Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 6.5.1 | 1 | ὁ δὲ ἐπὶ τῷ βάθρῳ τῷ ὑψηλᾷ Λυσίππου μέν ἐστιν ἔργον, μέγιστος δὲ ἁπάντων ἐγένετο ἀνθρώπων πλὴν τῶν ἡρώων καλουμένων καὶ εἰ δή τι ἄλλο ἦν πρὸ τῶν ἡρώων θνητὸν γένος· | The statue upon the high pedestal is a work of Lysippus, representing the greatest of all men, excepting only those called heroes, and whatever mortal race may have existed before the heroes. | ὁ δέ ἐπί ὁ βάθρον ὁ ὑψηλός Λύσιππος μέν εἰμί ἔργον μέγας δέ ἁπᾶς γίγνομαι ἀνήρ πλήν ὁ ἥρως καλέω καί εἰ δή τις ἄλλος εἰμί πρό ὁ ἥρως θνητός γένος | 0 |
| 6.5.1 | 2 | ἀνθρώπων δὲ τῶν καθʼ ἡμᾶς οὗτός ἐστιν ὁ μέγιστος Πουλυδάμας Νικίου. | Among the men of our own time, this Polydamas, son of Nicias, is the greatest. | ἀνήρ δέ ὁ κατά ἐγώ οὗτος εἰμί ὁ μέγας Πουλυδάμας Νικίου | 0 |
| 6.5.2 | 1 | Σκοτοῦσσα δὲ ἡ τοῦ Πουλυδάμαντας πατρὶς οὐκ ᾠκεῖτο ἔτι ἐφʼ ἡμῶν· | Scotussa, the native city of Polydamas, was no longer inhabited in my time. | Σκοτοῦσσα δέ ὁ ὁ Πουλυδάμας πατρίς οὐ οἰκέω ἔτι ἐπί ἐγώ | 0 |
| 6.5.2 | 2 | Ἀλέξανδρος γὰρ τὴν πόλιν ὁ Φεραίων τυραννήσας κατέλαβεν ἐν σπονδαῖς, | For Alexander, the tyrant of Pherai, had seized the city during a period of truce. | Ἀλέξανδρος γάρ ὁ πόλις ὁ Φεραῖος τυραννέω καταλαμβάνω ἐν σπονδή | 0 |
| 6.5.2 | 3 | καὶ Σκοτουσσαίων τούς τε ἐς τὸ θέατρον συνειλεγμένους---ἔτυχε γάρ σφισι καὶ ἐκκλησία τηνικαῦτα οὖσα---τούτους τε ἅπαντας κατηκόντισε, πελτασταῖς ἐν κύκλῳ περισχὼν καὶ τοξόταις, | He gathered all of the Scotussans who had assembled in the theatre—for at that very moment an assembly was being held there—and surrounded them fully with peltasts and archers; and having thus trapped them, he slew everyone present. | καί Σκοτουσσαῖος ὁ τε εἰς ὁ θέατρον συλλέγω τυγχάνω γάρ σφεῖς καί ἐκκλησία τηνικαῦτα εἰμί οὗτος τε ἅπας κατηκοντίζω πελταστής ἐν κύκλος περισχώννυμι καί τοξότης | 0 |
| 6.5.2 | 4 | καὶ τὸ ἄλλο ὅσον ἐν ἡλικίᾳ κατεφόνευσε, γυναῖκας δὲ ἀπέδοτο καὶ παῖδας, μισθὸν εἶναι τὰ χρήματα τοῖς ξένοις. | He also killed every other man able to bear arms, while he sold the women and children into slavery, giving their money as wages to his mercenary troops. | καί ὁ ἄλλος ὅσος ἐν ἡλικία καταφονεύω γυνή δέ ἀποδίδωμι καί παῖς μισθός εἰμί ὁ χρῆμα ὁ ξένος | 0 |
