Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 7.12.1 | 1 | Ὠρώπιοι δὲ καὶ ὠφελείας σφίσιν οὐ γενομένης τῆς παρὰ Ἀχαιῶν, ὅμως ὑπὸ Μεναλκίδα τὰ χρήματα ἐξεπράχθησαν· | Although the Oropians had gained no advantage at all from the Achaeans, Menalcidas nonetheless exacted money from them. | Ὠρώπιος δέ καί ὠφέλεια σφεῖς οὐ γίγνομαι ὁ παρά Ἀχαιός ὅμως ὑπό Μεναλκίδας ὁ χρῆμα ἐκπράσσω | 0 |
| 7.12.1 | 2 | ὁ δὲ ὡς τὸ δωροδόκημα εἶχεν ἐν χειρί, ἐποιεῖτο συμφορὰν εἰ καὶ Καλλικράτει μεταδώσει τῶν λημμάτων. | Once he had the bribe in his possession, he considered it a disaster even to share the profits with Callicrates. | ὁ δέ ὡς ὁ δωροδόκημα ἔχω ἐν χείρ ποιέω συμφορά εἰ καί Καλλικράτης μεταδίδωμι ὁ λήμμα | 0 |
| 7.12.1 | 3 | τὰ μὲν δὴ πρῶτα ἀναβολαῖς καὶ ἀπάταις ἐχρῆτο ἐς τὴν δόσιν, μετὰ δὲ οὐ πολὺ ἐτόλμησεν ἀποστερεῖν ἐκ τοῦ εὐθέος. | At first, indeed, he resorted to delays and tricks regarding the payment, but not long after he openly dared to deprive him of it entirely. | ὁ μέν δή πρῶτος ἀναβολή καί ἀπάτη χράομαι εἰς ὁ δόσις μετά δέ οὐ πολύς τολμάω ἀποστερέω ἐκ ὁ εὐθέως | 0 |
| 7.12.2 | 1 | βεβαιοῖ δὴ τὸ λεγόμενον ὡς ἄρʼ ἦν καὶ πῦρ ἐς πλέον ἄλλου πυρὸς καῖον καὶ λύκος ἀγριώτερος λύκων ἄλλων καὶ ὠκύτερος ἱέραξ ἱέρακος πέτεσθαι, εἴγε καὶ Καλλικράτην ἀνοσιώτατον τῶν τότε Μεναλκίδας μὲν ὑπερῆρεν ἀπιστίᾳ, | Indeed it confirms the saying that there is a fire burning more fiercely than other flames, and a wolf wilder than other wolves, and a hawk swifter in flight than other hawks—if in fact Callicrates, the most impious of all men at that time, surpassed even Menalcidas in treachery. | βεβαιόω δή ὁ λέγω ὡς ἄρα εἰμί καί πῦρ εἰς πλέον ἄλλος πῦρ καίω καί λύκος ἀγριώτερος λύκος ἄλλος καί ὠκύς ἱέραξ ἱέραξ πέτομαι εἴγε καί Καλλικράτης ἀνοσιώτατος ὁ τότε Μεναλκίδας μέν ὑπεραίρω ἀπιστία | 0 |
| 7.12.2 | 2 | Καλλικράτην, ὃς ἐλάσσων παντοίου λήμματος καὶ ἐπὶ οὐδενὶ οἰκείῳ κέρδει πόλει τῇ Ἀθηναίων ἀπηχθημένος παυσάμενον μὲν τῆς ἀρχῆς Μεναλκίδαν ἐδίωκεν ἐν τοῖς Ἀχαιοῖς θανάτου δίκην· | Callicrates, who, inferior in every form of gain and not acting for any private profit, yet hated by the Athenian city, pursued Menalcidas, after his retirement from office, before the Achaeans, pressing for his death sentence. | Καλλικράτης ὅς ἐλάσσων πᾶς λήμμα καί ἐπί οὐδείς οἰκεῖος κέρδος πόλις ὁ Ἀθηναῖος ἀπηγμένος παύω μέν ὁ ἀρχή Μεναλκίδας διώκω ἐν ὁ Ἀχαιός θάνατος δίκη | 0 |
