Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 7.10.1 | 1 | τότε μὲν δὴ ἐς τοσοῦτο ἐπράχθη· | At that time, then, matters went no further. | τότε μέν δή εἰς τοσοῦτος πράσσω | 0 |
| 7.10.1 | 2 | τολμημάτων δὲ τὸ ἀνοσιώτατον, τὴν πατρίδα καὶ ἄνδρας προδιδόναι πολίτας ἐπὶ οἰκείοις κέρδεσιν, ἔμελλε καὶ Ἀχαιοῖς κακῶν ἄρξειν, οὔποτε ἐκ τοῦ χρόνου παντὸς τὴν Ἑλλάδα ἐκλιπόν. | But the most unholy of deeds—betrayal of one’s own country and fellow citizens for personal gain—was destined to begin afflicting the Achaeans also, after never having disappeared throughout all Greek history. | τόλμημα δέ ὁ ἀνοσιώτατος ὁ πατρίς καί ἀνήρ προδίδωμι πολίτης ἐπί οἰκεῖος κέρδος μέλλω καί Ἀχαιός κακός ἄρχω οὔποτε ἐκ ὁ χρόνος πᾶς ὁ Ἑλλάς ἐκλείπω | 0 |
| 7.10.1 | 3 | ἐπὶ μέν γε Δαρείου τοῦ Ὑστάσπου βασιλεύοντος Περσῶν Ἴωσι τὰ πράγματα ἐφθάρη Σαμίων πλὴν ἑνός τε καὶ δέκα ἀνδρῶν τῶν ἄλλων τριηράρχων τὸ ναυτικὸν τὸ Ἰώνων προδόντων· | Indeed, in the reign of Darius, son of Hystaspes, king of the Persians, the Ionian cause was ruined for the Samians, since their navy was betrayed by all their trierarchs except eleven men. | ἐπί μέν γε Δαρεῖος ὁ Ὕστασπος βασιλεύω Πέρσης ἴως ὁ πρᾶγμα φθείρω Σάμιοι πλήν εἷς τε καί δέκα ἀνήρ ὁ ἄλλος τριήραρχος ὁ ναυτικός ὁ Ἴων προδίδωμι | 0 |
| 7.10.2 | 1 | μετὰ δὲ Ἴωνας κεχειρωμένους ἠνδραποδίσαντο καὶ Ἐρέτριαν Μῆδοι, | After defeating the Ionians, the Medes enslaved Eretria as well. | μετά δέ Ἴων χειρόω ἀνδραποδίζω καί Ἐρέτρια Μῆδος | 0 |
| 7.10.2 | 2 | προδόται δὲ ἐγένοντο οἱ εὐδοκιμοῦντες μάλιστα ἐν Ἐρετρίᾳ Φίλαγρος Κυνέου καὶ Εὔφορβος Ἀλκιμάχου. | The traitors who betrayed the city were Philagros son of Kyneos and Euphorbus son of Alkimachos, who enjoyed considerable renown in Eretria. | προδότης δέ γίγνομαι ὁ εὐδοκιμέω μάλιστα ἐν Ἐρέτρια φίλαργος Κυνέος καί εὔφορβος Ἀλκιμάχης | 0 |
| 7.10.2 | 3 | Ξέρξῃ δὲ ἐπὶ τὴν Ἑλλάδα ἐλαύνοντι Θεσσαλία τε διʼ Ἀλευάδου προεδόθη, Θήβας δὲ Ἀτταγῖνος καὶ Τιμηγενίδας προδιδόασι φερόμενοι τὰ πρῶτα ἐν Θήβαις. | When Xerxes marched upon Greece, Thessaly was betrayed through the Aleuadai, and Thebes was handed over by Attaginos and Timegenidas, men highly esteemed among the Thebans. | Ξέρξης δέ ἐπί ὁ Ἑλλάς ἐλαύνω Θεσσαλία τε διά Ἀλευάδης προδίδωμι Θῆβαι δέ ἀτταγίνος καί Τιμηγενίδας προδίδωμι φέρομαι ὁ πρῶτος ἐν Θῆβαι | 0 |
