Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 6.11

PassageSentenceGreekEnglishLemma FormsMissing
6.11.1 1 ἐφεξῆς τούτων ἀναθήματά ἐστιν Ἠλείων, Φίλιππος ὁ Ἀμύντου καὶ Ἀλέξανδρος ὁ Φιλίππου καὶ Σέλευκός τε καὶ Ἀντίγονος· Next to these are offerings of the Eleans—Philip son of Amyntas, Alexander son of Philip, Seleucus, and Antigonus. ἐφεξῆς οὗτος ἀνάθημα εἰμί Ἠλεῖος Φίλιππος ὁ Ἀμύντας καί Ἀλέξανδρος ὁ Φίλιππος καί Σέλευκος τε καί Ἀντίγονος 0
6.11.1 2 τοῖς μὲν δὴ ἐφʼ ἵππων, Ἀντιγόνῳ δὲ ἀνὴρ πεζός ἐστιν ἡ εἰκών. The statues of Philip, Alexander, and Seleucus depict them on horseback, whereas the statue of Antigonus portrays him on foot. ὁ μέν δή ἐπί ἵππος Ἀντίγονος δέ ἀνήρ πεζός εἰμί ὁ εἰκών 0
6.11.2 1 τῶν δὲ βασιλέων τῶν εἰρημένων ἕστηκεν οὐ πόρρω Θεαγένης ὁ Τιμοσθένους Θάσιος· Not far from the mentioned kings stands a statue of Theagenes, son of Timosthenes, a Thasian. ὁ δέ βασιλεύς ὁ εἴρω ἵστημι οὐ πόρρω Θεαγένης ὁ Τιμοσθένης Θάσιος 0
6.11.2 2 Θάσιοι δὲ οὐ Τιμοσθένους παῖδα εἶναι Θεαγένην φασίν, ἀλλὰ ἱερᾶσθαι μὲν Ἡρακλεῖ τὸν Τιμοσθένην Θασίῳ, τοῦ Θεαγένους δὲ τῇ μητρὶ Ἡρακλέους συγγενέσθαι φάσμα ἐοικὸς Τιμοσθένει. But the Thasians say that Theagenes was not actually the son of Timosthenes. Θάσιος δέ οὐ Τιμοσθένης παῖς εἰμί Θεαγένης φημί ἀλλά ἱεράομαι μέν Ἡρακλῆς ὁ Τιμοσθένης θάσιος ὁ Θεαγένης δέ ὁ μήτηρ Ἡρακλῆς συγγίγνομαι φάσμα ἔοικα Τιμοσθένης 0
6.11.2 3 ἔνατόν τε δὴ ἔτος εἶναι τῷ παιδὶ καὶ αὐτὸν ἀπὸ τῶν διδασκάλων φασὶν ἐς τὴν οἰκίαν ἐρχόμενον ἄγαλμα ὅτου δὴ θεῶν ἀνακείμενον ἐν τῇ ἀγορᾷ χαλκοῦν---χαίρειν γὰρ τῷ ἀγάλματι αὐτόν---, ἀνασπάσαι τε δὴ τὸ ἄγαλμα καὶ ἐπὶ τὸν ἕτερον τῶν ὤμων ἀναθέμενον ἐνεγκεῖν παρʼ αὑτόν. Rather, Timosthenes, they assert, was a priest of Heracles Thasius, and a divine apparition resembling Heracles appeared to the mother of Theagenes in the likeness of Timosthenes. ἔνατος τε δή ἔτος εἰμί ὁ παῖς καί αὐτός ἀπό ὁ διδάσκαλος φημί εἰς ὁ οἰκία ἔρχομαι ἄγαλμα ὅστις δή θεός ἀνάκειμαι ἐν ὁ ἀγορά χαλκοῦς χαίρω γάρ ὁ ἄγαλμα αὐτός ἀνασπάω τε δή ὁ ἄγαλμα καί ἐπί ὁ ἕτερος ὁ ὦμος ἀνατίθημι φέρω παρά ἑαυτοῦ 0
6.11.3 1 ἐχόντων δὲ ὀργὴν ἐς αὐτὸν ἐπὶ τῷ πεποιημένῳ τῶν πολιτῶν, ἀνήρ τις αὐτῶν δόκιμος καὶ ἡλικίᾳ προήκων ἀποκτεῖναι μὲν σφᾶς τὸν παῖδα οὐκ ἐᾷ, ἐκεῖνον δὲ ἐκέλευσεν ἐκ τῆς οἰκίας αὖθις κομίσαι τὸ ἄγαλμα ἐς τὴν ἀγοράν· Since the citizens were angry at him for the deed he had done, one of them, a man of distinction and advanced in age, prevented them from killing the youth; instead, he commanded the youth to take the statue back from the house to the agora again. ἔχω δέ ὀργή εἰς αὐτός ἐπί ὁ ποιέω ὁ πολίτης ἀνήρ τις αὐτός δόκιμος καί ἡλικία προήκω ἀποκτείνω μέν σφεῖς ὁ παῖς οὐ ἐάω ἐκεῖνος δέ κελεύω ἐκ ὁ οἰκία αὖθις κομίζω ὁ ἄγαλμα εἰς ὁ ἀγορά 0
