Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 6.26.1 | 1 | θέατρον δὲ ἀρχαῖον, μεταξὺ τῆς ἀγορᾶς καὶ τοῦ Μηνίου τὸ θέατρόν τε καὶ ἱερόν ἐστι Διονύσου· | There is an ancient theater between the marketplace and the temple of Menius, and there both the theater and the shrine of Dionysus are situated. | θέατρον δέ ἀρχαῖος μεταξύ ὁ ἀγορά καί ὁ μήνιος ὁ θέατρον τε καί ἱερόν εἰμί Διόνυσος | 0 |
| 6.26.1 | 2 | τέχνη τὸ ἄγαλμα Πραξιτέλους , | The statue is the work of Praxiteles. | τέχνη ὁ ἄγαλμα Πραξιτέλης | 0 |
| 6.26.1 | 3 | θεῶν δὲ ἐν τοῖς μάλιστα Διόνυσον σέβουσιν Ἠλεῖοι καὶ τὸν θεόν σφισιν ἐπιφοιτᾶν ἐς τῶν Θυίων τὴν ἑορτὴν λέγουσιν. | Of all the gods the Eleans especially revere Dionysus, and say that the god visits them at the festival of the Thyia. | θεός δέ ἐν ὁ μάλιστα Διόνυσος σέβομαι Ἠλεῖος καί ὁ θεός σφεῖς ἐπιφοιτάω εἰς ὁ θύω ὁ ἑορτή λέγω | 0 |
| 6.26.1 | 4 | ἀπέχει μέν γε τῆς πόλεως ὅσον τε ὀκτὼ στάδια ἔνθα τὴν ἑορτὴν ἄγουσι Θυῖα ὀνομάζοντες· | This place, where they celebrate the feast called Thyia, is about eight stades distant from the city. | ἀπέχω μέν γε ὁ πόλις ὅσος τε ὀκτώ στάδιον ἔνθα ὁ ἑορτή ἄγω θυΐα ὀνομάζω | 0 |
| 6.26.1 | 5 | λέβητας δὲ ἀριθμὸν τρεῖς ἐς οἴκημα ἐσκομίσαντες οἱ ἱερεῖς κατατίθενται κενούς, παρόντων καὶ τῶν ἀστῶν καὶ ξένων, εἰ τύχοιεν ἐπιδημοῦντες· | The priests carry three empty cauldrons into a building, placing them there in the presence of both citizens and visitors who happen to be staying temporarily in town. | λέβης δέ ἀριθμός τρεῖς εἰς οἴκημα κομίζω ὁ ἱερεύς κατατίθημι κενός παρών καί ὁ ἄστυ καί ξένος εἰ τύχω ἐπιδημέω | 0 |
| 6.26.1 | 6 | σφραγῖδας δὲ αὐτοί τε οἱ ἱερεῖς καὶ τῶν ἄλλων ὅσοις ἂν κατὰ γνώμην ᾖ ταῖς θύραις τοῦ οἰκήματος ἐπιβάλλουσιν, | Then both the priests themselves and any others appointed in an official capacity set seals upon the doors of the building. | σφραγίς δέ αὐτός τε ὁ ἱερεύς καί ὁ ἄλλος ὅσος ἄν κατά γνώμη εἰμί ὁ θύρα ὁ οἴκημα ἐπιβάλλω | 0 |
| 6.26.1 | 7 | ἐς δὲ τὴν ἐπιοῦσαν τά τε | On the following day they— | εἰς δέ ὁ ἐπιοῦσα ὁ τε | 0 |
| 6.26.2 | 1 | σημεῖα ἐπιγνῶναι πάρεστί σφισι καὶ ἐσελθόντες ἐς τὸ οἴκημα εὑρίσκουσιν οἴνου πεπλησμένους τοὺς λέβητας. | Signs exist by which they can recognize the event, for upon entering the building, they find the vessels filled with wine. | σημεῖον ἐπιγινώσκω πάρειμι σφεῖς καί εἰσέρχομαι εἰς ὁ οἴκημα εὑρίσκω οἶνος πλήθω ὁ λέβης | 0 |
