Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 6.16.1 | 1 | Κάπρῳ μὲν δὴ οὐκ ἄνευ μεγάλων πόνων καὶ ἰσχυρᾶς ταλαιπωρίας ἐγένοντο αἱ νῖκαι· | Indeed, Kapros obtained his victories not without great hardship and exhausting toil. | κάπρος μέν δή οὐ ἄνευ μέγας πόνος καί ἰσχυρός ταλαιπωρία γίγνομαι ὁ νίκη | 0 |
| 6.16.1 | 2 | εἰσὶ δὲ εἰκόνες ἐν Ὀλυμπίᾳ καὶ Ἀναυχίδᾳ καὶ Φερενίκῳ, γένος μὲν Ἠλείοις, πάλης δὲ ἐν παισὶν ἀνελομένοις στεφάνους. | At Olympia, there are statues of Anauchidas and Pherenikos as well; both were of Eleian ancestry and crowned for wrestling victories among boys. | εἰμί δέ εἰκών ἐν Ὀλυμπία καί ἀναυχίς καί Φερενίκη γένος μέν Ἠλεῖος πάλη δέ ἐν παῖς ἀναιρέω στέφανος | 0 |
| 6.16.1 | 3 | Πλείσταινον δὲ τὸν Εὐρυδάμου τοῦ ἐναντία Γαλατῶν στρατηγήσαντος Αἰτωλοῖς Θεσπιεῖς εἰσιν οἱ ἀναθέντες. | The Thespians dedicated the statue of Pleistainos, the son of Eurydamus, who commanded the Aetolians against the Gauls. | πλείσταινος δέ ὁ Εὐρύδαμος ὁ ἐναντίος Γαλάτης στρατηγέω Αἰτωλός Θεσπιεύς εἰμί ὁ ἀνατίθημι | 0 |
| 6.16.2 | 1 | Τυδεὺς δὲ Ἠλεῖος Ἀντίγονόν τε τὸν Δημητρίου πατέρα καὶ Σέλευκον ἀνέθηκε· | Tydeus, an Elean, made offerings dedicated to Antigonus, the father of Demetrius, and to Seleucus. | Τυδεύς δέ ἠλεῖος Ἀντίγονος τε ὁ Δημήτριος πατήρ καί Σέλευκος ἀνατίθημι | 0 |
| 6.16.2 | 2 | Σελεύκου δὲ ἐς ἅπαντας ἤρθη τὸ ὄνομα ἀνθρώπους ἄλλων τε ἕνεκα καὶ διὰ τὴν Δημητρίου μάλιστα ἅλωσιν. | The fame of Seleucus became widespread among all mankind for many reasons, and especially because of his capture of Demetrius. | Σελεύκος δέ εἰς ἅπας αἴρω ὁ ὄνομα ἄνθρωπος ἄλλος τε ἕνεκα καί διά ὁ Δημήτριος μάλιστα ἅλωσις | 0 |
| 6.16.2 | 3 | Τίμωνι δὲ ἀγώνων τε νῖκαι τῶν ἐν Ἕλλησιν ὑπάρχουσιν ἐπὶ πεντάθλῳ πλὴν τοῦ Ἰσθμικοῦ---τούτου δὲ τῷ μὴ ἀγωνιστὴς γενέσθαι κατὰ τὰ αὐτὰ Ἠλείοις τοῖς ἄλλοις εἴργετο --- | Concerning Timon, victories were his in the pentathlon at all the Greek games except the Isthmian; from this competition he was excluded, in accordance with the general practice against Eleans, because he did not actually enter the contest. | τίμων δέ ἀγών τε νίκη ὁ ἐν Ἕλλην ὑπάρχω ἐπί πένταθλον πλήν ὁ Ἰσθμικός οὗτος δέ ὁ μή ἀγωνιστής γίγνομαι κατά ὁ αὐτός Ἠλεῖος ὁ ἄλλος εἴργω | 0 |