| 7.10.2 | 4 | Πελοποννησίων δὲ καὶ Ἀθηναίων πολεμησάντων Ξενίας Ἠλεῖος ἐπεχείρησεν Ἦλιν Λακεδαιμονίοις καὶ Ἄγιδι προδοῦναι, οἵ τε Λυσάνδρου καλούμενοι ξένοι χρόνον | Later, while the Athenians and Peloponnesians were at war, Xenias, an Eleian, tried to betray Elis to Agis and the Spartans, as did those known as Lysander's guests at one time. | Πελοποννήσιος δέ καί Ἀθηναῖος πολεμέω ξενία ἠλεῖος ἐπιχειρέω Ἦλις Λακεδαιμόνιος καί ἄγις προδίδωμι ὁ τε Λύσανδρος καλέω ξένος χρόνος | 0 |
| 7.10.3 | 1 | οὐδένα ἀνίεσαν πατρίδας ἐγχειρίζοντες Λυσάνδρῳ τὰς ἑαυτῶν. | They yielded nothing when entrusting their homeland to Lysander. | οὐδείς ἀνίημι πατρίς ἐγχειρίζω Λύσανδρος ὁ ἑαυτοῦ | 0 |
| 7.10.3 | 2 | κατὰ δὲ τὴν Φιλίππου βασιλείαν τοῦ Ἀμύντου Λακεδαίμονα πόλεων μόνην οὐ προδοθεῖσαν τῶν ἐν Ἕλλησιν εὕροι τις ἄν· αἱ δὲ ἄλλαι πόλεις αἱ ἐν τῇ Ἑλλάδι ὑπὸ προδοσίας μᾶλλον ἢ ὑπὸ νόσου πρότερον τῆς λοιμώδους ἐφθάρησαν. | During the reign of Philip, son of Amyntas, Sparta alone among Greek cities could be found never betrayed; whereas the other cities in Greece had been destroyed previously through treachery rather than through the ravages of any contagious disease. | κατά δέ ὁ Φίλιππος βασιλεία ὁ Ἀμύντας Λακεδαίμων πόλις μόνος οὐ προδίδωμι ὁ ἐν Ἕλλην εὑρίσκω τις ἄν ὁ δέ ἄλλος πόλις ὁ ἐν ὁ Ἑλλάς ὑπό προδοσία μᾶλλον ἤ ὑπό νόσος πρότερον ὁ λοιμώδης φθείρω | 0 |
| 7.10.3 | 3 | Ἀλεξάνδρῳ δὲ τῷ Φιλίππου παρέσχεν ἡ εὐτυχία μικρὰ ἀνδρῶν προδοτῶν καὶ οὐκ ἄξια λόγου προσδεηθῆναι. | But Alexander, son of Philip, enjoyed such good fortune that he required only minor assistance from traitors, hardly worth mentioning. | Ἀλέξανδρος δέ ὁ Φίλιππος παρέχω ὁ εὐτυχία μικρός ἀνήρ προδότης καί οὐ ἄξιος λόγος προσδέομαι | 0 |
| 7.10.4 | 1 | ἐπεὶ δὲ τὸ ἐν Λαμίᾳ πταῖσμα ἐγένετο Ἕλλησιν, Ἀντίπατρος μέν, ἅτε διαβῆναι ποιούμενος σπουδὴν πρὸς τὸν ἐν τῇ Ἀσίᾳ πόλεμον, ἐβούλετο εἰρήνην ἐν τάχει συντίθεσθαι, καί οἱ διέφερεν οὐδὲν εἰ Ἀθήνας τε ἐλευθέραν καὶ τὴν πᾶσαν Ἑλλάδα ἀφήσει· | When the Greeks experienced their defeat at Lamia, Antipater, desiring to cross over swiftly to the war in Asia, was eager to conclude peace quickly, and it mattered nothing to him whether he left Athens and indeed all Greece free. | ἐπεί δέ ὁ ἐν Λαμία πταῖσμα γίγνομαι Ἕλλην Ἀντίπατρος μέν ἅτε διαβαίνω ποιέω σπουδή πρός ὁ ἐν ὁ Ἀσία πόλεμος βούλομαι εἰρήνη ἐν ταχύς συντίθημι καί ὁ διαφέρω οὐδέν εἰ Ἀθήνη τε ἐλεύθερος καί ὁ πᾶς Ἑλλάς ἀφίημι | 0 |