| 7.12.2 | 3 | πρεσβεῦσαί τε γὰρ Ἀχαιῶν ἐναντία ἔφασκεν αὐτὸν ἐς Ῥώμην καὶ ἐς τὰ μάλιστα γενέσθαι πρόθυμον ἐξελέσθαι τὴν Σπάρτην συνεδρίου τοῦ Ἀχαιῶν. | He asserted that Menalcidas had conducted an embassy contrary to the interests of the Achaeans at Rome, and had especially exerted himself zealously to detach Sparta from the confederacy of the Achaeans. | πρεσβεύω τε γάρ Ἀχαιός ἐναντίος φάσκω αὐτός εἰς Ῥώμη καί εἰς ὁ μάλιστα γίγνομαι πρόθυμος ἐξαιρέω ὁ Σπάρτη συνέδριον ὁ Ἀχαιός | 0 |
| 7.12.3 | 1 | ἐνταῦθα ὡς ἀφικνεῖτο ἐς πᾶν ὁ Μεναλκίδας κινδύνου, μεταδίδωσι τάλαντα τρία τῶν ἐξ Ὠρωποῦ Μεγαλοπολίτῃ Διαίῳ. | When Menalcidas found himself thus brought into complete peril, he handed over three talents from the funds he had taken from Oropus to Diaeus of Megalopolis. | ἐνταῦθα ὡς ἥκω εἰς πᾶς ὁ Μεναλκίδας κίνδυνος μεταδίδωμι τάλαντον τρεῖς ὁ ἐκ Ὠρωπού μεγαλοπολίτις δίαιος | 0 |
| 7.12.3 | 2 | ἐγεγόνει δὲ αὐτῷ καὶ ἀρχῆς διάδοχος τῆς Ἀχαιῶν ὁ Δίαιος· τότε δὲ ὑπὲρ τοῦ λήμματος προθυμούμενος ἔμελλε Μεναλκίδᾳ καὶ ἀκόντων Ἀχαιῶν σωτηρίαν παρέξειν. | Now Diaeus had become his successor to leadership among the Achaeans, and being then eager for monetary gain, he intended to secure Menalcidas' safety even against the will of the Achaeans. | γίγνομαι δέ αὐτός καί ἀρχή διάδοχος ὁ Ἀχαιός ὁ Δίαιος τότε δέ ὑπέρ ὁ λήμμα προθυμέομαι μέλλω Μεναλκίδας καί ἀκών Ἀχαιός σωτηρία παρέξειμι | 0 |
| 7.12.3 | 3 | Ἀχαιοὶ δὲ ἐπὶ μὲν τῇ ἀφέσει τοῦ Μεναλκίδα ἰδίᾳ τε ἕκαστος καὶ ἐν κοινῷ Δίαιον ἐποιοῦντο ἐν αἰτίᾳ· Δίαιος δὲ σφᾶς ἀπὸ τῶν ἐς αὐτὸν ἐγκλημάτων μετῆγεν ἐς πραγμάτων ἐλπίδα μειζόνων, προφάσει χρώμενος τοιᾷδε ἐς τὴν ἀπάτην. | Accordingly, the Achaeans, individually as well as collectively, blamed Diaeus for permitting Menalcidas' acquittal; but Diaeus diverted their accusations against himself by enticing them towards the hope of greater matters, employing for their deceit a pretext such as follows. | Ἀχαιός δέ ἐπί μέν ὁ ἄφεσις ὁ Μεναλκίδας ἰδίᾳ τε ἕκαστος καί ἐν κοινός δίαιος ποιέω ἐν αἰτία Δίαιος δέ σφεῖς ἀπό ὁ εἰς αὐτός ἔγκλημα μετάγω εἰς πρᾶγμα ἐλπίς μείζων πρόφασις χράομαι τοιόσδε εἰς ὁ ἀπάτη | 0 |
| 7.12.4 | 1 | Λακεδαιμόνιοι περὶ ἀμφισβητησίμου χώρας καταφεύγουσιν ἐπὶ τὴν Ῥωμαίων βουλήν· | The Lacedaemonians appealed to the Roman Senate regarding a disputed territory. | Λακεδαιμόνιος περί ἀμφισβητήσιμος χώρα καταφεύγω ἐπί ὁ Ῥωμαῖος βουλή | 0 |
| 7.12.4 | 2 | καταφεύγουσι δὲ αὐτοῖς προεῖπεν ἡ βουλὴ δικάζεσθαι τὰ ἄλλα πλὴν ψυχῆς ἐν συνεδρίῳ τῷ Ἀχαιῶν. | But the Roman Senate had already previously instructed them to have their disputes judged by the Achaean assembly, in all issues except those involving capital punishment. | καταφεύγω δέ αὐτός προεῖπον ὁ βουλή δικάζομαι ὁ ἄλλος πλήν ψυχή ἐν συνέδριον ὁ Ἀχαιός | 0 |