| 6.26.2 | 2 | ταῦτα Ἠλείων τε οἱ δοκιμώτατοι ἄνδρες, σὺν αὐτοῖς δὲ καὶ ξένοι κατώμνυντο ἔχειν κατὰ τὰ εἰρημένα, ἐπεὶ αὐτός γε οὐκ ἐς καιρὸν ἀφικόμην τῆς ἑορτῆς· | The most respected men of the Eleans, along with visiting strangers who were with them, swore solemnly that these things occur as described, although I myself did not arrive at the festival at the appropriate time. | οὗτος Ἠλεῖος τε ὁ δοκιμώτατος ἀνήρ σύν αὐτός δέ καί ξένος κατόμνυμι ἔχω κατά ὁ λέγω ἐπεί αὐτός γε οὐ εἰς καιρός ἀφικνέομαι ὁ ἑορτή | 0 |
| 6.26.2 | 3 | λέγουσι δὲ καὶ Ἄνδριοι παρὰ ἔτος σφίσιν ἐς τοῦ Διονύσου τὴν ἑορτὴν ῥεῖν οἶνον αὐτόματον ἐκ τοῦ ἱεροῦ. | The Andrians also relate that each year, during the festival of Dionysus, wine flows spontaneously from the sanctuary. | λέγω δέ καί Ἀνδριος παρά ἔτος σφεῖς εἰς ὁ Διόνυσος ὁ ἑορτή ῥέω οἶνος αὐτόματος ἐκ ὁ ἱερόν | 0 |
| 6.26.2 | 4 | εἰ πιστεύειν χρὴ ταῦτα Ἕλλησιν, εἰ ἀποδέχοιτο ἄν τις τῷ λόγῳ γε τῷ αὐτῷ καὶ ὅσα Αἰθίοπες οἱ ὑπὲρ Συήνης ἐς τοῦ ἡλίου τὴν τράπεζαν λέγουσιν. | Whether the Greeks are to be trusted in these matters one could decide, but then one might equally accept the stories the Ethiopians who live beyond Syene tell about the table of the sun. | εἰ πιστεύω χρή οὗτος Ἕλλην εἰ ἀποδέχομαι ἄν τις ὁ λόγος γε ὁ αὐτός καί ὅσος Αἰθίοψ ὁ ὑπέρ Συήνη εἰς ὁ ἥλιος ὁ τράπεζα λέγω | 0 |
| 6.26.3 | 1 | ἐν ἀκροπόλει δὲ τῇ Ἠλείων ἐστὶν ἱερὸν Ἀθηνᾶς· ἐλέφαντος δὲ τὸ ἄγαλμα καὶ χρυσοῦ. | On the acropolis of the Eleians there is a temple of Athena; the statue is made of ivory and gold. | ἐν ἀκρόπολις δέ ὁ Ἠλεῖος εἰμί ἱερός Ἀθηνᾶ ἐλέφας δέ ὁ ἄγαλμα καί χρυσός | 0 |
| 6.26.3 | 2 | εἶναι μὲν δὴ Φειδίου φασὶν αὐτήν, πεποίηται δὲ ἀλεκτρυὼν ἐπὶ τῷ κράνει, ὅτι οὗτοι προχειρότατα ἔχουσιν ἐς μάχας οἱ ἀλεκτρυόνες· | They say the statue itself is the work of Pheidias, and a cock is represented upon the helmet, since these birds are extremely eager to fight. | εἰμί μέν δή Φειδίας φημί αὐτός ποιέω δέ ἀλεκτρυών ἐπί ὁ κρανίον ὅτι οὗτος προχείρως ἔχω εἰς μάχη ὁ ἀλεκτρυών | 0 |
| 6.26.3 | 3 | δύναιτο δʼ ἂν καὶ Ἀθηνᾶς τῆς Ἐργάνης ἱερὸς ὁ ὄρνις νομίζεσθαι. | But it is also possible that the bird is regarded as sacred to Athena Ergane. | δύναμαι δέ ἄν καί Ἀθηνᾶ ὁ Ἐργάνη ἱερός ὁ ὄρνις νομίζω | 0 |
| 6.26.4 | 1 | Κυλλήνη δὲ σταδίους μὲν εἴκοσιν Ἤλιδος καὶ ἑκατὸν ἀφέστηκε, κεῖται δὲ τετραμμένη τε πρὸς Σικελίαν καὶ ὅρμον παρεχομένη ναυσὶν ἐπιτήδειον· | Cyllene lies one hundred and twenty stades from Elis; it faces towards Sicily, offering a harbor convenient for ships. | Κυλλήνη δέ στάδιον μέν εἴκοσι Ἠλίς καί ἑκατόν ἀφέστηκα κεῖμαι δέ τρέπω τε πρός Σικελία καί ὅρμος παρέχω ναῦς ἐπιτήδειος | 0 |
