Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 6.12.1 | 1 | πλησίον δὲ ἅρμα τέ ἐστι χαλκοῦν καὶ ἀνὴρ ἀναβεβηκὼς ἐπʼ αὐτό, κέλητες δὲ ἵπποι παρὰ τὸ ἅρμα εἷς ἑκατέρωθεν ἕστηκε καὶ ἐπὶ τῶν ἵππων καθέζονται παῖδες· | Nearby stands a bronze chariot with a man mounted upon it, and beside the chariot on either side is a racehorse with boys seated upon the horses. | πλησίον δέ ἅρμα τε εἰμί χαλκοῦς καί ἀνήρ ἀναβαίνω ἐπί αὐτός κέλης δέ ἵππος παρά ὁ ἅρμα εἷς ἑκατέρωθεν ἵστημι καί ἐπί ὁ ἵππος καθίζω παῖς | 0 |
| 6.12.1 | 2 | ὑπομνήματα δὲ ἐπὶ νίκαις Ὀλυμπικαῖς ἐστιν Ἱέρωνος τοῦ Δεινομένους τυραννήσαντος Συρακουσίων μετὰ τὸν ἀδελφὸν Γέλωνα. | These memorials commemorate Olympic victories won by Hieron son of Deinomenes, who ruled Syracuse as tyrant after his brother Gelon. | ὑπόμνημα δέ ἐπί νίκη Ὀλυμπικός εἰμί Ἱέρων ὁ δεινός τυραννέω Συρακούσιοι μετά ὁ ἀδελφός γέλων | 0 |
| 6.12.1 | 3 | τὰ δὲ ἀναθήματα οὐχ Ἱέρων ἀπέστειλεν, ἀλλʼ ὁ μὲν ἀποδοὺς τῷ θεῷ Δεινομένης ἐστὶν ὁ Ἱέρωνος, | It was not Hieron who dedicated these offerings; rather, it was his son Deinomenes who presented them to the god. | ὁ δέ ἀνάθημα οὐ ἱερεύς ἀποστέλλω ἀλλά ὁ μέν ἀποδίδωμι ὁ θεός δεινόω εἰμί ὁ Ἱέρων | 0 |
| 6.12.1 | 4 | ἔργα δὲ τὸ μὲν Ὀνάτα τοῦ Αἰγινήτου τὸ ἅρμα, Καλάμιδος δὲ οἱ ἵπποι τε οἱ ἑκατέρωθεν καὶ ἐπʼ αὐτῶν εἰσιν οἱ παῖδες. | The chariot is the work of Onatas the Aeginetan, while the horses on either side and the boys riding them are by Calamis. | ἔργον δέ ὁ μέν ὀνάτα ὁ Αἰγινήτης ὁ ἅρμα καλάμις δέ ὁ ἵππος τε ὁ ἑκατέρωθεν καί ἐπί αὐτός εἰμί ὁ παῖς | 0 |
| 6.12.2 | 1 | παρὰ δὲ τοῦ Ἱέρωνος τὸ ἅρμα ἀνήρ ἐστιν ὁμώνυμός τε τῷ Δεινομένους καὶ ἐν Συρακούσαις καὶ οὗτος τυραννήσας, Ἱέρων δὲ ἐκαλεῖτο Ἱεροκλέους· | Next to Hiero's chariot stands a man who shares both the name and role of tyrant in Syracuse with the son of Deinomenes. | παρά δέ ὁ Ἱέρων ὁ ἅρμα ἀνήρ εἰμί ὁμώνυμος τε ὁ δεινός καί ἐν Συρακούσαι καί οὗτος τυραννέω ἱερεύς δέ καλέω Ἱεροκλῆς | 0 |
