Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 8.14

PassageSentenceGreekEnglishLemma FormsMissing
8.14.1 1 Φενεατῶν δὲ τὸ πεδίον κεῖται μὲν ὑπὸ ταῖς Καρυαῖς, The plain of Pheneus lies below Caryae. Φενεάται δέ ὁ πεδίον κεῖμαι μέν ὑπό ὁ καρυά 0
8.14.1 2 πλεονάσαντος δέ ποτε αὐτῷ τοῦ ὕδατος κατακλυσθῆναί φασι τὴν ἀρχαίαν Φενεόν, ὥστε καὶ ἐφʼ ἡμῶν σημεῖα ἐλείπετο ἐπὶ τῶν ὀρῶν ἐς ἃ ἐπαναβῆναι τὸ ὕδωρ λέγουσι. They say that when its waters once became too abundant, the ancient city of Pheneus was flooded, so that even in our own days the marks could still be seen on the mountains to which, it is said, the water reached. πλεονάζω δέ ποτε αὐτός ὁ ὕδωρ κατακλύζω φημί ὁ ἀρχαῖος Φενεός ὥστε καί ἐπί ἐγώ σημεῖον λείπω ἐπί ὁ ὄρος εἰς ὅς ἐπαναβαίνω ὁ ὕδωρ λέγω 0
8.14.1 3 Καρυῶν δὲ στάδια πέντε ἀφέστηκεν ἥ τε Ὄρυξις καλουμένη καὶ ἕτερον ὄρος Σκίαθις· About five stades from Caryae stands the mountain called Oryxis, and another mountain called Sciathis. καρυά δέ στάδιον πέντε ἀφεστήκω ὅς τε ὄρυξις καλέω καί ἕτερος ὄρος σκίαθις 0
8.14.1 4 ὑφʼ ἑκατέρῳ δέ ἐστι τῷ ὄρει βάραθρον τὸ ὕδωρ καταδεχόμενον τὸ ἐκ τοῦ πεδίου. At the foot of each mountain there is a chasm, into which the water from the plain flows down. ὑπό ἑκάτερος δέ εἰμί ὁ ὄρος βάραθρον ὁ ὕδωρ καταδέχομαι ὁ ἐκ ὁ πεδίον 0
8.14.2 1 τὰ δὲ βάραθρα οἱ Φενεᾶται ταῦτά φασιν εἶναι χειροποίητα, ποιῆσαι δὲ αὐτὰ Ἡρακλέα τηνικαῦτα ἐν Φενεῷ παρὰ Λαονόμῃ τῇ Ἀμφιτρύωνος μητρὶ οἰκοῦντα· The pits, the Pheneatians say, were made by hand; they assert that Heracles constructed them during the time when he was living in Pheneus with Laonome, the mother of Amphitryon. ὁ δέ βάραθρον ὁ Φενεάται οὗτος φημί εἰμί χειροποίητος ποιέω δέ αὐτός Ἡρακλῆς τηνικαῦτα ἐν Φενεός παρά Λαονομή ὁ Ἀμφιτρύων μήτηρ οἰκέω 0
8.14.2 2 γενέσθαι γὰρ Ἀμφιτρύωνα ἐκ Λαονόμης Ἀλκαίῳ τῆς Γούνεω, γυναικὸς Φενεάτιδος, καὶ οὐκ ἐκ τῆς Πέλοπος Λυσιδίκης. For they state that Amphitryon was born to Alcaeus, son of Guneus, by Laonome, who was a woman of Pheneus, and not by Lysidice, who was the daughter of Pelops. γίγνομαι γάρ Ἀμφιτρύων ἐκ Λαονομής Ἀλκαῖος ὁ γουνεύς γυνή Φενεατίς καί οὐ ἐκ ὁ Πέλοψ Λυσίδικος 0