| 6.16.2 | 4 | καὶ τάδε ἄλλα φησὶ τὸ ἐς αὐτὸν ἐπίγραμμα, Αἰτωλοῖς αὐτὸν ἐπιστρατείας μετασχεῖν ἐπὶ Θεσσαλοὺς καὶ φρουρᾶς ἡγεμόνα ἐν Ναυπάκτῳ φιλίᾳ γενέσθαι τῇ ἐς Αἰτωλούς. | Further, the inscription regarding him recounts these additional details: Timon joined the Aetolians in their expedition against the Thessalians and became commander of their garrison at Naupactus, owing to the friendship he had formed with the Aetolians. | καί ὅδε ἄλλος φημί ὁ εἰς αὐτός ἐπίγραμμα Αἰτωλός αὐτός ἐπιστρατεία μετέχω ἐπί Θεσσαλός καί φρουρά ἡγεμών ἐν Ναύπακτος φιλία γίγνομαι ὁ εἰς Αἰτωλός | 0 |
| 6.16.3 | 1 | Τίμωνος δὲ οὐ πόρρω τῆς εἰκόνος Ἑλλάς τε δὴ καὶ Ἦλις παρὰ τὴν Ἑλλάδα, ἡ μὲν Ἀντίγονον τὸν ἐπιτροπεύσαντα Φιλίππου τοῦ Δημητρίου, τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν τὸν Φίλιππον στεφανοῦσα αὐτόν, ἡ δὲ Ἦλις Δημήτριον τὸν στρατεύσαντα ἐπὶ Σέλευκον καὶ Πτολεμαῖον τὸν Λάγου στεφανοῦσά ἐστιν. | Not far from the statue of Timon stand Hellas and Elis beside her: Hellas crowns Antigonus, who was guardian to Philip son of Demetrius, with one hand, and with her other hand crowns Philip himself; while Elis is crowning Demetrius, who campaigned against Seleucus and against Ptolemy son of Lagus. | τίμωνος δέ οὐ πόρρω ὁ εἰκών Ἑλλάς τε δή καί Ἦλις παρά ὁ Ἑλλάς ὁ μέν Ἀντίγονος ὁ ἐπιτροπεύω Φίλιππος ὁ Δημήτριος ὁ δέ ἕτερος ὁ χείρ ὁ Φίλιππος στεφανόω αὐτός ὁ δέ Ἦλις Δημήτριος ὁ στρατεύω ἐπί Σέλευκος καί Πτολεμαῖος ὁ λαγώς στεφανόω εἰμί | 0 |
| 6.16.4 | 1 | Ἀριστείδῃ δὲ Ἠλείῳ γενέσθαι μὲν ὅπλου νίκην ἐν Ὀλυμπίᾳ, γενέσθαι δὲ καὶ διαύλου Πυθοῖ τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ δηλοῖ Νεμείων τε ἐν παισὶν ἐπὶ τῷ ἱππίῳ δρόμῳ. | An inscription concerning Aristeides of Elis records that he gained a victory in the hoplitodromos at Olympia, and also in the diaulos at Pytho, as well as among the youths in the hippios race at Nemea. | Ἀριστείδης δέ ἠλεῖος γίγνομαι μέν ὅπλον νίκη ἐν Ὀλυμπία γίγνομαι δέ καί διάυλος Πυθώ ὁ ἐπίγραμμα ὁ ἐπί αὐτός δηλόω Νέμειος τε ἐν παῖς ἐπί ὁ ἱππίος δρόμος | 0 |
| 6.16.4 | 2 | δρόμου δέ εἰσι τοῦ ἱππίου μῆκος μὲν δίαυλοι δύο. | The hippios race is two diauloi in length. | δρόμος δέ εἰμί ὁ Ἱππίου μῆκος μέν δίαυλος δύο | 0 |
| 6.16.4 | 3 | ἐκλειφθέντα δὲ ἐκ Νεμείων τε καὶ Ἰσθμίων αὐτὸν βασιλεὺς Ἀδριανὸς ἐς Νεμείων ἀγῶνα τῶν χειμερινῶν ἀπέδωκεν Ἀργείοις. | After it had been discontinued at Nemea and at Isthmia, the emperor Hadrian restored it to the Argives for inclusion in their winter Nemean games. | ἐκλείπω δέ ἐκ Νέμειος τε καί Ἰσθμός αὐτός βασιλεύς Ἁδριανός εἰς Νέμειος ἀγών ὁ χειμερινός ἀποδίδωμι Ἀργεῖος | 0 |