| 6.12.2 | 2 | μετὰ δὲ τὴν Ἀγαθοκλέους τοῦ πρότερον τυραννήσαντος τελευτὴν Συρακουσίοις αὖθις ἀναπεφύκει τύραννος ὁ Ἱέρων οὗτος, τὴν δὲ ἀρχὴν εἶχεν ἔτει δευτέρῳ τῆς ἕκτης Ὀλυμπιάδος ἐπὶ ταῖς εἴκοσι καὶ ἑκατόν, ἣν Κυρηναῖος στάδιον ἐνίκησεν Ἰδαῖος. | This Hiero was the son of Hierocles, and after the death of Agathocles, who previously had reigned as tyrant, he rose again as ruler over the Syracusans. | μετά δέ ὁ Ἀγαθοκλῆς ὁ πρότερον τυραννέω τελευτή Συρακούσιος αὖθις ἀναφύομαι τύραννος ὁ ἱερεύς οὗτος ὁ δέ ἀρχή ἔχω ἔτος δεύτερος ὁ ἕκτος Ὀλυμπιάς ἐπί ὁ εἴκοσι καί ἑκατόν ὅς Κυρηναῖος στάδιον νικάω Ἰδαῖος | 0 |
| 6.12.3 | 1 | οὗτος ὁ Ἱέρων ξενίαν πρὸς Πύρρον τὸν Αἰακίδου καὶ ὁμοῦ τῇ ξενίᾳ καὶ ἐπιγαμίαν ἐποιήσατο, Γέλωνι τῷ παιδὶ Νηρηίδα ἀγαγόμενος τὴν Πύρρου. | This Hieron made ties of friendship with Pyrrhus, son of Aeacides, and along with friendship he also established a marital bond by marrying his son Gelon to Nereis, Pyrrhus' daughter. | οὗτος ὁ ἱερεύς ξενία πρός πύρρινος ὁ Αἰακίδης καί ὁμοῦ ὁ ξενία καί ἐπιγαμέω ποιέω γέλων ὁ παῖς Νηρηίς ἄγω ὁ Πύρρος | 0 |
| 6.12.3 | 2 | Ῥωμαίων δὲ περὶ Σικελίας ἐς τὴν πρὸς Καρχηδονίους πόλεμον καταστάντων εἶχον μὲν οἱ Καρχηδόνιοι τῆς νήσου πλέον ἢ ἥμισυ, Ἱέρωνι δὲ συνιόντων μὲν ἄρτι ἐς τὸν πόλεμον ἑλέσθαι τὰ Καρχηδονίων ἤρεσε, μετὰ δὲ οὐ πολὺ δυνάμει τε εἶναι νομίζων τὰ Ῥωμαίων ἐχυρώτερα καὶ βεβαιότερα ἅμα ἐς φιλίαν μετεβάλετο ὡς τούτους. | Later, when the Romans began their war against the Carthaginians over Sicily, the Carthaginians initially occupied more than half of the island. | Ῥωμαῖος δέ περί Σικελία εἰς ὁ πρός Καρχηδόνιος πόλεμος καθίστημι ἔχω μέν ὁ Καρχηδόνιος ὁ νῆσος πλέον ἤ ἥμισυς Ἱέρων δέ σύνειμι μέν ἄρτι εἰς ὁ πόλεμος αἱρέω ὁ Καρχηδόνιος ἀρέσκω μετά δέ οὐ πολύς δύναμις τε εἰμί νομίζω ὁ Ῥωμαῖος ἐχυρός καί βέβαιος ἅμα εἰς φιλία μεταβάλλω ὡς οὗτος | 0 |
| 6.12.4 | 1 | τοῦ δέ οἱ βίου συνέβη γενέσθαι τὴν τελευτὴν ὑπὸ Δεινομένους, γένος μὲν Συρακουσίου, δυσμενέστατα δὲ ἀνδρὸς ἐς τυραννίδα ἔχοντος, ὃς καὶ ὕστερον τούτων Ἱπποκράτει τῷ ἀδελφῷ τῷ Ἐπικύδους ἐξ Ἐρβησσοῦ παρεληλυθότι ἄρτι ἐς Συρακούσας καὶ ἐς τὸ πλῆθος ποιεῖσθαι λόγους ἀρχομένῳ ἐπέδραμεν ὡς ἀποκτενῶν τὸν Ἱπποκράτην· τοῦ δέ οἱ ἀντιστάντος, κρατήσαντες τῶν δορυφόρων ἄλλοι διαφθείρουσι τὸν Δεινομένην. | The end of his life occurred at the hands of Deinomenes, a man of Syracusan descent who was strongly hostile toward tyranny, and who afterwards made an attack on Hippocrates, the brother of Epicydes, when Hippocrates had just come from Erbessus into Syracuse and had begun to