8.14.2 3 εἰ δὲ Ἡρακλῆς ἀληθεῖ λόγῳ παρὰ τοὺς Φενεάτας μετῴκησε, πείθοιτο ἄν τις διωχθέντα ἐκ Τίρυνθος ὑπὸ Εὐρυσθέως αὐτὸν οὐκ αὐτίκα ἐς Θήβας, πρότερον δὲ ἐς Φενεὸν ἀφικέσθαι. Now if Heracles truly resided among the Pheneatians, one might reasonably suppose that after being driven out from Tiryns by Eurystheus he did not immediately go to Thebes, but came first to Pheneus. εἰ δέ Ἡρακλῆς ἀληθής λόγος παρά ὁ Φενεατεύς μετοικέω πείθω ἄν τις διώκω ἐκ Τίρυνς ὑπό Εὐρυσθεύς αὐτός οὐ αὐτίκα εἰς Θῆβαι πρότερον δέ εἰς Φενεός ἀφικνέομαι 0
8.14.3 1 διὰ μέσου δὲ ὤρυξεν Ἡρακλῆς τοῦ Φενεατῶν πεδίου ἔλυτρον, ῥεῦμα εἶναι τῷ ποταμῷ τῷ Ὀλβίῳ, ὅν τινα Ἀροάνιον Ἀρκάδων καλοῦσιν ἕτεροι καὶ οὐκ Ὄλβιον· Heracles dug a channel through the middle of the plain of Pheneus, to provide an outlet for the river Olbios—whom some of the Arcadians call Aroanius rather than Olbios. διά μέσος δέ ὀρύσσω Ἡρακλῆς ὁ Φενεάται πεδίον ἔλυτρον ῥεῦμα εἰμί ὁ ποταμός ὁ ὄλβιος ὅς τις Ἀροάνιον Ἀρκάς καλέω ἕτερος καί οὐ ὄλβιος 0
8.14.3 2 μῆκος μὲν τοῦ ὀρύγματος στάδιοι πεντήκοντά εἰσι, βάθος δέ, ὅσον μὴ πεπτωκός ἐστιν αὐτοῦ, καὶ ἐς τριάκοντα καθήκει πόδας. The length of this excavation is fifty stadia, and its depth, where it has not collapsed, reaches up to thirty feet. μῆκος μέν ὁ ὄρυγμα στάδιος πεντήκοντα εἰμί βάθος δέ ὅσος μή πίπτω εἰμί αὐτός καί εἰς τριάκοντα καθήκω πούς 0
8.14.3 3 οὐ μὴν ταύτῃ γε ἔτι κάτεισιν ὁ ποταμός, ἀλλὰ ἐς τὸ ῥεῦμα ἀπεχώρησεν αὖθις τὸ ἀρχαῖον, καταλιπὼν ἔλυτρον τοῦ Ἡρακλέους τὸ ἔργον. However, the river no longer flows through this channel, but has reverted again to its original course, leaving behind the channel as evidence of the labor of Heracles. οὐ μήν οὗτος γε ἔτι κάτειμι ὁ ποταμός ἀλλά εἰς ὁ ῥεῦμα ἀποχωρέω αὖθις ὁ ἀρχαῖος καταλείπω ἔλυτρον ὁ Ἡρακλῆς ὁ ἔργον 0
8.14.4 1 τῶν βαράθρων δὲ τῶν ἐν τοῖς εἰρημένοις πεποιημένων ὄρεσιν ἀπωτέρω πεντήκοντά που σταδίοις ἐστὶν ἡ πόλις· About fifty stades away from the chasms formed in the mountains I have mentioned lies the city. ὁ βάραθρον δέ ὁ ἐν ὁ εἴρημαι ποιέω ὄρος ἀπωτέρω πεντήκοντα πού στάδιον εἰμί ὁ πόλις 0
8.14.4 2 οἰκιστὴν δὲ οἱ Φενεᾶται λέγουσιν ἄνδρα αὐτόχθονα εἶναι Φενεόν. According to the Pheneatians, their founder was an indigenous man named Pheneus. οἰκιστής δέ ὁ Φενεάται λέγω ἀνήρ αὐτόχθων εἰμί Φενεός 0
8.14.4 3 ἔστι δέ σφισιν ἀκρόπολις ἀπότομος πανταχόθεν, τὰ μὲν πολλὰ ἔχουσα οὕτως, ὀλίγα δὲ αὐτῆς καὶ ὠχυρώσαντο ὑπὲρ ἀσφαλείας. Their citadel stands steep on all sides; in most places, this natural steepness suffices as a defense, though in a few spots they have additionally fortified it for safety. εἰμί δέ σφεῖς ἀκρόπολις ἀπότομος πανταχόθεν ὁ μέν πολύς ἔχω οὕτως ὀλίγος δέ αὐτός καί ὀχυρόω ὑπέρ ἀσφάλεια 0