6.11.3 2 ὡς δὲ ἤνεγκε, μέγα αὐτίκα ἦν κλέος τοῦ παιδὸς ἐπὶ ἰσχύι, καὶ τὸ ἔργον ἀνὰ πᾶσαν ἐβεβόητο τὴν Ἑλλάδα. When he carried it back, immediately the lad gained great fame for his strength, and his deed became renowned throughout all Greece. ὡς δέ φέρω μέγας αὐτίκα εἰμί κλέος ὁ παῖς ἐπί ἰσχύς καί ὁ ἔργον ἀνά πᾶς βοάω ὁ Ἑλλάς 0
6.11.4 1 ὅσα μὲν δὴ ἔργων τῶν Θεαγένους ἐς τὸν ἀγῶνα ἥκει τὸν Ὀλυμπικόν, προεδήλωσεν ὁ λόγος ἤδη μοι τὰ δοκιμώτατα ἐξ αὐτῶν, Εὔθυμόν τε ὡς κατεμαχέσατο τὸν πύκτην καὶ ὡς ὑπὸ Ἠλείων ἐπεβλήθη τῷ Θεαγένει ζημία. Regarding the many athletic exploits of Theagenes at the Olympian games, my account has already mentioned the most noteworthy among them, such as his victory over the boxer Euthymus and the penalty imposed on Theagenes by the Eleans. ὅσος μέν δή ἔργον ὁ Θεαγένης εἰς ὁ ἀγών ἥκω ὁ Ὀλυμπικός προδηλόω ὁ λόγος ἤδη ἐγώ ὁ δοκιμώτατα ἐκ αὐτός εὔθυμος τε ὡς κατεμάχομαι ὁ πύκτης καί ὡς ὑπό Ἠλεῖος ἐπιβάλλω ὁ Θεαγένης ζημία 0
6.11.4 2 τότε μὲν δὴ τοῦ παγκρατίου τὴν νίκην ἀνὴρ ἐκ Μαντινείας Δρομεὺς ὄνομα πρῶτος ὧν ἴσμεν ἀκονιτὶ λέγεται λαβεῖν· At that time, however, a man from Mantineia named Dromeus is said to have been the first athlete known to us who gained the victory in the pancratium without competition. τότε μέν δή ὁ παγκράτιον ὁ νίκη ἀνήρ ἐκ Μαντίνεια δρομεύς ὄνομα πρῶτος ὅς οἶδα ἀκονιτί λέγω λαμβάνω 0
6.11.4 3 τὴν δὲ Ὀλυμπιάδα τὴν ἐπὶ ταύτῃ παγκρατιάζων ὁ Θεαγένης ἐκράτει. In the next Olympiad after this, Theagenes himself prevailed in the pancratium. ὁ δέ Ὀλυμπιάς ὁ ἐπί οὗτος παγκρατιάζω ὁ Θεαγένης κρατέω 0
6.11.5 1 γεγόνασι δὲ αὐτῷ καὶ Πυθοῖ νῖκαι τρεῖς, αὗται μὲν ἐπὶ πυγμῇ, Νεμείων δὲ ἐννέα καὶ Ἰσθμίων δέκα παγκρατίου τε ἀναμὶξ καὶ πυγμῆς. He also won three victories in boxing at Pytho, and at Nemea nine victories, as well as ten at the Isthmus, divided between pankration and boxing. γίγνομαι δέ αὐτός καί Πυθώ νίκη τρεῖς οὗτος μέν ἐπί πυγμή Νέμειος δέ ἐννέα καί Ἰσθμός δέκα παγκράτιον τε ἀναμίξ καί πυγμή 0
6.11.5 2 ἐν Φθίᾳ δὲ τῇ Θεσσαλῶν πυγμῆς μὲν ἢ παγκρατίου παρῆκε τὴν σπουδήν, ἐφρόντιζε δὲ ὅπως καὶ ἐπὶ δρόμῳ ἐμφανὴς ἐν Ἕλλησιν εἴη, καὶ τοὺς ἐσελθόντας ἐς τὸν δόλιχον ἐκράτησεν· In Phthia among the Thessalians, he ceased competing earnestly in boxing or pankration, focusing instead on securing fame throughout Greece as a runner, and there he defeated all entrants in the dolichos race. ἐν Φθία δέ ὁ Θεσσαλός πυγμή μέν ἤ παγκράτιον παρήκω ὁ σπουδή φροντίζω δέ ὅπως καί ἐπί δρόμος ἐμφανής ἐν Ἕλλην εἴην καί ὁ εἰσέρχομαι εἰς ὁ δόλιχος κρατέω 0