| 7.12.4 | 3 | ἡ μὲν δὴ ταῦτα ἀπεκρίνατο· Δίαιος δὲ οὐ τὸν ὄντα ἔλεγεν Ἀχαιοῖς λόγον, ψυχαγωγῶν δὲ αὐτοὺς ἔφασκε παρὰ τῆς Ῥωμαίων σφίσιν ἐφεῖσθαι βουλῆς καὶ θάνατον ἀνδρὸς καταγνῶναι τῶν ἐκ Σπάρτης. | Such was the Senate's response; Diaeus, however, did not truthfully report this to the Achaeans, but deceiving them, he claimed that the Roman Senate had granted them authority even to pronounce a sentence of death against a man from Sparta. | ὁ μέν δή οὗτος ἀποκρίνομαι Δίαιος δέ οὐ ὁ εἰμί λέγω Ἀχαιός λόγος ψυχαγωγέω δέ αὐτός φημί παρά ὁ Ῥωμαῖος σφεῖς ἐφίημι βουλή καί θάνατος ἀνήρ καταγιγνώσκω ὁ ἐκ Σπάρτη | 0 |
| 7.12.5 | 1 | οἱ μὲν δὴ δικάζειν Λακεδαιμονίοις ἠξίουν καὶ ὑπὲρ τῆς ἑκάστου ψυχῆς, Λακεδαιμόνιοι δὲ οὔτε ἀληθῆ συνεχώρουν Δίαιον λέγειν καὶ ἀνάγειν ἤθελον ἐπὶ τὴν Ῥωμαίων βουλήν. | The Achaeans demanded that judgment against the Spartans be carried out even upon each individual's person, but the Lacedaemonians neither admitted that Diaeus spoke the truth nor wished to bring the matter before the Roman Senate. | ὁ μέν δή δικάζω Λακεδαιμόνιος ἀξιόω καί ὑπέρ ὁ ἕκαστος ψυχή Λακεδαιμόνιος δέ οὔτε ἀληθής συγχωρέω δίαιος λέγω καί ἀνάγω ἐθέλω ἐπί ὁ Ῥωμαῖος βουλή | 0 |
| 7.12.5 | 2 | Ἀχαιοὶ δὲ ἀντελαμβάνοντο αὖθις ἄλλου λόγου, πόλεις ὅσαι τελοῦσιν ἐς Ἀχαιοὺς μηδεμίαν ἐφʼ ἑαυτῆς καθεστηκέναι κυρίαν ἄνευ τοῦ κοινοῦ τοῦ Ἀχαιῶν παρὰ Ῥωμαίους ἰδίᾳ πρεσβείαν ἀποστέλλειν. | The Achaeans then took up another argument, that cities subject to the Achaean League possessed no independent right to send embassies privately to Rome without the League's common consent. | Ἀχαιός δέ ἀντιλαμβάνομαι αὖθις ἄλλος λόγος πόλις ὅσος τελέω εἰς Ἀχαιός μηδείς ἐπί ἑαυτοῦ καθίστημι κυρία ἄνευ ὁ κοινός ὁ Ἀχαιός παρά Ῥωμαῖος ἰδίᾳ πρεσβεία ἀποστέλλω | 0 |
| 7.12.6 | 1 | πόλεμός τε δὴ ἀπὸ τῶν ἀμφισβητημάτων τούτων Ἀχαιοῖς καὶ Λακεδαιμονίοις ἤρχετο καὶ Λακεδαιμόνιοι συνιέντες οὐκ ἀξιόμαχοι πρὸς Ἀχαιοὺς εἶναι πρεσβείαις ἐχρῶντο πρὸς τὰς πόλεις αὐτῶν καὶ ἰδίᾳ πρὸς τὸν Δίαιον λόγοις. | Thus from these disputes war began between the Achaeans and the Lacedaemonians. | πόλεμος τε δή ἀπό ὁ ἀμφισβήτημα οὗτος Ἀχαιός καί Λακεδαιμόνιος ἔρχομαι καί Λακεδαιμόνιος συνίημι οὐ ἀξιόμαχος πρός Ἀχαιός εἰμί πρεσβεία χράομαι πρός ὁ πόλις αὐτός καί ἰδίᾳ πρός ὁ δίαιος λόγος | 0 |