8.14.4 4 ἐνταῦθα ἐν τῇ ἀκροπόλει ναός ἐστιν Ἀθηνᾶς ἐπίκλησιν Τριτωνίας, ἐρείπια δὲ ἐλείπετο αὐτοῦ μόνα· Within the acropolis there is a temple of Athena, surnamed Tritonia, of which only ruins remained. ἐνταῦθα ἐν ὁ ἀκρόπολις ναός εἰμί Ἀθηνᾶ ἐπίκλησις Τριτωνίς ἐρείπιον δέ λείπω αὐτός μόνος 0
8.14.5 1 καὶ Ποσειδῶν χαλκοῦς ἕστηκεν ἐπωνυμίαν Ἵππιος, ἀναθεῖναι δὲ τὸ ἄγαλμα τοῦ Ποσειδῶνος Ὀδυσσέα ἔφασαν· There is also a bronze statue of Poseidon, surnamed Hippios ("Horse God"). καί Ποσειδῶν χαλκοῦς ἵστημι ἐπωνυμία ἵππιος ἀνατίθημι δέ ὁ ἄγαλμα ὁ Ποσειδῶν Ὀδυσσεύς φημί 0
8.14.5 2 ἀπολέσθαι γὰρ ἵππους τῷ Ὀδυσσεῖ, καὶ αὐτὸν γῆν τὴν Ἑλλάδα κατὰ ζήτησιν ἐπιόντα τῶν ἵππων ἱδρύσασθαι μὲν ἱερὸν ἐνταῦθα Ἀρτέμιδος καὶ Εὑρίππαν ὀνομάσαι τὴν θεόν, ἔνθα τῆς Φενεατικῆς χώρας εὗρε τὰς ἵππους, ἀναθεῖναι δὲ καὶ τοῦ Ποσειδῶνος τὸ ἄγαλμα τοῦ Ἱππίου. They say that Odysseus dedicated this image of Poseidon. ἀπόλλυμι γάρ ἵππος ὁ Ὀδυσσεύς καί αὐτός γῆ ὁ Ἑλλάς κατά ζήτησις ἔπειμι ὁ ἵππος ἱδρύω μέν ἱερός ἐνταῦθα Ἄρτεμις καί εὑρίππας ὀνομάζω ὁ θεός ἔνθα ὁ Φενεατική χώρα εὑρίσκω ὁ ἵππος ἀνατίθημι δέ καί ὁ Ποσειδῶν ὁ ἄγαλμα ὁ Ἱππίου 0
8.14.6 1 τῷ δὲ Ὀδυσσεῖ λέγουσιν εὑρόντι τὰς ἵππους γενέσθαι οἱ κατὰ γνώμην ἐν χώρᾳ τῇ Φενεατῶν ἔχειν ἵππους, καθάπερ γε καὶ τὰς βοῦς ἐν τῇ ἠπείρῳ τῆς Ἰθάκης ἀπαντικρὺ τρέφειν αὐτόν· They say that when Odysseus discovered the mares, he decided it would be best to keep them in the territory of the Pheneatians, just as he pastured his cattle on the mainland opposite Ithaca. ὁ δέ Ὀδυσσεύς λέγω εὑρίσκω ὁ ἵππος γίγνομαι ὁ κατά γνώμη ἐν χώρα ὁ Φενεάται ἔχω ἵππος καθάπερ γε καί ὁ βοῦς ἐν ὁ Ἤπειρος ὁ Ἰθάκη ἀπαντικρύ τρέφω αὐτός 0
8.14.6 2 καί μοι καὶ γράμματα οἱ Φενεᾶται παρείχοντο ἐπὶ τοῦ ἀγάλματος γεγραμμένα τῷ βάθρῳ, τοῦ Ὀδυσσέως δή τι πρόσταγμα τοῖς ποιμαίνουσι τὰς ἵππους. The Pheneatians even showed me an inscription upon the base of the statue, which was a certain injunction from Odysseus himself, addressed to those tending the horses. καί ἐγώ καί γράμμα ὁ Φενεάται παρέχω ἐπί ὁ ἄγαλμα γράφω ὁ βάθρον ὁ Ὀδυσσεύς δή τις πρόσταγμα ὁ ποιμαίνω ὁ ἵππος 0
8.14.7 1 τὰ μὲν δὴ ἄλλα ἑπομένοις ἡμῖν τῷ Φενεατῶν λόγῳ εἰκὸς προσέσται, τὸ δὲ ἄγαλμα Ὀδυσσέα ἀναθεῖναι τὸ χαλκοῦν οὐκ ἔχω πείθεσθαί σφισιν· Now all the rest of the account provided by the people of Pheneus is likely believable to those who follow my narrative; but I cannot accept their assertion about the dedication of a bronze statue by Odysseus. ὁ μέν δή ἄλλος ἑπόμενος ἐγώ ὁ Φενεάται λόγος εἰκός πρόσειμι ὁ δέ ἄγαλμα Ὀδυσσεύς ἀνατίθημι ὁ χαλκοῦς οὐ ἔχω πείθομαι σφεῖς 0