| 7.10.4 | 2 | Δημάδης δὲ καὶ ὅσον προδοτῶν Ἀθήνῃσιν ἄλλο ἦν, ἀναπείθουσιν Ἀντίπατρον μηδὲν ἐς Ἕλληνας φρονῆσαι φιλάνθρωπον, ἐκφοβήσαντες δὲ Ἀθηναίων τὸν δῆμον ἔς τε Ἀθήνας καὶ πόλεων τῶν ἄλλων τὰς πολλὰς ἐγένοντο αἴτιοι Μακεδόνων ἐσαχθῆναι φρουράς. | However, Demades and other traitors among the Athenians persuaded Antipater not to show any benevolence towards the Greeks. | Δημάδης δέ καί ὅσος προδότης Ἀθήνησι ἄλλος εἰμί ἀναπείθω Ἀντίπατρος μηδείς εἰς Ἕλλην φρονέω φιλάνθρωπος ἐκφοβέω δέ Ἀθηναῖος ὁ δῆμος εἰς τε Ἀθήνη καί πόλις ὁ ἄλλος ὁ πολύς γίγνομαι αἴτιος Μακεδών εἰσάγω φρουρά | 0 |
| 7.10.5 | 1 | βεβαιοῖ δέ μοι καὶ τόδε τὸν λόγον· | This fact also supports my assertion. | βεβαιόω δέ ἐγώ καί ὅδε ὁ λόγος | 0 |
| 7.10.5 | 2 | Ἀθηναῖοι γὰρ μετὰ τὸ ἀτύχημα τὸ ἐν Βοιωτοῖς οὐκ ἐγένοντο Φιλίππου κατήκοοι, ἁλόντων μέν σφισι δισχιλίων, ὡς ἐκρατήθησαν, παρὰ τὸ ἔργον, χιλίων δὲ φονευθέντων· | For after the disaster that occurred in Boeotia, the Athenians did not submit themselves to Philip, although two thousand of their men were captured alive as they were defeated in battle, and one thousand slain. | Ἀθηναῖος γάρ μετά ὁ ἀτύχημα ὁ ἐν Βοιωτός οὐ γίγνομαι Φίλιππος κατήκοος ἁλίσκομαι μέν σφεῖς δισχίλιοι ὡς κρατέω παρά ὁ ἔργον χίλιος δέ φονεύω | 0 |
| 7.10.5 | 3 | ἐν Λαμίᾳ δὲ περὶ διακοσίους πεσόντων καὶ οὐ πλέον τι, Μακεδόσιν ἐδουλώθησαν. | Yet later, though losing merely about two hundred men at Lamia, and no more, they became enslaved to Macedon. | ἐν Λαμία δέ περί διακόσιοι πίπτω καί οὐ πλέον τις Μακεδών δουλόω | 0 |
| 7.10.5 | 4 | οὕτω μὲν οὔποτε τὴν Ἑλλάδα ἐπέλειπον οἱ ἐπὶ προδοσίᾳ νοσήσαντες· | Thus, those who succumbed to treachery never failed to harm Greece. | οὕτως μέν οὔποτε ὁ Ἑλλάς ἐπιλείπω ὁ ἐπί προδοσία νοσέω | 0 |
| 7.10.5 | 5 | Ἀχαιοὺς δὲ ἀνὴρ Ἀχαιὸς Καλλικράτης τηνικαῦτα ἐς ἅπαν ἐποίει Ῥωμαίοις ὑποχειρίους. | Likewise, among the Achaeans, an Achaean named Callicrates made them entirely subject to Rome at that time. | Ἀχαιός δέ ἀνήρ Ἀχαιός Καλλικράτης τηνικαῦτα εἰς ἅπας ποιέω Ῥωμαῖος ὑποχείριος | 0 |
| 7.10.5 | 6 | ἀρχὴ δέ σφισιν ἐγίνετο κακῶν Περσεὺς καὶ ἡ Μακεδόνων ἀρχὴ καταλυθεῖσα ὑπὸ Ῥωμαίων. | But their calamities began through Perseus and the downfall of the Macedonian kingdom at Roman hands. | ἀρχή δέ σφεῖς γίγνομαι κακός Περσεύς καί ὁ Μακεδών ἀρχή καταλύω ὑπό Ῥωμαῖος | 0 |
