, ἐμπόδιον δὲ οὐκ ἔμελλε παγκρατίῳ τοῦ λοιποῦ τὸ πένταθλον οὐδὲ οἱ ἵπποι γενήσεσθαι. | Callias of Athens won the pankration that Olympiad, but thereafter neither pentathlon nor horse-racing was again permitted to interfere with the pankration. | καί κρατέω μέν Ἀθηναῖος Καλλίας ὁ παγκρατιάζω ἐμπόδιον δέ οὐ μέλλω παγκράτιον ὁ λοιπός ὁ πένταθλον οὐδέ ὁ ἵππος γίγνομαι | 0 |
| 5.9.4 | 1 | τὰ δὲ ἐπὶ τοῖς ἀγωνοθετοῦσιν οὐ κατὰ τὰ αὐτὰ ἃ καθεστηκότα ἦν ἐξ ἀρχῆς καὶ ἐφʼ ἡμῶν ἐς αὐτοὺς νομίζουσιν, | As regards the officials who preside over the games, they do not follow today the same rules that were originally established and observed at the beginning. | ὁ δέ ἐπί ὁ ἀγωνοθετέω οὐ κατά ὁ αὐτός ὅς καθίστημι εἰμί ἐκ ἀρχή καί ἐπί ἐγώ εἰς αὐτός νομίζω | 0 |
| 5.9.4 | 2 | ἀλλὰ Ἴφιτος μὲν τὸν ἀγῶνα ἔθηκεν αὐτὸς μόνος, καὶ μετὰ Ἴφιτον ἐτίθεσαν ὡσαύτως οἱ ἀπὸ Ὀξύλου· | Iphitos alone founded the contest, and after Iphitos those descended from Oxylus directed it similarly. | ἀλλά Ἴφιτος μέν ὁ ἀγών τίθημι αὐτός μόνος καί μετά Ἴφιτος τίθημι ὡσαύτως ὁ ἀπό ὀξύς | 0 |
| 5.9.4 | 3 | πεντηκοστῇ δὲ Ὀλυμπιάδι ἀνδράσι δύο ἐξ ἁπάντων λαχοῦσιν Ἠλείων ἐπετράπη ποιῆσαι τὰ Ὀλύμπια, καὶ ἐπὶ πλεῖστον ἀπὸ ἐκείνου διέμεινε τῶν ἀγωνοθετῶν ὁ ἀριθμὸς τῶν δύο. | But in the fiftieth Olympiad, the responsibility for holding the Olympic games was entrusted to two men who were selected by lot from all the Eleans, and from that time onwards the number of the presiding officials remained mostly fixed at two. | πεντηκοστός δέ Ὀλυμπιάς ἀνήρ δύο ἐκ ἁπᾶς λαγχάνω Ἠλεῖος ἐπιτρέπω ποιέω ὁ Ὀλύμπια καί ἐπί πλεῖστος ἀπό ἐκεῖνος διαμένω ὁ ἀγωνοθετέω ὁ ἀριθμός ὁ δύο | 0 |
| 5.9.5 | 1 | πέμπτῃ δὲ Ὀλυμπιάδι καὶ ἐνενηκοστῇ ἐννέα ἑλλανοδίκας κατέστησαν· τρισὶ μὲν δὴ ἐπετέτραπτο ἐξ αὐτῶν ὁ δρόμος τῶν ἵππων, τοσούτοις δὲ ἑτέροις ἐπόπταις εἶναι τοῦ πεντάθλου, τοῖς δὲ ὑπολειπομένοις τὰ λοιπὰ ἔμελε τῶν ἀγωνισμάτων. | In the ninety-fifth Olympiad they appointed nine judges; three of these were put in charge of the horse-race, an equal number were appointed overseers of the pentathlon, and the remaining three supervised the rest of the contests. | πέμπτος δέ Ὀλυμπιάς καί ἐνενηκοστός ἐννέα ἑλλανοδίκης καθίστημι τρεῖς μέν δή ἐπιτρέπω ἐκ αὐτός ὁ δρόμος ὁ ἵππος τοσοῦτος δέ ἕτερος ἐπόπτης εἰμί ὁ πένταθλον ὁ δέ ὑπολείπω ὁ λοιπός μέλω ὁ ἀγώνισμα | 0 |
| 5.9.5 | 2 | δευτέρᾳ δὲ ἀπὸ ταύτης Ὀλυμπιάδι προσετέθη καὶ ὁ δέκατος ἀθλοθέτης. | In the second Olympiad after this, a tenth judge was added. | δεύτερος δέ ἀπό οὗτος Ὀλυμπιάς προστίθημι καί ὁ δέκατος ἀθλοθέτης | 0 |
| 5.9.5 | 3 | ἐπὶ δὲ τῆς τρίτης καὶ ἑκατοστῆς φυλαί τε Ἠλείοις δώδεκα καὶ εἷς ἀπὸ φυλῆς ἑκάστης ἐγένετο Ἑλλανοδίκης. | In the hundred and third Olympiad, when the Eleans had twelve tribes, one judge was chosen from each tribe, making twelve in all. | ἐπί δέ ὁ τρίτος καί ἑκατοστός φυλή τε Ἠλεῖος δώδεκα καί εἷς ἀπό φυλή ἕκαστος γίγνομαι ἑλλανοδίκης | 0 |
| 5.9.6 | 1 | πιεσθέντες δὲ ὑπὸ Ἀρκάδων πολέμῳ μοῖράν τε ἀπέβαλον τῆς γῆς καὶ ὅσοι τῶν δήμων ἦσαν ἐν τῇ ἀποτμηθείσῃ χώρᾳ, καὶ οὕτως ἐς ὀκτώ τε ἀριθμὸν φυλῶν ἐπὶ τῆς τετάρτης συνεστάλησαν Ὀλυμπιάδος καὶ ἑκατοστῆς καὶ Ἑλλανοδίκαι σφίσιν ἴσοι ταῖς φυλαῖς ᾑρέθησαν. | Having been pressed in war by the Arcadians, they lost a portion of their territory, together with all the districts that were located within the severed region. | πιέζω δέ ὑπό Ἀρκάς πόλεμος μοῖρα τε ἀποβάλλω ὁ γῆ καί ὅσος ὁ δῆμος εἰμί ἐν ὁ ἀποτέμνω χώρα καί οὕτως εἰς ὀκτώ τε ἀριθμός φυλή ἐπί ὁ τέταρτος συστέλλω Ὀλυμπιάς καί ἑκατοστός καί ἑλλανοδίκης σφεῖς ἴσος ὁ φυλή αἱρέω | 0 |
| 5.9.6 | 2 | ὀγδόῃ δὲ ἐπὶ ταῖς ἑκατὸν Ὀλυμπιάδι ἐπανῆλθον αὖθις ἐς ἀνδρῶν δέκα ἀριθμόν, καὶ ἤδη τὸ ἀπὸ τούτου διαμεμένηκεν ἐς ἡμᾶς. | Thus, in the hundred and fourth Olympiad, they were reduced to eight tribes, and the number of Hellanodikai appointed was equal to the tribes. | ὀγδόος δέ ἐπί ὁ ἑκατόν Ὀλυμπιάς ἐπανέρχομαι αὖθις εἰς ἀνήρ δέκα ἀριθμός καί ἤδη ὁ ἀπό οὗτος διαμένω εἰς ἐγώ | 0 |