deliver speeches to the populace; Deinomenes set upon him intending to kill Hippocrates, but the latter resisted, and while they engaged, others overpowered Deinomenes' bodyguards and killed him. | ὁ δέ ὁ βίος συμβαίνω γίγνομαι ὁ τελευτή ὑπό δεινός γένος μέν Συρακούσιος δυσμενέστατος δέ ἀνήρ εἰς τυραννίς ἔχω ὅς καί ὕστερον οὗτος Ἱπποκράτης ὁ ἀδελφός ὁ ἐπίκυδος ἐκ Ἐρβησσός παρελήλυθα ἄρτι εἰς Συράκουσαι καί εἰς ὁ πλῆθος ποιέω λόγος ἄρχομαι ἐπιδραμέω ὡς ἀποκτείνω ὁ Ἱπποκράτης ὁ δέ ὁ ἀνθίστημι κρατέω ὁ δορυφόρος ἄλλος διαφθείρω ὁ δεινόομαι | 0 |
| 6.12.4 | 2 | τοὺς ἀνδριάντας δὲ τοῦ Ἱέρωνος ἐν Ὀλυμπίᾳ, ἐφʼ ἵππου τὸν ἕτερον, τὸν δὲ αὐτῶν πεζόν, ἀνέθεσαν μὲν τοῦ Ἱέρωνος οἱ παῖδες, ἐποίησε δὲ Μίκων Νικηράτου Συρακούσιος. | The statues of Hieron at Olympia, one of which shows him mounted on horseback and the other standing on foot, were dedicated by his sons; they were made by Micon, son of Niceratus, a Syracusan. | ὁ ἀνδριάς δέ ὁ Ἱέρων ἐν Ὀλυμπία ἐπί ἵππος ὁ ἕτερος ὁ δέ αὐτός πεζός ἀνατίθημι μέν ὁ Ἱέρων ὁ παῖς ποιέω δέ μίκων Νικηρατος Συρακούσιος | 0 |
| 6.12.5 | 1 | μετὰ δὲ τοῦ Ἱέρωνος τὰς εἰκόνας Ἀρεὺς ὁ Ἀκροτάτου Λακεδαιμονίων βασιλεὺς καὶ Ἄρατος ἕστηκεν ὁ Κλεινίου, καὶ αὖθις ἀναβεβηκώς ἐστιν Ἀρεὺς ἵππον. | After the images of Hiero stand Areus, son of Acrotatus, king of the Lacedaemonians, and Aratus, son of Cleinias; and nearby is Areus again, mounted on horseback. | μετά δέ ὁ Ἱέρων ὁ εἰκών Ἀρεύς ὁ ἀκρότατος Λακεδαιμόνιος βασιλεύς καί Ἄρατος ἵστημι ὁ Κλεινίας καί αὖθις ἀναβαίνω εἰμί Ἀρεύς ἵππος | 0 |
| 6.12.5 | 2 | ἀνάθημα δὲ ὁ μὲν Κορινθίων ὁ Ἄρατος, Ἀρεὺς δὲ Ἠλείων ἐστί· | The dedication of Aratus is from the Corinthians, while that of Areus is from the Eleians. | ἀνάθημα δέ ὁ μέν Κορινθιος ὁ Ἄρατος Ἀρεύς δέ Ἠλεῖος εἰμί | 0 |
| 6.12.5 | 3 | καί μοι τοῦ λόγου τὰ πρότερα οὔτε τῶν ἐς Ἄρατον οὔτε τῶν ἐς Ἀρέα ἀμνημόνως ἔσχεν, Ἄρατος δὲ καὶ ἅρματι ἀνηγορεύθη νικῶν ἐν Ὀλυμπίᾳ. | In my earlier account, I have not neglected what concerns either Aratus or Areus; moreover, Aratus was proclaimed victor at Olympia with a chariot. | καί ἐγώ ὁ λόγος ὁ πρότερος οὔτε ὁ εἰς Ἄρατος οὔτε ὁ εἰς Ἄρειος ἀμνημόνως ἔχω Ἄρατος δέ καί ἅρμα ἀνηγορεύω νικάω ἐν Ὀλυμπία | 0 |