6.11.5 3 ἦν δέ οἱ πρὸς Ἀχιλλέα ἐμοὶ δοκεῖν τὸ φιλοτίμημα, ἐν πατρίδι τοῦ ὠκίστου τῶν καλουμένων ἡρώων ἀνελέσθαι δρόμου νίκην. It seems to me he aspired particularly to compete with Achilles, desiring to win a race victory in the homeland of that hero, who was the swiftest of all those called heroes. εἰμί δέ ὁ πρός Ἀχιλλεύς ἐγώ δοκέω ὁ φιλοτίμημα ἐν πατρίς ὁ ὠκιστός ὁ καλέω ἥρως ἀναιρέω δρόμος νίκη 0
6.11.5 4 τοὺς δὲ σύμπαντας στεφάνους τετρακοσίους τε ἔσχε καὶ χιλίους. His crowns altogether numbered one thousand four hundred. ὁ δέ σύμπας στέφανος τετρακόσιοι τε ἔχω καί χίλιοι 0
6.11.6 1 ὡς δὲ ἀπῆλθεν ἐξ ἀνθρώπων, ἀνὴρ τῶν τις ἀπηχθημένων ζῶντι αὐτῷ παρεγίνετο ἀνὰ πᾶσαν νύκτα ἐπὶ τοῦ Θεαγένους τὴν εἰκόνα καὶ ἐμαστίγου τὸν χαλκὸν ἅτε αὐτῷ Θεαγένει λυμαινόμενος· After Theagenes departed from among men, a certain man, who had hated him while he was alive, approached his statue every night and whipped the bronze, as if harming Theagenes himself. ὡς δέ ἄπειμι ἐκ ἀνήρ ἀνήρ ὁ τις ἀπαγχθέντες ζώννυμι αὐτός παραγίγνομαι ἀνά πᾶς νύξ ἐπί ὁ Θεαγένης ὁ εἰκών καί μαστιγόω ὁ χαλκός ἅτε αὐτός Θεαγένης λυμαίνομαι 0
6.11.6 2 καὶ τὸν μὲν ὁ ἀνδριὰς ἐμπεσὼν ὕβρεως παύει, τοῦ ἀνθρώπου δὲ τοῦ ἀποθανόντος οἱ παῖδες τῇ εἰκόνι ἐπεξῄεσαν φόνου. But the statue fell upon him and ended his outrage, and the deceased man's sons prosecuted the image for murder. καί ὁ μέν ὁ ἀνδριάς ἐμπίπτω ὕβρις παύω ὁ ἄνθρωπος δέ ὁ ἀποθνῄσκω ὁ παῖς ὁ εἰκών ἐπέρχομαι φόνος 0
6.11.6 3 καὶ οἱ Θάσιοι καταποντοῦσι τὴν εἰκόνα ἐπακολουθήσαντες γνώμῃ τῇ Δράκοντος, ὃς Ἀθηναίοις θεσμοὺς γράψας φονικοὺς ὑπερώρισε καὶ τὰ ἄψυχα, εἴγε ἐμπεσόν τι ἐξ αὐτῶν ἀποκτείνειεν ἄνθρωπον. And the Thasians, recalling the principle of Draco—who, when writing homicide laws for the Athenians, prescribed exile even for lifeless objects that fell upon someone and caused death—threw the statue into the sea. καί ὁ Θάσιος καταποντέω ὁ εἰκών ἐπακολουθέω γνώμη ὁ δράκων ὅς Ἀθηναῖος θεσμός γράφω φονικός ὑπερωρίζω καί ὁ ἄψυχος εἴγε ἐμπίπτω τις ἐκ αὐτός ἀποκτείνω ἄνθρωπος 0
6.11.7 1 ἀνὰ χρόνον δέ, ὡς τοῖς Θασίοις οὐδένα ἀπεδίδου καρπὸν ἡ γῆ, θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς, καὶ αὐτοῖς ἔχρησεν ὁ θεὸς καταδέχεσθαι τοὺς δεδιωγμένους. In course of time, as the land produced no crops for the Thasians, they sent envoys to Delphi, and the god instructed them to welcome the exiles. ἀνά χρόνος δέ ὡς ὁ θάσιος οὐδείς ἀποδίδωμι καρπός ὁ γῆ θεωρός ἀποστέλλω εἰς Δελφοί καί αὐτός χράομαι ὁ θεός καταδέχομαι ὁ διώκω 0