| 7.12.6 | 2 | αἱ μὲν δὴ κατὰ τὰ αὐτὰ αἱ πόλεις ἐποιοῦντο τὰς ἀποκρίσεις, οὔ σφισιν ἔξοδον ἐπαγγέλλοντος στρατηγοῦ παρακούειν εἶναι νόμον· Δίαιος γὰρ ἦρχε τῶν Ἀχαιῶν καὶ ἔφασκεν οὐ τῇ Σπάρτῃ, τοῖς δὲ ταράσσουσιν αὐτὴν πολεμήσων ἀφίξεσθαι. | Realizing they were not equal to the Achaeans in strength, the Lacedaemonians sent embassies both to their cities and privately to Diaeus himself. | ὁ μέν δή κατά ὁ αὐτός ὁ πόλις ποιέω ὁ ἀπόκρισις οὐ σφεῖς ἔξοδος ἐπαγγέλλω στρατηγός παρακούω εἰμί νόμος Δίαιος γάρ ἄρχω ὁ Ἀχαιός καί φάσκω οὐ ὁ Σπάρτη ὁ δέ ταράσσω αὐτός πολεμέω ἀφίημι | 0 |
| 7.12.7 | 1 | ἐρομένων δὲ τῶν γερόντων ὁπόσους ἡγοῖτο ἀδικεῖν, ἐσπέμπει σφίσι τεσσάρων ὀνόματα ἀνδρῶν καὶ εἴκοσι πρωτευόντων τὰ πάντα ἐν Σπάρτῃ. | When the elders asked him how many individuals he thought guilty, he sent them the names of twenty-four men who held foremost authority in all Sparta. | ἐρέομαι δέ ὁ γέρων ὅσος ἡγέομαι ἀδικέω πέμπω σφεῖς τέσσαρες ὄνομα ἀνήρ καί εἴκοσι πρωτεύω ὁ πᾶς ἐν Σπάρτη | 0 |
| 7.12.7 | 2 | ἐνταῦθα Ἀγασισθένους ἐνίκησε γνώμη δοκίμου καὶ τὰ πρότερα ὄντος, ἀπὸ δὲ τῆς παραινέσεως ταύτης προελθόντος καὶ ἐς πλέον δόξης· | At this point, the counsel of Agasisthenes prevailed, a man already esteemed for his wisdom, but who advanced even further in reputation after this advice. | ἐνταῦθα ἀγαθός νικάω γνώμη δόκιμος καί ὁ πρότερος εἰμί ἀπό δέ ὁ παραινέσις οὗτος προέρχομαι καί εἰς πλέον δόξα | 0 |
| 7.12.7 | 3 | ὃς τοὺς ἄνδρας τούτους ἐκέλευσεν ἐκ Λακεδαίμονος ἐθελοντὰς φεύγειν μηδὲ αὐτοῦ μένοντας ἐργάσασθαι τῇ Σπάρτῃ πόλεμον, | He urged that these men depart voluntarily from Lacedaemon rather than remain and become the cause of war against Sparta. | ὅς ὁ ἀνήρ οὗτος κελεύω ἐκ Λακεδαίμων θελοντής φεύγω μηδέ αὐτός μένω ἐργάζομαι ὁ Σπάρτη πόλεμος | 0 |
| 7.12.7 | 4 | φυγόντας δὲ ἐς Ῥώμην καταχθήσεσθαι σφᾶς οὐ μετὰ πολὺ ἔφασκεν ὑπὸ Ῥωμαίων. | He also predicted that if they fled to Rome, they would soon thereafter be brought back by the Romans. | φεύγω δέ εἰς Ῥώμη καταχθίζω σφεῖς οὐ μετά πολύς φάσκω ὑπό Ῥωμαῖος | 0 |
| 7.12.8 | 1 | καὶ οἱ μὲν ἀπελθόντες ὑπήγοντο ὑπὸ Σπαρτιατῶν ἐς δικαστήριον τῷ λόγῳ καὶ ἀποθανεῖν ἦσαν κατεγνωσμένοι· | Those who had departed were led into court by the Spartans and condemned to death by law. | καί ὁ μέν ἀπέρχομαι ὑπάγω ὑπό Σπαρτιάτης εἰς δικαστήριον ὁ λόγος καί ἀποθνῄσκω εἰμί καταγιγνώσκω | 0 |
| 7.12.8 | 2 | ἀπεστάλησαν δὲ καὶ ὑπὸ Ἀχαιῶν Καλλικράτης ἐς Ῥώμην καὶ Δίαιος τοῖς φεύγουσιν ἐκ Σπάρτης ἀντιδικήσοντες ἐπὶ τῆς βουλῆς. | The Achaeans also sent Callicrates and Diaeus to Rome so that they might oppose before the Senate the Spartans who had fled. | ἀποστέλλω δέ καί ὑπό Ἀχαιός Καλλικράτης εἰς Ῥώμη καί Δίαιος ὁ φεύγω ἐκ Σπάρτη ἀντιδικάζω ἐπί ὁ βουλή | 0 |