| 7.10.6 | 1 | Περσεῖ τῷ Φιλίππου πρὸς Ῥωμαίους ἄγοντι εἰρήνην κατὰ συνθήκας, ἃς ὁ πατήρ οἱ Φίλιππος ἐποιήσατο, ἐπῆλθεν ὑπερβῆναι τοὺς ὅρκους καὶ ἐπί τε Σαπαίους καὶ Σαπαίων τὸν βασιλέα Ἀβρούπολιν στράτευμα ἀγαγὼν ἐποίησεν ἀναστάτους Ῥωμαίων συμμάχους ὄντας· | Perseus, the son of Philip, having peace with the Romans according to the treaty that his father Philip had made, was led to violate his oaths; he marched an army against the Sapaeans and their king Abrupolis, and laid waste their territory, though they were allies of the Romans. | Περσεύς ὁ Φίλιππος πρός Ῥωμαῖος ἄγω εἰρήνη κατά συνθήκη ὅς ὁ πατήρ ὁ Φίλιππος ποιέω ἐπέρχομαι ὑπερβαίνω ὁ ὅρκος καί ἐπί τε Σάπαιοι καί Σάπαιος ὁ βασιλεύς Ἀβρούπολις στράτευμα ἄγω ποιέω ἀνάστατος Ῥωμαῖος σύμμαχος εἰμί | 0 |
| 7.10.6 | 2 | Σαπαίων δὲ τούτων καὶ Ἀρχίλοχος ἐν ἰάμβῳ μνήμην ἔσχε. | Of these Sapaeans even Archilochus made mention in one of his iambic poems. | Σάπαιος δέ οὗτος καί Ἀρχίλοχος ἐν ἴαμβος μνήμη ἔχω | 0 |
| 7.10.7 | 1 | Μακεδόνων δὲ καὶ Περσέως κεχειρωμένων πολέμῳ διὰ τὸ ἐς Σαπαίους ἀδίκημα, ἄνδρες τῆς Ῥωμαίων βουλῆς δέκα ἐπέμφθησαν καταστησόμενοι πρὸς τὸ ἐπιτηδειότατον Ῥωμαίοις τὰ ἐν Μακεδονίᾳ. | When the Macedonians and Perseus had been subdued in war because of the wrongdoing committed against the Sapaeans, ten men from the Roman senate were sent to establish affairs in Macedonia in the manner most beneficial to Rome. | Μακεδών δέ καί Περσεύς χειρόω πόλεμος διά ὁ εἰς Σάπαιοι ἀδίκημα ἀνήρ ὁ Ῥωμαῖος βουλή δέκα πέμπω καθίστημι πρός ὁ ἐπιτήδειος Ῥωμαῖος ὁ ἐν Μακεδονία | 0 |
| 7.10.7 | 2 | ἥκοντας δὲ ἐς τὴν Ἑλλάδα ὑπήρχετο ὁ Καλλικράτης οὔτε ἔργον τῶν ἐς τὴν κολακείαν οὔτε λόγον οὐδένα ἐς αὐτοὺς παριείς· | Upon their arrival in Greece, Callicrates immediately began flattering them without omitting any action or word that might serve his purpose. | ἥκω δέ εἰς ὁ Ἑλλάς ὑπέρχομαι ὁ Καλλικράτης οὔτε ἔργον ὁ εἰς ὁ κολακεία οὔτε λόγος οὐδείς εἰς αὐτός παρίημι | 0 |
| 7.10.7 | 3 | ἕνα δέ τινα ἐξ αὐτῶν ἄνδρα οὐδαμῶς ἐς δικαιοσύνην πρόθυμον, τοῦτον τὸν ἄνδρα προσεποιήσατο ὁ Καλλικράτης ἐς τοσοῦτον ὥστε αὐτὸν καὶ ἐς τὸ συνέδριον ἐσελθεῖν τὸ Ἀχαιῶν ἔπεισεν. | One of these men, notably reluctant to act justly, was won over by Callicrates to such a degree that he even persuaded him to enter the assembly of the Achaeans. | εἷς δέ τις ἐκ αὐτός ἀνήρ οὐδαμῶς εἰς δικαιοσύνη πρόθυμος οὗτος ὁ ἀνήρ προσεποιέομαι ὁ Καλλικράτης εἰς τοσοῦτος ὥστε αὐτός καί εἰς ὁ συνέδριον εἰσέρχομαι ὁ Ἀχαιός πείθω | 0 |