| 6.5.3 | 1 | αὕτη Σκοτουσσαίοις ἡ συμφορὰ Φρασικλείδου μὲν Ἀθήνῃσιν ἐγένετο ἄρχοντος, δευτέρᾳ δὲ Ὀλυμπιάδι ἐπὶ ταῖς ἑκατόν, ἣν Δάμων Θούριος ἐνίκα τὸ δεύτερον, ταύτης ἔτει δευτέρῳ τῆς Ὀλυμπιάδος. | This disaster befell the Skotoussaeans when Phrasikleides was archon at Athens, during the second year of the hundred and second Olympiad, at which Damon of Thurii won his second victory. | οὗτος Σκοτουσσαῖος ὁ συμφορά Φρασικλείδης μέν Ἀθήνησι γίγνομαι ἄρχων δεύτερος δέ Ὀλυμπιάς ἐπί ὁ ἑκατόν ὅς δάμων θούριος νικάω ὁ δεύτερος οὗτος ἔτος δεύτερος ὁ Ὀλυμπιάς | 0 |
| 6.5.3 | 2 | καὶ ὀλίγον τε ἔμενε τὸ διαφυγὸν τῶν Σκοτουσσαίων καὶ αὖθις ὑπὸ ἀσθενείας ἐξέλιπον καὶ οὗτοι τὴν πόλιν, | The inhabitants of Skotoussa who had escaped survived only a short time thereafter and soon abandoned their city once more, ravaged by disease. | καί ὀλίγος τε μένω ὁ διαφεύγω ὁ Σκοτουσσαῖος καί αὖθις ὑπό ἀσθένεια ἐκλείπω καί οὗτος ὁ πόλις | 0 |
| 6.5.3 | 3 | ὅτε καὶ τοῖς πᾶσιν Ἕλλησι προσπταῖσαι δεύτερα ἐν τῷ πρὸς Μακεδόνας πολέμῳ παρεσκεύασεν ὁ δαίμων. | At this same time, fortune was preparing a second calamity for all the Greeks in the war against the Macedonians. | ὅτε καί ὁ πᾶς Ἕλλην προσπταίω δεύτερος ἐν ὁ πρός Μακεδών πόλεμος παρασκευάζω ὁ δαίμων | 0 |
| 6.5.4 | 1 | παγκρατίου μὲν δὴ καὶ ἄλλοις ἤδη γεγόνασιν ἐπιφανεῖς νῖκαι· Πουλυδάμαντι δὲ τάδε ἀλλοῖα παρὰ τοὺς ἐπὶ τῷ παγκρατίῳ στεφάνους ὑπάρχοντά ἐστιν. | In pancratium, indeed, many others have won famous victories; yet Polydamas has achievements distinct from those who have been crowned in pancratium contests. | παγκράτιον μέν δή καί ἄλλος ἤδη γίγνομαι ἐπιφανής νίκη Πουλυδάμας δέ ὅδε ἀλλοῖος παρά ὁ ἐπί ὁ παγκράτιον στέφανος ὑπάρχω εἰμί | 0 |
| 6.5.4 | 2 | ἡ ὀρεινὴ τῆς Θρᾴκης, ἡ ἔνδον Νέστου ποταμοῦ τοῦ ῥέοντος διὰ τῆς Ἀβδηριτῶν, καὶ ἄλλα θηρία, ἐν δὲ αὐτοῖς παρέχεται καὶ λέοντας, οἳ καὶ τῷ στρατῷ ποτε ἐπιθέμενοι τῷ Ξέρξου τὰς ἀγούσας καμήλους τὰ σιτία ἐλυμήναντο. | The mountainous region of Thrace beyond the Nestus river, which flows through the territory of Abdera, has, besides other wild beasts, lions as well; these lions once attacked Xerxes' army, devastating the camels which carried provisions. | ὁ ὀρεινός ὁ Θρᾴκη ὁ ἔνδον Νέστος ποταμός ὁ ῥέω διά ὁ Ἀβδηρίτης καί ἄλλος θηρίον ἐν δέ αὐτός παρέχω καί λέω ὅς καί ὁ στρατός ποτε ἐπιτίθημι ὁ Ξέρξης ὁ ἄγω κάμηλος ὁ σίτος λυμαίνομαι | 0 |