| 6.16.5 | 1 | τοῦ δὲ Ἀριστείδου ἐγγύτατα Μενάλκης ἕστηκεν Ἠλεῖος, ἀναγορευθεὶς Ὀλυμπίασιν ἐπὶ πεντάθλῳ, καὶ Φιλωνίδης Ζώτου, γένος μὲν ἐκ Χερρονήσου τῆς Κρητῶν, Ἀλεξάνδρου δὲ ἡμεροδρόμος τοῦ Φιλίππου. | Nearest to the statue of Aristeides stands Menalkes of Elis, who was proclaimed winner in the pentathlon at Olympia; and Philonides, the son of Zotos, whose ancestry was from Chersonesus in Crete, who served as the courier (hēmerodromos) for Alexander, son of Philip. | ὁ δέ Ἀριστείδης ἐγγύτατα μενάλκης ἵστημι ἠλεῖος ἀναγορεύω Ὀλυμπιάς ἐπί πένταθλον καί φιλωνίδης ζῶτος γένος μέν ἐκ χερρόνησος ὁ Κρῆτες Ἀλέξανδρος δέ ἡμεροδρόμος ὁ Φίλιππος | 0 |
| 6.16.5 | 2 | μετὰ δὲ τοῦτον Βριμίας ἐστὶν Ἠλεῖος, κρατήσας ἄνδρας πυγμῇ, Λεωνίδας τε ἐκ Νάξου τῆς ἐν τῷ Αἰγαίῳ, Ψωφιδίων ἀνάθημα Ἀρκάδων, Ἀσάμωνός τε εἰκὼν ἐν ἀνδράσι πυγμῇ νενικηκότος, ἡ δὲ Νικάνδρου, διαύλου μὲν δύο ἐν Ὀλυμπίᾳ, Νεμείων δὲ καὶ Ἰσθμίων ἀναμὶξ ἐπὶ δρόμῳ νίκας ἓξ ἀνῃρημένου. | Next to him is Brimias from Elis, who won victories in boxing against men, and Leonidas from Naxos, the island in the Aegean; also a dedication from Psophis in Arcadia, representing Asamon, who was victorious boxing among men, and a statue of Nikandros, who won two victories in the double-course race (diaulos) at Olympia and, in addition, six combined victories in running events at Nemea and the Isthmus. | μετά δέ οὗτος βριμία εἰμί ἠλεῖος κρατέω ἀνήρ πυγμή Λεωνίδας τε ἐκ Νάξος ὁ ἐν ὁ Αἰγαῖος ψωφίδιος ἀνάθημα Ἀρκάς Ἄσαμος τε εἰκών ἐν ἀνήρ πυγμή νικάω ὁ δέ Νικάνδρος διάυλος μέν δύο ἐν Ὀλυμπία Νέμειος δέ καί Ἰσθμός ἀναμίξ ἐπί δρόμος νίκη ἕξ ἀναιρέω | 0 |
| 6.16.5 | 3 | ὁ δὲ Ἀσάμων καὶ ὁ Νίκανδρος Ἠλεῖοι μὲν ἦσαν, πεποίηκε δὲ τῷ μὲν Δάιππος τὴν εἰκόνα, Ἀσάμωνι δὲ Πυριλάμπης Μεσσήνιος. | Both Asamon and Nikandros were Eleans. | ὁ δέ Ἄσαμος καί ὁ Νίκανδρος Ἠλεῖος μέν εἰμί ποιέω δέ ὁ μέν δάιππος ὁ εἰκών Ἄσαμος δέ Πυριλάμπης Μεσσήνιος | 0 |
| 6.16.6 | 1 | Εὐαλκίδᾳ δὲ Ἠλείῳ καὶ Σελεάδᾳ Λακεδαιμονίῳ, τῷ μὲν ἐν παισὶν ἐγένοντο πυγμῆς νῖκαι, Σελεάδᾳ δὲ ἀνδρῶν πάλης. | Victories were won by Eualkidas of Elis and Seleadas of Lacedaemon, the former in boys' boxing, and Seleadas in men's wrestling. | Εὐαλκίδας δέ ἠλεῖος καί Σελεάς Λακεδαιμόνιος ὁ μέν ἐν παῖς γίγνομαι πυγμή νίκη Σελεάς δέ ἀνήρ πάλη | 0 |