| 7.10.8 | 1 | ὁ δὲ ὡς ἐς τὸν σύλλογον ἐσῆλθεν, ἔλεγεν ὡς πολεμοῦντι πρὸς Ῥωμαίους Περσεῖ χρήματα οἱ δυνατώτατοι τῶν Ἀχαιῶν παράσχοιεν, συνάραιντο δὲ καὶ ἐς τὰ ἄλλα· | When he entered the assembly, he declared that the most influential among the Achaeans had provided funds to Perseus in his war against Rome, and had assisted him in other matters as well. | ὁ δέ ὡς εἰς ὁ σύλλογος εἰσέρχομαι λέγω ὡς πολεμέω πρός Ῥωμαῖος Περσεύς χρῆμα ὁ δυνατός ὁ Ἀχαιός παρασχοίην συναίρομαι δέ καί εἰς ὁ ἄλλος | 0 |
| 7.10.8 | 2 | ἐκέλευσεν οὖν καταγνῶναι τοὺς Ἀχαιοὺς θάνατον· | He therefore urged the Achaeans to condemn these men to death; and if they agreed to condemn them, then he promised that he himself would disclose their names. | κελεύω οὖν καταγιγνώσκω ὁ Ἀχαιός θάνατος | 0 |
| 7.10.8 | 3 | εἰ δὲ ἐκεῖνοι καταγνοῖεν, τότε καὶ αὐτὸς τὰ ὀνόματα ἐρεῖν ἔφασκε τῶν ἀνδρῶν. | Those gathered in the assembly considered what he said wholly unjust and demanded instead that, if indeed certain Achaeans had collaborated with Perseus, he name each of them individually before they passed judgment; it was, they argued, improper to condemn them beforehand. | εἰ δέ ἐκεῖνος καταγιγνώσκω τότε καί αὐτός ὁ ὄνομα ἐρέω φημί ὁ ἀνήρ | 0 |
| 7.10.9 | 1 | ἔνθα δὴ ὡς ἠλέγχετο ὁ Ῥωμαῖος, ἀπετόλμησεν εἰπεῖν ὡς οἱ ἐστρατηγηκότες Ἀχαιῶν ἐνέχονται πάντες τῇ αἰτίᾳ· | When the Roman was thus refuted, he dared further to say that all those who had formerly held command among the Achaeans were implicated in the charge. | ἔνθα δή ὡς ἐλέγχω ὁ Ῥωμαῖος ἀποτολμάω λέγω ὡς ὁ στρατηγέω Ἀχαιός ἔχομαι πᾶς ὁ αἰτία | 0 |
| 7.10.9 | 2 | πάντας γὰρ φρονῆσαι τὰ Μακεδόνων τε καὶ Περσέως. | For they had all been sympathetic towards Macedonia and Perseus. | πᾶς γάρ φρονέω ὁ Μακεδών τε καί Περσεύς | 0 |
| 7.10.9 | 3 | ὁ μὲν δὴ ταῦτα ἔλεγεν ὑπὸ διδασκαλίᾳ Καλλικράτους· | In saying this he acted under the instructions of Callicrates. | ὁ μέν δή οὗτος λέγω ὑπό διδασκαλία Καλλικράτης | 0 |