| 6.5.5 | 1 | οὗτοι πολλάκις οἱ λέοντες καὶ ἐς τὴν περὶ τὸν Ὄλυμπον πλανῶνται χώραν· | These lions frequently roam also into the region around Mount Olympus. | οὗτος πολλάκις ὁ λέων καί εἰς ὁ περί ὁ Ὄλυμπος πλανάω χώρα | 0 |
| 6.5.5 | 2 | τούτου δὲ τοῦ ὄρους ἡ μὲν ἐς Μακεδονίαν πλευρά, ἡ δὲ ἐπὶ Θεσσαλοὺς καὶ τὸν ποταμὸν τέτραπται τὸν Πηνειόν· | Of this mountain, one side faces toward Macedonia, while the other turns toward Thessaly and the river Peneius. | οὗτος δέ ὁ ὄρος ὁ μέν εἰς Μακεδονία πλευρά ὁ δέ ἐπί Θεσσαλός καί ὁ ποταμός τρέπω ὁ Πηνειός | 0 |
| 6.5.5 | 3 | ἐνταῦθα ὁ Πουλυδάμας λέοντα ἐν τῷ Ὀλύμπῳ, μέγα καὶ ἄλκιμον θηρίον, κατειργάσατο οὐδενὶ ἐσκευασμένος ὅπλῳ. | Here, on Olympus, Polydamas subdued a lion, a great and powerful beast, without using any weapon at all. | ἐνταῦθα ὁ Πουλυδάμας λέων ἐν ὁ Ὄλυμπος μέγας καί ἄλκιμος θηρίον κατειργάζομαι οὐδείς σκευάζω ὅπλον | 0 |
| 6.5.5 | 4 | προήχθη δὲ ἐς τὸ τόλμημα φιλοτιμίᾳ πρὸς τὰ Ἡρακλέους ἔργα, ὅτι καὶ Ἡρακλέα ἔχει λόγος κρατῆσαι τοῦ ἐν Νεμέᾳ λέοντος. | He was inspired to undertake this daring feat by a rivalry with the exploits of Heracles, knowing that tradition also has Heracles overcoming the lion in Nemea. | προάγω δέ εἰς ὁ τόλμημα φιλοτιμία πρός ὁ Ἡρακλῆς ἔργον ὅτι καί Ἡρακλῆς ἔχω λόγος κρατέω ὁ ἐν Νεμέα λέων | 0 |
| 6.5.6 | 1 | ἕτερον δὲ ἐπὶ τούτῳ θαῦμα ὑπελίπετο ὁ Πουλυδάμας ἐς μνήμην· | Another marvel Polydamas left behind after this that remains memorable is this: | ἕτερος δέ ἐπί οὗτος θαῦμα ὑπολείπω ὁ Πουλυδάμας εἰς μνήμη | 0 |
| 6.5.6 | 2 | ἐς ἀγέλην ἐσελθὼν βοῶν τὸν μέγιστον καὶ ἀγριώτατον ταῦρον λαβὼν τοῦ ἑτέρου τῶν ὄπισθεν ποδῶν τὰς χηλὰς κατεῖχεν ἄκρας, καὶ πηδῶντα καὶ ἐπειγόμενον οὐκ ἀνίει, πρίν γε δὴ ὁ ταῦρος ὀψέ ποτε καὶ ἐς ἅπαν ἀφικόμενος βίας ἀπέφυγεν ἀφεὶς ταύτῃ τῷ Πουλυδάμαντι τὰς χηλάς. | approaching a herd of cattle, he seized the largest and fiercest bull, grasping the very tips of the hoofs of one of its hind legs, and despite its leaping and struggling vigorously, he did not let go, until eventually the bull, having exhausted all its strength, fled at last, leaving its hoof in Polydamas' grasp. | εἰς ἀγέλη εἰσέρχομαι βοῦς ὁ μέγας καί ἀγριώτατος ταῦρος λαμβάνω ὁ ἕτερος ὁ ὄπισθεν πούς ὁ χηλή κατέχω ἄκρα καί πηδάω καί ἐπείγω οὐ ἀνίημι πρίν γε δή ὁ ταῦρος ὀψέ ποτε καί εἰς ἅπας ἀφικνέομαι βία ἀποφεύγω ἀφίημι οὗτος ὁ Πουλυδάμας ὁ χηλή | 0 |