| 6.26.4 | 2 | ἐπίνειον δὲ οὖσα Ἠλείων ἀπὸ ἀνδρὸς Ἀρκάδος τὸ ὄνομα εἴληφε. | Serving as the port town of the Eleans, it received its name from an Arcadian man. | ἐπίνειον δέ εἰμί Ἠλεῖος ἀπό ἀνήρ Ἀρκάς ὁ ὄνομα λαμβάνω | 0 |
| 6.26.4 | 3 | Κυλλήνης δὲ ἐν μὲν Ἠλείων καταλόγῳ λόγον οὐδένα Ὅμηρος ἐποιήσατο, ἐν δὲ ἔπεσι τοῖς ὕστερον δεδήλωκεν ὡς πόλισμα οὖσαν καὶ τὴν Κυλλήνην ἐπίσταται· | Homer made no mention of Cyllene in his catalogue of Eleans, but in later verses he indicated clearly that he recognized Cyllene as a town. | Κυλλήνη δέ ἐν μέν Ἠλεῖος κατάλογος λόγος οὐδείς Ὅμηρος ποιέω ἐν δέ ἔπος ὁ ὕστερον δηλόω ὡς πόλισμα εἰμί καί ὁ Κυλλήνη ἐπίσταμαι | 0 |
| 6.26.5 | 1 | Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξεν, Φυλείδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν. | Pulydamas slew Otos of Cyllene, a companion of Phyleus' son and leader of the noble-hearted Epeians. | Πουλυδάμας δέ οὖς Κυλλήνιος ἐναρίζω φυλεύς ἑταῖρος μεγαθύμος ἄρχων ἐπειῶν | 0 |
| 6.26.5 | 2 | θεῶν δὲ ἱερὰ ἐν Κυλλήνῃ Ἀσκληπιοῦ, τὸ δὲ Ἀφροδίτης ἐστί· | In Cyllene there are temples belonging to the gods: that of Asclepius and another of Aphrodite. | θεός δέ ἱερός ἐν Κυλλήνη Ἀσκληπιός ὁ δέ Ἀφροδίτη εἰμί | 0 |
| 6.26.5 | 3 | τοῦ Ἑρμοῦ δὲ τὸ ἄγαλμα, ὃν οἱ ταύτῃ περισσῶς σέβουσιν, ὀρθόν ἐστιν αἰδοῖον ἐπὶ τοῦ βάθρου. | The statue of Hermes, whom the people there especially revere, stands upright upon a pedestal in the form of a phallus. | ὁ Ἑρμῆς δέ ὁ ἄγαλμα ὅς ὁ οὗτος περισσῶς σέβομαι ὀρθός εἰμί αἰδοῖον ἐπί ὁ βάθρον | 0 |
| 6.26.6 | 1 | ἡ δὲ Ἠλεία χώρα τά τε ἄλλα ἐστὶν ἐς καρποὺς καὶ τὴν βύσσον οὐχ ἥκιστα ἐκτρέφειν ἀγαθή. | The land of Elis is good above all for producing crops and especially excels in growing fine flax. | ὁ δέ ἠλεία χώρα ὁ τε ἄλλος εἰμί εἰς καρπός καί ὁ βύσσος οὐ ἥκιστα ἐκτρέφω ἀγαθός | 0 |
| 6.26.6 | 2 | τὴν μὲν δὴ κανναβίδα καὶ λίνον καὶ τὴν βύσσον σπείρουσιν ὅσοις ἡ γῆ τρέφειν ἐστὶν ἐπιτήδειος· | Hemp, linen, and fine flax are indeed sown by those whose land is suitable for cultivation. | ὁ μέν δή κάνναβις καί λίνον καί ὁ βύσσος σπείρω ὅσος ὁ γῆ τρέφω εἰμί ἐπιτήδειος | 0 |
| 6.26.6 | 3 | οἱ μίτοι δέ, ἀφʼ ὧν τὰς ἐσθῆτας ποιοῦσιν οἱ Σῆρες, ἀπὸ οὐδενὸς φλοιοῦ, τρόπον δὲ ἕτερον γίνονται τοιόνδε. | However, the threads from which the Seres make their garments do not originate from any plant fiber, but are produced in a different, unique manner. | ὁ μίτος δέ ἀπό ὅς ὁ ἐσθής ποιέω ὁ σῆρες ἀπό οὐδείς φλοίος τρόπος δέ ἕτερος γίγνομαι τοιόσδε | 0 |