| 6.16.6 | 2 | ἐνταῦθα καὶ ἅρμα οὐ μέγα ἀνάκειται Πολυπείθους Λάκωνος καὶ ἐπὶ στήλης τῆς αὐτῆς Καλλιτέλης ὁ τοῦ Πολυπείθους πατήρ, παλαιστὴς ἀνήρ· | Here too is dedicated a small chariot by Polypeithes of Laconia, and upon the same stele stands his father Calliteles, who was a wrestler. | ἐνταῦθα καί ἅρμα οὐ μέγας ἀνάκειμαι Πολυπείθης Λάκων καί ἐπί στήλη ὁ αὐτός Καλλιτέλης ὁ ὁ Πολυπείθης πατήρ παλαιστής ἀνήρ | 0 |
| 6.16.6 | 3 | νῖκαι δέ σφισι τῷ μὲν ἵπποις, Καλλιτέλει δὲ παλαίσαντί εἰσιν. | The victories they gained include one by Polypeithes with his horses, and another by Calliteles in wrestling. | νίκη δέ σφεῖς ὁ μέν ἵππος Καλλιτέλης δέ παλαίω εἰμί | 0 |
| 6.16.7 | 1 | ἰδιώτας δὲ ἄνδρας Ἠλείους Λάμπον Ἀρνίσκου καὶ Ἀριστάρχου Ψωφίδιοι προξένους ὄντας σφίσιν ἀνέθεσαν ἢ καὶ ἄλλην τινὰ ἐς αὐτοὺς ἔχοντας εὔνοιαν· | Private individuals of Elis dedicated statues of two men, Lampon son of Arniscus and Aristarchus of Psophis, who were serving as their proxenoi or held some other form of goodwill towards them. | ἰδιώτης δέ ἀνήρ Ἠλεῖος λάμπω ἀρνίσκος καί Ἀρίσταρχος ψωφίδιος πρόξενος εἰμί σφεῖς ἀνατίθημι ἤ καί ἄλλος τις εἰς αὐτός ἔχω εὔνοια | 0 |
| 6.16.7 | 2 | μέσος δὲ ἕστηκεν αὐτῶν Λύσιππος Ἠλεῖος καταπαλαίσας τοὺς ἐσελθόντας τῶν παίδων, | Between these figures stands Lysippus, an Elean who conquered his opponents in the boys' wrestling. | μέσος δέ ἵστημι αὐτός Λύσιππος ἠλεῖος καταπαλαίω ὁ εἰσέρχομαι ὁ παῖς | 0 |
| 6.16.7 | 3 | Ἀνδρέας δὲ Ἀργεῖος ἐποίησε τοῦ Λυσίππου τὴν εἰκόνα. | Andreas, an Argive, created the statue of Lysippus. | ἀνήρ δέ Ἀργεῖος ποιέω ὁ Λύσιππος ὁ εἰκών | 0 |
| 6.16.8 | 1 | Λακεδαιμονίῳ δὲ Δεινοσθένει σταδίου τε ἐγένετο ἐν ἀνδράσιν Ὀλυμπικὴ νίκη καὶ στήλην ἐν τῇ Ἄλτει παρὰ τὸν ἀνδριάντα ἀνέθηκεν ὁ Δεινοσθένης· | The Lacedaemonian Deinosthenes won an Olympic victory in the men's footrace, and set up a pillar in the Altis beside his statue. | Λακεδαιμόνιος δέ δεινοσθένης στάδιον τε γίγνομαι ἐν ἀνήρ Ὀλυμπικός νίκη καί στήλη ἐν ὁ ἄλσος παρά ὁ ἀνδριάς ἀνατίθημι ὁ δεινοσθένης | 0 |
| 6.16.8 | 2 | ὁδοῦ δὲ τῆς ἐς Λακεδαίμονα ἐξ Ὀλυμπίας ἐπὶ ἑτέραν στήλην τὴν ἐν Λακεδαίμονι μέτρα φησὶν εἶναι σταδίους ἑξήκοντα καὶ ἑξακοσίους. | On this pillar Deinosthenes states that the distance along the road from Olympia to another pillar in Lacedaemon is six hundred and sixty stadia. | ὁδός δέ ὁ εἰς Λακεδαίμων ἐκ Ὀλυμπία ἐπί ἕτερος στήλη ὁ ἐν Λακεδαίμων μέτρον φημί εἰμί στάδιον ἑξήκοντα καί ἑξακόσιοι | 0 |