| 6.5.6 | 3 | λέγεται δὲ καὶ ὡς ἄνδρα ἡνίοχον ἐλαύνοντα σπουδῇ τὸ ἅρμα ἐπέσχε τοῦ πρόσω· | It is also said that he once held back a charioteer who was enthusiastically urging his chariot forward; | λέγω δέ καί ὡς ἀνήρ ἡνίοχος ἐλαύνω σπουδή ὁ ἅρμα ἐπέχω ὁ πρόσω | 0 |
| 6.5.6 | 4 | λαβόμενος γὰρ τῇ ἑτέρᾳ τῶν χειρῶν ὄπισθε τοῦ ἅρματος, ὁμοῦ καὶ τοὺς ἵππους πεδήσας καὶ τὸν ἡνίοχον εἶχε. | Polydamas grasped the rear of the vehicle with one hand, thus restraining both the horses and the driver himself. | λαμβάνω γάρ ὁ ἕτερος ὁ χείρ ὄπισθε ὁ ἅρμα ὁμοῦ καί ὁ ἵππος πεδήω καί ὁ ἡνίοχος ἔχω | 0 |
| 6.5.7 | 1 | Δαρεῖος δὲ Ἀρταξέρξου παῖς νόθος, ὃς ὁμοῦ τῷ Περσῶν καὶ δήμῳ Σόγδιον καταπαύσας παῖδα Ἀρταξέρξου γνήσιον ἔσχεν ἀντʼ ἐκείνου τὴν ἀρχήν, οὗτος ὡς ἐβασίλευσεν ὁ Δαρεῖος---ἐπυνθάνετο γὰρ τοῦ Πουλυδάμαντος τὰ ἔργα---, πέμπων ἀγγέλους ὑπισχνούμενος δῶρα ἀνέπεισεν αὐτὸν ἐς Σοῦσά τε καὶ ἐς ὄψιν ἀφικέσθαι τὴν αὑτοῦ. | Darius, the illegitimate son of Artaxerxes, who, having suppressed together with the Persian people Sogdianus, the legitimate son of Artaxerxes, obtained the throne in his stead—this Darius, after he had become king, having heard about the deeds of Polydamas, sent ambassadors promising him gifts, and persuaded Polydamas to come to Susa and appear before him. | Δαρεῖος δέ Ἀρταξέρξης παῖς νόθος ὅς ὁμοῦ ὁ Πέρσης καί δῆμος Σόγδιον καταπαύω παῖς Ἀρταξέρξης γνήσιος ἔχω ἀντί ἐκεῖνος ὁ ἀρχή οὗτος ὡς βασιλεύω ὁ Δαρεῖος πυνθάνομαι γάρ ὁ Πουλυδάμας ὁ ἔργον πέμπω ἄγγελος ὑπισχνέομαι δῶρον ἀνείπω αὐτός εἰς Σοῦσα τε καί εἰς ὄψις ἀφικνέομαι ὁ ἑαυτοῦ | 0 |
| 6.5.7 | 2 | ἔνθα δὴ κατὰ πρόκλησιν Περσῶν ἄνδρας τῶν καλουμένων ἀθανάτων ἀριθμὸν τρεῖς ἀθρόους οἱ μονομαχήσαντας ἀπέκτεινεν. | There, at the challenge of the Persians, Polydamas killed in single combat, simultaneously, three men of those called "Immortals." | ἔνθα δή κατά πρόκλησις Πέρσης ἀνήρ ὁ καλέω ἀθάνατος ἀριθμός τρεῖς ἀθρόος ὁ μονομαχέω ἀποκτείνω | 0 |