| 6.26.6 | 4 | ἔστιν ἐν τῇ γῇ ζωύφιόν σφισιν, ὃν σῆρα καλοῦσιν Ἕλληνες, ὑπὸ δὲ αὐτῶν Σηρῶν ἄλλο πού τι καὶ οὐ σὴρ ὀνομάζεται· | There exists in their country an insect, which the Greeks call "ser," though among the Seres themselves it bears another name entirely, not "ser." | εἰμί ἐν ὁ γῆ ζωύφιον σφεῖς ὅς σῆρα καλέω Ἕλλην ὑπό δέ αὐτός σήρ ἄλλος ποῦ τις καί οὐ σῆρ ὀνομάζω | 0 |
| 6.26.7 | 1 | μέγεθος μέν ἐστιν αὐτοῦ διπλάσιον ἢ κανθάρων ὁ μέγιστος, τὰ δὲ ἄλλα εἴκασται τοῖς ἀράχναις, οἳ ὑπὸ τοῖς δένδρεσιν ὑφαίνουσι, καὶ δὴ καὶ πόδας ἀριθμὸν ὀκτὼ κατὰ ταὐτὰ ἔχει τοῖς ἀράχναις. | Its size is about twice that of the largest beetle, but in other respects it resembles those spiders that weave their webs beneath trees, and indeed it has, in the same way as spiders, eight legs. | μέγεθος μέν εἰμί αὐτός διπλάσιος ἤ κανθάρος ὁ μέγας ὁ δέ ἄλλος εἰκάζω ὁ ἀράχνη ὅς ὑπό ὁ δένδρον ὑφαίνω καί δή καί πούς ἀριθμός ὀκτώ κατά αὐτός ἔχω ὁ ἀράχνη | 0 |
| 6.26.7 | 2 | ταῦτα τὰ ζῷα τρέφουσιν οἱ Σῆρες οἴκους κατασκευασάμενοι χειμῶνός τε καὶ θέρους ὥρᾳ ἐπιτηδείους· | These creatures the Seres rear and keep in dwellings prepared suitably for them in both the winter and summer seasons. | οὗτος ὁ ζῷον τρέφω ὁ σῆρες οἶκος κατασκευάζω χείμων τε καί θέρος ὥρα ἐπιτήδειος | 0 |
| 6.26.7 | 3 | τὸ δὲ ἔργον τῶν ζῴων κλῶσμα εὑρίσκεται λεπτὸν τοῖς ποσὶν αὐτῶν περιειλιγμένον. | The product of these creatures is found to be a fine thread wrapped around their feet. | ὁ δέ ἔργον ὁ ζῷον κλῶσμα εὑρίσκομαι λεπτός ὁ πούς αὐτός περιειλίσσω | 0 |
| 6.26.8 | 1 | τρέφουσι δὲ αὐτὰ ἐπὶ μὲν τέσσαρα ἔτη παρέχοντες τροφήν σφισιν ἔλυμον, πέμπτῳ δὲ---οὐ γὰρ πρόσω βιωσόμενα ἴσασι---κάλαμον διδόασιν ἐσθίειν χλωρόν· | They rear them for four years, feeding them millet as nourishment. | τρέφω δέ αὐτός ἐπί μέν τέσσαρες ἔτος παρέχω τροφή σφεῖς λύμον πέμπτος δέ οὐ γάρ πρόσω βιόω οἶδα κάλαμος δίδωμι ἐσθίω χλωρός | 0 |
| 6.26.8 | 2 | ἡ δέ ἐστιν ἡδίστη τροφὴ πασῶν τῷ ζῴῳ, καὶ ἐμφορηθὲν τοῦ καλάμου ῥήγνυταί τε ὑπὸ πλησμονῆς καὶ ἀποθανόντος οὕτω τὸ πολὺ τῆς ἁρπεδόνης εὑρίσκουσιν ἔνδον. | In the fifth year—knowing they will live no longer—they give them green reeds to eat; this food is sweetest of all for the creature. | ὁ δέ εἰμί ἡδύς τροφή πᾶς ὁ ζῷον καί ἐμφορέω ὁ κάλαμος ῥήγνυμι τε ὑπό πλησμονή καί ἀποθνῄσκω οὕτως ὁ πολύς ὁ ἁρπεδώνη εὑρίσκω ἔνδον | 0 |