| 6.16.8 | 3 | Θεόδωρον δὲ λαβόντα ἐπὶ πεντάθλῳ νίκην καὶ Πύτταλον Λάμπιδος πυγμῇ παῖδας κρατήσαντα καὶ Νε ο λαΐδαν σταδίου τε ἀνελόμενον καὶ ὅπλου στέφανον, Ἠλείους σφᾶς ὄντας ἴστω τις· | Let it be known that Theodorus, who won a victory in the pentathlon, Pyttalos, the son of Lampis, victorious in boxing among the boys, and Neolaidas, who gained crowns in both the stadion race and the race in armor, were Eleans. | θεόδωρος δέ λαμβάνω ἐπί πένταθλον νίκη καί πύτταλος Λάμπις πυγμή παῖς κρατέω καί νή ὁ λαΐς στάδιον τε ἀναιρέω καί ὅπλον στέφανος Ἠλεῖος σφεῖς εἰμί ἵστημι τις | 0 |
| 6.16.8 | 4 | ἐπὶ δὲ τῷ Πυττάλῳ καὶ τάδε ἔτι λέγουσιν, ὡς γενομένης πρὸς Ἀρκάδας Ἠλείοις ἀμφισβητήσεως περὶ γῆς ὅρων εἶπεν οὗτος ὁ Πύτταλος τὴν δίκην· | Concerning Pyttalos the Eleans also relate this story: when there arose a dispute between the Eleans and the Arcadians about boundaries of land, Pyttalos decided the litigation. | ἐπί δέ ὁ Πυτταλός καί ὅδε ἔτι λέγω ὡς γίγνομαι πρός Ἀρκάς Ἠλεῖος ἀμφισβήτησις περί γῆ ὅρος εἶπον οὗτος ὁ πύτταλος ὁ δίκη | 0 |
| 6.16.8 | 5 | ὁ δέ οἱ ἀνδριὰς ἔργον ἐστὶν Ὀλυνθίου Σθέν ν ιδος . | His statue is a work by Sthennis of Olynthus. | ὁ δέ ὁ ἀνδριάς ἔργον εἰμί Ὀλύνθιος σθένος νῦν ιδος | 0 |
| 6.16.9 | 1 | ἐφεξῆς δὲ Πτολεμαῖός τέ ἐστιν ἀναβεβηκὼς ἵππον καὶ παρʼ αὐτὸν Ἠλεῖος ἀθλητὴς Παιάνιος ὁ Δαματρίου πάλης τε ἐν Ὀλυμπίᾳ καὶ τὰς δύο Πυθικὰς ἀνῃρημένος νίκας. | Next in order stands Ptolemaeus mounted upon a horse, and beside him, Paeanios of Elis, the son of Dematrius, an athlete who won victories in wrestling at Olympia as well as two victories at the Pythian Games. | ἐφεξῆς δέ Πτολεμαῖος τε εἰμί ἀναβαίνω ἵππος καί παρά αὐτός ἠλεῖος ἀθλητής Παιάνιος ὁ Δαμάτριος πάλη τε ἐν Ὀλυμπία καί ὁ δύο Πυθικός ἀναιρεμένος νίκη | 0 |
| 6.16.9 | 2 | Κλεάρετός τέ ἐστιν Ἠλεῖος πεντάθλου λαβὼν στέφανον καὶ ἅρμα ἀνδρὸς Ἀθηναίου Γλαύκωνος τοῦ Ἐτεοκλέους· | There is also Klearetos of Elis, crowned for victory in the pentathlon, and the chariot belonging to Glaukon, the son of Eteocles, an Athenian. | Κλεαρέτος τε εἰμί ἠλεῖος πένταθλον λαμβάνω στέφανος καί ἅρμα ἀνήρ Ἀθηναῖος γλαύκων ὁ Τεοκλῆς | 0 |
| 6.16.9 | 3 | ἀνηγορεύθη δὲ ὁ Γλαύκων οὗτος ἐπὶ ἅρματος τελείου δρόμῳ. | This Glaukon was proclaimed victor in the race for fully-grown horses. | ἀνηγορεύω δέ ὁ γλαύκων οὗτος ἐπί ἅρμα τέλειος δρόμος | 0 |