| 6.5.7 | 3 | ἔργων δὲ τῶν κατειλεγμένων οἱ τὰ μὲν ἐπὶ τῷ βάθρῳ τοῦ ἀνδριάντος ἐν Ὀλυμπίᾳ, τὰ δὲ καὶ δηλούμενά ἐστιν ὑπὸ τοῦ ἐπιγράμματος. | Of the deeds recounted about him, some are recorded upon the pedestal of his statue at Olympia, while others are indicated by the inscription. | ἔργον δέ ὁ καταλέγω ὁ ὁ μέν ἐπί ὁ βάθρον ὁ ἀνδριάς ἐν Ὀλυμπία ὁ δέ καί δηλόω εἰμί ὑπό ὁ ἐπίγραμμα | 0 |
| 6.5.8 | 1 | ἔμελλε δὲ ἄρα τὸ ὑπὸ Ὁμήρου προθεσπισθὲν ἄλλους τε τῶν φρονησάντων ἐπὶ ἰσχύι καὶ Πουλυδάμαντα ἐπιλήψεσθαι, καὶ ὑπὸ τῆς αὑτοῦ ῥώμης ἔμελλεν ἀπολεῖσθαι καὶ οὗτος. | Thus it came about that the prophecy Homer once uttered would overtake others who trusted in their strength, including Polydamas himself, who likewise was destined to perish because of his own might. | μέλλω δέ ἄρα ὁ ὑπό Ὅμηρος προθεσπίζω ἄλλος τε ὁ φρονέω ἐπί ἰσχύς καί Πουλυδάμας ἐπιλήψομαι καί ὑπό ὁ ἑαυτοῦ ῥώμη μέλλω ἀπόλλυμι καί οὗτος | 0 |
| 6.5.8 | 2 | ἐς σπήλαιον γὰρ οἵ τε ἄλλοι τῶν συμποτῶν καὶ ὁ Πουλυδάμας ἐσῆλθεν ὥρᾳ θέρους, καί πως οὐ κατά τινα ἀγαθὸν δαίμονα ἡ κορυφὴ τηνικαῦτα τοῦ σπηλαίου κατερρήγνυτο, καὶ δῆλα ἦν ὡς αὐτίκα ἐμπεσεῖσθαι καὶ χρόνον οὐκ ἐπὶ πολὺν ἔμελλεν ἀνθέξειν· | It was summer time when Polydamas and his companions who had been drinking together entered a cave, and just then, by an unfortunate fate, the roof of the cave began to crack, clearly on the brink of imminent collapse and unable to hold out much longer. | εἰς σπήλαιον γάρ ὁ τε ἄλλος ὁ συμποτέω καί ὁ Πουλυδάμας εἰσέρχομαι ὥρα θέρος καί πῶς οὐ κατά τις ἀγαθός δαίμων ὁ κορυφή τηνικαῦτα ὁ σπήλαιον καταρρήγνυμι καί δῆλος εἰμί ὡς αὐτίκα ἐμπίπτω καί χρόνος οὐ ἐπί πολύς μέλλω ἀνθέχω | 0 |
| 6.5.9 | 1 | γενομένης δὲ αἰσθήσεως τοῦ ἐπιόντος κακοῦ καὶ τρεπομένων ἐς φυγὴν τῶν λοιπῶν παρέστη καταμεῖναι τῷ Πουλυδάμαντι, καὶ ἀνέσχε τὰς χεῖρας ὡς ἐπιπίπτοντι ἀνθέξων τῷ σπηλαίῳ καὶ οὐ βιασθησόμενος ὑπὸ τοῦ ὄρους. | When awareness arose of the approaching disaster and the others turned in flight, Polydamas resolved to stand firm; and raising his hands, he attempted to hold up the cave as it fell in upon him, refusing to yield beneath the weight of the mountain. | γίγνομαι δέ αἴσθησις ὁ ἔπειμι κακός καί τρέπομαι εἰς φυγή ὁ λοιπός παρίστημι καταμένω ὁ Πουλυδάμας καί ἀνέχω ὁ χείρ ὡς ἐπιπίπτω ἀνθέχω ὁ σπήλαιον καί οὐ βιάζω ὑπό ὁ ὄρος | 0 |