| 7.10.9 | 4 | ἀναστὰς δὲ μετʼ αὐτὸν Ξένων--- ἦν δὲ ὁ Ξένων οὗτος οὐκ ἐλαχίστου λόγου παρὰ Ἀχαιοῖς--- "οὕτωσ" ἔφη "κατὰ τὴν αἰτίαν ἔχει ταύτην· | After him Xenon arose—who was considered among the Achaeans to be a man of considerable reputation—and said: "The accusation stands thus: | ἀνίστημι δέ μετά αὐτός ξένος εἰμί δέ ὁ ξένος οὗτος οὐ ἐλάχιστος λόγος παρά Ἀχαιός οὕτως φημί κατά ὁ αἰτία ἔχω οὗτος | 0 |
| 7.10.9 | 5 | ἐστρατήγησα μὲν Ἀχαιῶν καὶ ἐγώ, ἀδικίας δὲ οὐδὲν ἐς Ῥωμαίους οὔτε εὐνοίας μοι μέτεστιν ἐς Περσέα· | I myself also commanded the Achaeans, yet neither have I wronged the Romans in any way nor do I bear any goodwill toward Perseus. | στρατηγέω μέν Ἀχαιός καί ἐγώ ἀδικία δέ οὐδέν εἰς Ῥωμαῖος οὔτε εὔνοια ἐγώ μέτεστι εἰς Περσεύς | 0 |
| 7.10.9 | 6 | καὶ τοῦδε ἕνεκα ἐθέλω μὲν ἐν συνεδρίῳ τῷ Ἀχαιῶν, ἐθέλω δὲ καὶ ἐν αὐτοῖς Ῥωμαίοις ὑπέχειν κρίσιν." | For this reason, I am prepared to face trial on this matter either before the council of the Achaeans or even before the Romans themselves." | καί ὅδε ἕνεκα ἐθέλω μέν ἐν συνέδριον ὁ Ἀχαιός ἐθέλω δέ καί ἐν αὐτός Ῥωμαῖος ὑπέχω κρίσις | 0 |
| 7.10.9 | 7 | ὁ μὲν δὴ ὑπὸ συνειδότος ἐπαρρησιάζετο ἀγαθοῦ· | He spoke thus boldly due to his good conscience. | ὁ μέν δή ὑπό σύνοιδα ἐπαρρησιάζομαι ἀγαθός | 0 |
| 7.10.10 | 1 | ὁ δὲ ἐπελάβετο αὐτίκα ὁ Ῥωμαῖος τῆς προφάσεως, καὶ ὁπόσοις Καλλικράτης ἐπῆγεν αἰτίαν Περσεῖ σφᾶς φρονῆσαι τὰ αὐτά, ἀνέπεμπεν ἐν δικαστηρίῳ κρίσιν τῷ Ῥωμαίων ὑφέξοντας. | Immediately the Roman seized upon this pretext, and as many as Callicrates accused of sharing the same sympathies as Perseus, these he sent off to Rome to stand trial before the Roman tribunal. | ὁ δέ ἐπιλαμβάνομαι αὐτίκα ὁ Ῥωμαῖος ὁ πρόφασις καί ὁπόσος Καλλικράτης ἄγω αἰτία Περσεύς σφεῖς φρονέω ὁ αὐτός ἀναπέμπω ἐν δικαστήριον κρίσις ὁ Ῥωμαῖος ὑφέξω | 0 |
| 7.10.10 | 2 | ὃ μή πω κατειλήφει πρότερον Ἕλληνας· | Such treatment had never before befallen Greeks; | ὅς μή πω καταλαμβάνω πρότερον Ἕλλην | 0 |
| 7.10.10 | 3 | οὐδὲ γὰρ παρὰ Μακεδόνων οἱ ἰσχύσαντες μέγιστον, Φίλιππος Ἀμύντου καὶ Ἀλέξανδρος, τοὺς ἀνθεστηκότας σφίσιν Ἑλλήνων ἐς Μακεδονίαν ἐβιάσαντο ἀποσταλῆναι, | for not even the most powerful of Macedonians, Philip son of Amyntas and Alexander, forced the Greeks who stood opposed to them to be sent off to Macedonia. | οὐδέ γάρ παρά Μακεδών ὁ ἰσχύω μέγας Φίλιππος Ἀμύντας καί Ἀλέξανδρος ὁ ἀνθεστηκώς σφεῖς Ἕλλην εἰς Μακεδονία βιάζω ἀποστέλλω | 0 |