| 6.12.6 | 1 | Τίμωνι δὲ τῷ Αἰσύπου καθέντι ἐς Ὀλυμπίαν ἵππους ἀνδρὶ Ἠλείῳ ἐστι τοῦτο χαλκοῦν, ἐπʼ αὐτὸν ἀναβέβηκε παρθένος, ἐμοὶ δοκεῖν Νίκη. | There is a bronze statue dedicated to Timon, son of Aesopus, an Elean who sent horses to Olympia; upon it stands a maiden who, in my opinion, is Victory. | τίμων δέ ὁ Αἴσωπος καθίημι εἰς Ὀλυμπία ἵππος ἀνήρ ἠλεῖος εἰμί οὗτος χαλκοῦς ἐπί αὐτός ἀναβαίνω παρθένος ἐγώ δοκέω νίκη | 0 |
| 6.12.6 | 2 | Κάλλωνα δὲ τὸν Ἁρμοδίου καὶ τὸν Μοσχίωνος Ἱππόμαχον, γένος τε Ἠλείους καὶ πυγμῇ κρατήσαντας ἐν παισί, τὸν μὲν αὐτῶν ἐποίησε Δάιππος , Ἱππομάχου δὲ ὅστις μὲν τὸν ἀνδριάντα εἰργάσατο οὐκ ἴσμεν. | Callon son of Harmodius and Hippomachus son of Moschion—both Elians by birth and victorious as boys in boxing—are also commemorated by statues; Daippus made the statue of Callon, whereas the sculptor of the statue of Hippomachus we do not know. | καλλίων δέ ὁ Ἁρμόδιος καί ὁ μοσχίων ἱππόμαχος γένος τε Ἠλεῖος καί πυγμή κρατέω ἐν παῖς ὁ μέν αὐτός ποιέω δάιππος ἱππόμαχος δέ ὅστις μέν ὁ ἀνδριάς ἐργάζομαι οὐ οἶδα | 0 |
| 6.12.6 | 3 | καταμαχέσασθαι δὲ τρεῖς φασιν ἀνταγωνιστὰς αὐτὸν οὔτε πληγὴν ἀποδεξάμενον οὔτε τι τρωθέντα τοῦ σώματος. | They say, however, that Hippomachus defeated three opponents without receiving a single blow or sustaining any injury to his body. | καταμαχέομαι δέ τρεῖς φημί ἀνταγωνιστής αὐτός οὔτε πληγή ἀποδέχομαι οὔτε τις τιτρώσκω ὁ σῶμα | 0 |
| 6.12.7 | 1 | Θεόχρηστον δὲ Κυρηναῖον ἱπποτροφήσαντα κατὰ τὸ ἐπιχώριον τοῖς Λίβυσι καὶ αὐτόν τε ἐν Ὀλυμπίᾳ καὶ ἔτι πρότερον τὸν ὁμώνυμόν τε αὐτῷ καὶ τοῦ πατρὸς πατέρα, τούτους μὲν ἐνταῦθα ἵππων νίκας, ἐν δὲ Ἰσθμῷ τοῦ Θεοχρήστου λαβεῖν τὸν πατέρα, τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῷ ἅρματι. | Theochrestus of Cyrene bred horses according to the custom of the Libyans, and won with them himself at Olympia, and, even before him, his grandfather—who shared his name—and his great-grandfather each achieved victories with horses in this place. | θεόχρηστος δέ Κυρηναῖος ἱπποτροφέω κατά ὁ ἐπιχώριος ὁ Λίβυς καί αὐτός τε ἐν Ὀλυμπία καί ἔτι πρότερον ὁ ὁμώνυμος τε αὐτός καί ὁ πατήρ πατήρ οὗτος μέν ἐνταῦθα ἵππος νίκη ἐν δέ Ἰσθμός ὁ θεόχρηστος λαμβάνω ὁ πατήρ ὁ ἐπίγραμμα δηλόω ὁ ἐπί ὁ ἅρμα | 0 |