| 6.26.8 | 3 | γινώσκεται δὲ ἡ Σηρία νῆσος ἐν μυχῷ θαλάσσης κειμένη τῆς Ἐρυθρᾶς. | Once it has gorged itself with reeds, it bursts from fullness, and thus, upon its death, the greatest part of the silk is found within. | γιγνώσκω δέ ὁ σής νῆσος ἐν μυχός θάλασσα κεῖμαι ὁ ἐρυθρός | 0 |
| 6.26.9 | 1 | ἤκουσα δὲ καὶ ὡς οὐχ ἡ Ἐρυθρά, ποταμὸς δὲ ὃν Σῆρα ὀνομάζουσιν, οὗτός ἐστιν ὁ ποιῶν νῆσον αὐτήν, ὥσπερ καὶ Αἰγύπτου τὸ Δέλτα ὑπὸ τοῦ Νείλου καὶ οὐχ ὑπὸ μιᾶς περιέχεσθαι θαλάσσης· | I have also heard it said that Erythra is not actually the sea, but a river called Sera, and that it is this river which makes it into an island, just as Egypt's Delta is formed by the Nile, being surrounded not purely by sea. | ἀκούω δέ καί ὡς οὐ ὁ ἐρυθρός ποταμός δέ ὅς σῆρα ὀνομάζω οὗτος εἰμί ὁ ποιέω νῆσος αὐτός ὥσπερ καί Αἴγυπτος ὁ δέλτα ὑπό ὁ Νεῖλος καί οὐ ὑπό εἷς περιέχω θάλασσα | 0 |
| 6.26.9 | 2 | τοιαύτην ἑτέραν καὶ τὴν Σηρίαν νῆσον εἶναι. | They say another island, similarly formed, is that called Seria. | τοιοῦτος ἕτερος καί ὁ σής νῆσος εἰμί | 0 |
| 6.26.9 | 3 | οὗτοι μὲν δὴ τοῦ Αἰθιόπων γένους αὐτοί τέ εἰσιν οἱ Σῆρες καὶ ὅσοι τὰς προσεχεῖς αὐτῇ νέμονται νήσους, Ἄβασαν καὶ Σακαίαν· | These Seres themselves are indeed of the Ethiopian race, as are those who inhabit the nearby islands of Abasa and Sacaea. | οὗτος μέν δή ὁ Αἰθίοψ γένος αὐτός τε εἰμί ὁ σῆρες καί ὅσος ὁ προσεχής αὐτός νέμω νῆσος ἄβασαν καί σακαία | 0 |
| 6.26.9 | 4 | οἱ δὲ αὐτοὺς οὐκ Αἰθίοπας, Σκύθας δὲ ἀναμεμιγμένους Ἰνδοῖς φασὶν εἶναι. | But others assert that they are not Ethiopians, but rather Scythians intermingled with Indians. | ὁ δέ αὐτός οὐ Αἰθίοψ Σκύθης δέ ἀναμειγνύω Ἰνδός φημί εἰμί | 0 |
| 6.26.10 | 1 | ταῦτα μὲν δὴ οὕτω λέγεται· | These things, then, are said thus. | οὗτος μέν δή οὕτως λέγω | 0 |
| 6.26.10 | 2 | ἀνδρὶ δὲ ἐς Ἀχαΐαν ἰόντι ἐξ Ἤλιδος ἑπτὰ καὶ πεντήκοντα στάδιοι καὶ ἑκατὸν ἐπὶ ποταμόν εἰσι Λάρισον, καὶ Ἠλείοις ὅροι πρὸς Ἀχαιοὺς τῆς χώρας ὁ ποταμός ἐστιν ἐφʼ ἡμῶν ὁ Λάρισος· | For someone traveling into Achaia from Elis, it is one hundred and fifty-seven stadia to the river Larisos, and in our time the river Larisos serves as the boundary for the Eleans between their territory and that of the Achaeans. | ἀνήρ δέ εἰς Ἀχαΐα εἶμι ἐκ Ἠλίς ἑπτά καί πεντήκοντα στάδιος καί ἑκατόν ἐπί ποταμός εἰμί Λάρισα καί Ἠλεῖος ὅρος πρός Ἀχαιός ὁ χώρα ὁ ποταμός εἰμί ἐπί ἐγώ ὁ Λάρισος | 0 |
| 6.26.10 | 3 | τὰ δὲ ἔτι ἀρχαιότερα ἄκρα σφίσι πρὸς θαλάσσῃ ὅρος ἦν ὁ Ἄραξος. | But in more ancient times their frontier by the sea had been the promontory Araxos. | ὁ δέ ἔτι ἀρχαῖος ἄκρος σφεῖς πρός θάλασσα ὅρος εἰμί ὁ ἄραξος | 0 |