6.11.7 2 καὶ οἱ μὲν ἐπὶ τῷ λόγῳ τούτῳ καταδεχθέντες οὐδὲν τῆς ἀκαρπίας παρείχοντο ἴαμα· Yet, though these were accordingly accepted, the barren condition yielded no relief. καί ὁ μέν ἐπί ὁ λόγος οὗτος καταδέχομαι οὐδέν ὁ ἀκαρπία παρέχω ἴαμα 0
6.11.7 3 δεύτερα οὖν ἐπὶ τὴν Πυθίαν ἔρχονται, λέγοντες ὡς καὶ ποιήσασιν αὐτοῖς τὰ χρησθέντα διαμένοι τὸ ἐκ τῶν θεῶν μήνιμα. Thus, for a second time, they visited the Pythia, explaining that even though they had acted according to the oracle’s instructions, the wrath sent by the gods persisted. δεύτερος οὖν ἐπί ὁ Πυθία ἔρχομαι λέγω ὡς καί ποιέω αὐτός ὁ χράω διαμένω ὁ ἐκ ὁ θεός μήνιμα 0
6.11.8 1 ἐνταῦθα ἀπεκρίνατό σφισιν ἡ Πυθία· Θεαγένην δʼ ἄμνηστον ἀφήκατε τὸν μέγαν ὑμέων. Thereupon the Pythia answered them, "You have left your great Theagenes in obscurity, unremembered by you." ἐνταῦθα ἀποκρίνομαι σφεῖς ὁ Πυθία Θεαγένης δέ ἄμνηστος ἀφίημι ὁ μέγας ὑμεῖς 0
6.11.8 2 ἀπορούντων δὲ αὐτῶν ὁποίᾳ μηχανῇ τοῦ Θεαγένους τὴν εἰκόνα ἀνασώσωνται, φασὶν ἁλιέας ἀναχθέντας ἐς τὸ πέλαγος ἐπὶ ἰχθύων θήραν περισχεῖν τῷ δικτύῳ τὴν εἰκόνα καὶ ἀνενεγκεῖν αὖθις ἐς τὴν γῆν· While they were uncertain by what means they might recover the statue of Theagenes, it is said that some fishermen, having sailed out to sea to catch fish, hauled the statue up in their nets and brought it back again to land. ἀπορέω δέ αὐτός ὁποῖος μηχανή ὁ Θεαγένης ὁ εἰκών ἀνασῴζω φημί ἁλιεύς ἀνάγω εἰς ὁ πέλαγος ἐπί ἰχθύς θήρα περισχέω ὁ δίκτυον ὁ εἰκών καί ἀναφέρω αὖθις εἰς ὁ γῆ 0
6.11.8 3 Θάσιοι δὲ ἀναθέντες, ἔνθα καὶ ἐξ ἀρχῆς ἔκειτο, νομίζουσιν ἅτε θεῷ θύειν. And the Thasians, after setting it up once more where it originally stood, thereafter offered sacrifices to him as to a god. Θάσιος δέ ἀνατίθημι ἔνθα καί ἐκ ἀρχή κεῖμαι νομίζω ἅτε θεός θύω 0
6.11.9 1 πολλαχοῦ δὲ καὶ ἑτέρωθι ἔν τε Ἕλλησιν οἶδα καὶ παρὰ βαρβάροις ἀγάλματα ἱδρυμένα Θεαγένους καὶ νοσήματά τε αὐτὸν ἰώμενον καὶ ἔχοντα παρὰ τῶν ἐπιχωρίων τιμάς. I know that statues of Theagenes have been erected in many other places both among Greeks and barbarians, and that he heals diseases and receives honors from the local inhabitants. πολλαχῇ δέ καί ἑτέρωθι εἰμί τε Ἕλλην οἶδα καί παρά βάρβαρος ἄγαλμα ἱδρύω Θεαγένης καί νόσημα τε αὐτός ἰάομαι καί ἔχω παρά ὁ ἐπιχώριος τιμή 0
6.11.9 2 ὁ δὲ ἀνδριὰς τοῦ Θεαγένους ἐστὶν ἐν τῇ Ἄλτει, τέχνη τοῦ Αἰγινήτου Γλαυκίου. The statue of Theagenes at Olympia is the work of Glaukias of Aegina. ὁ δέ ἀνδριάς ὁ Θεαγένης εἰμί ἐν ὁ ἄλσος τέχνη ὁ Αἰγινήτης γλαυκίης 0