| 7.10.10 | 4 | διδόναι δὲ αὐτοὺς ἐν Ἀμφικτύοσιν εἴων λόγον. | Rather, they permitted them to give an account before the Amphictyonic council. | δίδωμι δέ αὐτός ἐν ἀμφικτύος εἶμι λόγος | 0 |
| 7.10.11 | 1 | τότε δὲ ἐκ τοῦ Ἀχαιῶν ἔθνους ὅντινα καὶ ἀναίτιον Καλλικράτης ἐθελήσειεν αἰτιάσασθαι, ἀνάγεσθαι πάντα τινὰ ἐκεκύρωτο ἐς Ῥώμην· καὶ ἐγένοντο ὑπὲρ χιλίους οἱ ἀναχθέντες. | At that time, it had been decreed that, from the Achaean nation, anyone whom Callicrates wished to charge—even if wholly innocent—would have to be taken off to Rome; and those who were carried away numbered over one thousand. | τότε δέ ἐκ ὁ Ἀχαιός ἔθνος ὅστις καί ἀναίτιος Καλλικράτης ἐθέλω αἰτιάομαι ἀνάγω πᾶς τις κυρόω εἰς Ῥώμη καί γίγνομαι ὑπέρ χίλιοι ὁ ἀνάγω | 0 |
| 7.10.11 | 2 | τούτους ὑπὸ Ἀχαιῶν οἱ Ῥωμαῖοι προκατεγνῶσθαι νομίζοντες ἔς τε Τυρσηνίαν καὶ ἐς τὰς ἐκεῖ διέπεμψαν πόλεις, καὶ Ἀχαιῶν ἄλλοτε ἄλλας ὑπὲρ τῶν ἀνδρῶν πρεσβείας τε καὶ ἱκεσίας ἐπιπεμπόντων λόγον ἐποιοῦντο οὐδένα. | The Romans, believing that these individuals had already been condemned beforehand by the Achaeans, dispersed them throughout Etruria and its various cities. | οὗτος ὑπό Ἀχαιός ὁ Ῥωμαῖος προκαταγινώσκω νομίζω εἰς τε Τυρσηνία καί εἰς ὁ ἐκεῖ διαπέμπω πόλις καί Ἀχαιός ἄλλοτε ἄλλος ὑπέρ ὁ ἀνήρ πρεσβεία τε καί ἱκεσία ἐπιπέμπω λόγος ποιέω οὐδείς | 0 |
| 7.10.12 | 1 | ἑπτακαιδεκάτῳ δὲ ὕστερον ἔτει τριακοσίους ἢ καὶ ἐλάσσονας, οἳ μόνοι περὶ Ἰταλίαν Ἀχαιῶν ἔτι ἐλείποντο, ἀφιᾶσιν, ἀποχρώντως κολασθῆναι σφᾶς ἡγούμενοι. | Seventeen years later, the Romans released the three hundred—or even fewer—who alone of the Achaeans were still held in Italy, thinking they had been sufficiently punished. | ἑπτακαιδέκατος δέ ὕστερον ἔτος τριακόσιοι ἤ καί ἐλάσσων ὅς μόνος περί Ἰταλία Ἀχαιός ἔτι λείπω ἀφίημι ἀποχρώντως κολάζω σφεῖς ἡγέομαι | 0 |
| 7.10.12 | 2 | ὅσοι δὲ ἀποδράντες ᾤχοντο ἢ εὐθὺς ἡνίκα ἀνήγοντο ἐς Ῥώμην ἢ ὕστερον ἐκ τῶν πόλεων ἐς ἃς ὑπὸ Ῥωμαίων ἐπέμφθησαν, πρόφασις οὐδεμία ἦν τούτους ἁλόντας μὴ ὑποσχεῖν δίκην. | As for those who had escaped, either immediately upon their transportation to Rome or later from the cities to which they had been sent by the Romans, there was no excuse at all for these captives, had they been recaptured, not to suffer punishment. | ὅσος δέ ἀποδράω οἴχομαι ἤ εὐθύς ἡνίκα ἀνάγομαι εἰς Ῥώμη ἤ ὕστερον ἐκ ὁ πόλις εἰς ὅς ὑπό Ῥωμαῖος πέμπω πρόφασις οὐδείς εἰμί οὗτος ἁλίσκομαι μή ὑποσχέω δίκη | 0 |