| 6.12.8 | 1 | Ἀγήσαρχον δὲ τὸν Αἱμοστράτου Τριταιέα κρατῆσαι μὲν πύκτας ἄνδρας ἐν Ὀλυμπίᾳ καὶ Νεμέᾳ τε καὶ Πυθοῖ καὶ ἐν Ἰσθμῷ μαρτυρεῖ τὸ ἐλεγεῖον, Ἀρκάδας δὲ τοὺς Τριταιεῖς εἶναι τοῦ ἐλεγείου λέγοντος οὐκ ἀληθεύοντα εὕρισκον. | An elegiac inscription bears witness that Agesarchus, son of Haemostratus, a native of Tritaia, triumphed as a men's boxer at Olympia, Nemea, Pytho, and the Isthmus. | Ἀγήσαρχος δέ ὁ Αἱμοστράτος Τριταῖος κρατέω μέν πύκτης ἀνήρ ἐν Ὀλυμπία καί Νεμέα τε καί Πυθώ καί ἐν Ἰσθμός μαρτυρέω ὁ ἐλεγεῖον Ἀρκάς δέ ὁ τριταετής εἰμί ὁ ἐλεγείον λέγω οὐ ἀληθεύω εὑρίσκω | 0 |
| 6.12.8 | 2 | πόλεων γὰρ τῶν ἐν Ἀρκαδίᾳ ταῖς μὲν ἐπειλημμέναις δόξης οὐδὲ τὰ ἐς τοὺς οἰκιστάς ἐστιν ἄγνωστα, τὰς δὲ ἐξ ἀρχῆς τε ὑπὸ ἀσθενείας ἀφανεστέρας καὶ διʼ αὐτὸ ἀνοικισθείσας ἐς Μεγάλην πόλιν, οὐ περιέχει σφᾶς γενόμενον τότε ὑπὸ τε τοῦ Ἀρκάδων κοινοῦ δόγμα; | Yet concerning the claim of this elegiac couplet that the people of Tritaia are Arcadians, I found that the claim is untrue. | πόλις γάρ ὁ ἐν Ἀρκαδία ὁ μέν ἐπιλαμβάνω δόξα οὐδέ ὁ εἰς ὁ οἰκιστής εἰμί ἄγνωστος ὁ δέ ἐκ ἀρχή τε ὑπό ἀσθένεια ἀφανής καί διά αὐτός ἀνοικίζω εἰς μέγας πόλις οὐ περιέχω σφεῖς γίγνομαι τότε ὑπό τε ὁ Ἀρκάς κοινός δόγμα | 0 |
| 6.12.9 | 1 | οὐδέ τινα ἔστιν ἐν Ἕλλησι Τρίτειαν πόλιν ἄλλην γε ἢ τὴν Ἀχαιῶν εὑρεῖν. | Nor indeed is it possible to find another Greek city named Triteia aside from this one of the Achaeans. | οὐδέ τις εἰμί ἐν Ἕλλην τρίτειος πόλις ἄλλος γε ἤ ὁ Ἀχαιός εὑρίσκω | 0 |
| 6.12.9 | 2 | τηνικαῦτα γοῦν ἐς Ἀρκάδας ἡγοῖτο ἄν τις συντελέσαι τοὺς Τριταιεῖς, καθὰ καὶ νῦν ἔτι Ἀρκάδων αὐτῶν εἰσιν οἱ ἐς τὸ Ἀργολικὸν τελοῦντες. | At that time one would certainly have reckoned the Triteians among the Arcadians, just as even now those of the Arcadians living within Argolis still pay tribute. | τηνικαῦτα γοῦν εἰς Ἀρκάς ἡγέομαι ἄν τις συντελέω ὁ τριταετής καθά καί νῦν ἔτι Ἀρκάς αὐτός εἰμί ὁ εἰς ὁ Ἀργολικός τελέω | 0 |
| 6.12.9 | 3 | τοῦ Ἀγησάρχου δέ ἐστιν ἡ εἰκὼν τέχνη τῶν Πολυκλέους παίδων. | The image of Agesarchus is the work of the sons of Polycleitus. | ὁ Ἀγήσαρχος δέ εἰμί ὁ εἰκών τέχνη ὁ Πολυκλέης παῖς | 0 |
| 6.12.9 | 4 | τούτων μὲν δὴ ποιησόμεθα μνήμην καὶ ἐν τοῖς ὑστέροις τοῦ λόγου· | Of these we shall make mention also later in our narrative. | οὗτος μέν δή ποιήσομαι μνήμη καί ἐν ὁ ὕστερος ὁ λόγος | 0 |