| 7.12.8 | 3 | καὶ αὐτῶν ὁ μὲν κατὰ τὴν ὁδὸν Καλλικράτης τελευτᾷ νόσῳ, οὐδὲ οἶδα εἰ ἀφικόμενος ἐς Ῥώμην ὠφέλησεν ἄν τι Ἀχαιοὺς ἢ κακῶν σφισιν ἐγένετο μειζόνων ἀρχή· | On the journey Callicrates died of disease, nor do I know whether his arrival in Rome would have benefited the Achaeans, or would rather have been the beginning of even greater misfortunes. | καί αὐτός ὁ μέν κατά ὁ ὁδός Καλλικράτης τελευτάω νόσος οὐδέ οἶδα εἰ ἀφικνέομαι εἰς Ῥώμη ὠφελέω ἄν τις Ἀχαιός ἤ κακός σφεῖς γίγνομαι μείζων ἀρχή | 0 |
| 7.12.8 | 4 | Δίαιος δὲ ἐς ἀντιλογίαν Μεναλκίδᾳ καταστὰς ἐπὶ τῆς βουλῆς πολλὰ μὲν εἶπε, τὰ δὲ ἤκουσεν οὐ σὺν κόσμῳ. | Diaeus, however, in his debate with Menalcidas before the Senate, spoke at length, but what he heard in response was not favorable. | Δίαιος δέ εἰς ἀντιλογία Μεναλκίδας καθίστημι ἐπί ὁ βουλή πολύς μέν εἶπον ὁ δέ ἀκούω οὐ σύν κόσμος | 0 |
| 7.12.9 | 1 | καί σφισιν ἀπεκρίνατο ἡ βουλὴ ἀποστέλλειν πρέσβεις, οἳ κρινοῦσιν ὅσα Λακεδαιμονίοις καὶ Ἀχαιοῖς διάφορα ἦν ἐς ἀλλήλους. | And the Senate answered them that it would send envoys to arbitrate all the matters of dispute between the Lacedaemonians and the Achaeans. | καί σφεῖς ἀποκρίνομαι ὁ βουλή ἀποστέλλω πρέσβυς ὅς κρίνω ὅσος Λακεδαιμόνιος καί Ἀχαιός διάφορος εἰμί εἰς ἀλλήλων | 0 |
| 7.12.9 | 2 | καὶ τοῖς ἐκ Ῥώμης πρέσβεσι σχολαιτέρα πως ἐγίνετο ἡ ὁδός, ὥστε ἐξαπατᾶν ὑπῆρχεν ἐξ ἀρχῆς Διαίῳ τε Ἀχαιοὺς καὶ Μεναλκίδᾳ Λακεδαιμονίους· | But the journey of the ambassadors from Rome was somewhat delayed, so that Diaeus from the very beginning deceived the Achaeans, and Menalcidas the Lacedaemonians. | καί ὁ ἐκ ῥώμη πρέσβις σχολαῖος πῶς γίγνομαι ὁ ὁδός ὥστε ἐξαπατάω ὑπάρχω ἐκ ἀρχή δίαιος τε Ἀχαιός καί Μεναλκίδας Λακεδαιμόνιος | 0 |
| 7.12.9 | 3 | τοὺς μὲν δὴ παρῆγεν ὁ Δίαιος ὡς τὰ πάντα ἕπεσθαι Λακεδαιμόνιοί σφισιν ὑπὸ τῆς Ῥωμαίων βουλῆς εἰσιν ἐγνωσμένοι, Λακεδαιμονίους δὲ ὁ Μεναλκίδας ἠπάτα παντελῶς τοῦ συνεδρεύειν ἐς τὸ Ἀχαϊκὸν ὑπὸ Ῥωμαίων αὐτοὺς ἀπηλλάχθαι. | Diaeus led the Achaeans to believe that the Roman Senate had already decided entirely in their favor against the Lacedaemonians, while Menalcidas utterly deceived the Lacedaemonians by saying that the Romans had freed them completely from political union with the Achaeans. | ὁ μέν δή παράγω ὁ Δίαιος ὡς ὁ πᾶς ἕπομαι Λακεδαιμόνιος σφεῖς ὑπό ὁ Ῥωμαῖος βουλή εἰμί ἐγνωσμένος Λακεδαιμόνιος δέ ὁ Μεναλκίδας ἀπατάω παντελῶς ὁ συνεδρεύω εἰς ὁ ἀχαϊκός ὑπό Ῥωμαῖος αὐτός ἀπαλλάσσω | 0 |