8.14.7 2 οὐ γάρ πω τότε τοῦ χαλκοῦ τὰ ἀγάλματα διὰ παντὸς ἠπίσταντο ἐργάσασθαι καθάπερ ἐσθῆτα ἐξυφαίνοντες. For at that time they did not yet possess comprehensive skill in making statues of bronze, as one might weave clothing. οὐ γάρ πω τότε ὁ χαλκός ὁ ἄγαλμα διά πᾶς ἐπίσταμαι ἐργάζομαι καθάπερ ἐσθής ἐξυφαίνω 0
8.14.7 3 τρόπον δὲ ὅστις ἦν αὐτοῖς ἐς τὰ χαλκᾶ ἐργασίας, ἔδειξεν ἤδη μοι τοῦ ἐς Σπαρτιάτας λόγου τὰ ἐπὶ τοῦ ἀγάλματος τοῦ Ὑπάτου Διός. The method of bronze-work available to them at that period I have already pointed out in my discussion of Sparta concerning the statue of Zeus Hypatus. τρόπος δέ ὅστις εἰμί αὐτός εἰς ὁ χαλκοῦς ἐργασία δείκνυμι ἤδη ἐγώ ὁ εἰς Σπαρτιάτης λόγος ὁ ἐπί ὁ ἄγαλμα ὁ ὕπατος Ζεύς 0
8.14.8 1 διέχεαν δὲ χαλκὸν πρῶτοι καὶ ἀγάλματα ἐχωνεύσαντο Ῥοῖκός τε Φιλαίου καὶ Θεόδωρος Τηλεκλέους Σάμιοι. The Samians Rhoecus, son of Philaeus, and Theodorus, son of Telecles, were the first to cast bronze and to pour statues. διαχέω δέ χαλκός πρῶτος καί ἄγαλμα ἐχωνεύομαι ῥοικός τε φίλαιος καί θεόδωρος Τηλεκλῆς Σάμιος 0
8.14.8 2 Θεοδώρου δὲ ἔργον ἦν καὶ ἡ ἐπὶ τοῦ λίθου τῆς σμαράγδου σφραγίς, ἣν Πολυκράτης ὁ Σάμου τυραννήσας ἐφόρει τε τὰ μάλιστα καὶ ἐπʼ αὐτῇ περισσῶς δή τι ἠγάλλετο. The work of Theodorus also was the engraved emerald seal set in gold which Polycrates, who ruled as tyrant of Samos, customarily wore and upon which he took particularly great pride. Θεόδωρος δέ ἔργον εἰμί καί ὁ ἐπί ὁ λίθος ὁ σμαράγδος σφραγίς ὅς Πολυκράτης ὁ Σάμιος τυραννέω φορέω τε ὁ μάλιστα καί ἐπί αὐτός περισσῶς δή τις ἀγάλλομαι 0
8.14.9 1 Φενεατῶν δὲ ἐκ τῆς ἀκροπόλεως καταβαίνοντι ἔστι μὲν στάδιον, ἔστι δὲ ἐπὶ λόφου μνῆμα Ἰφικλέους ἀδελφοῦ τε Ἡρακλέους καὶ Ἰολάου πατρός. As one descends from the acropolis of the Pheneatians, there is a stadium, and upon a hill is the tomb of Iphikles, brother of Heracles and father of Iolaus. Φενεάται δέ ἐκ ὁ ἀκρόπολις καταβαίνω εἰμί μέν στάδιον εἰμί δέ ἐπί λόφος μνῆμα Ἰφικλῆς ἀδελφός τε Ἡρακλῆς καί Ἰόλαος πατήρ 0
8.14.9 2 Ἰόλαον μὲν δὴ τὰ πολλὰ Ἡρακλεῖ συγκάμνειν λέγουσιν Ἕλληνες· All Greeks indeed agree that, for the most part, Iolaus shared in the labors of Heracles. Ἰόλαος μέν δή ὁ πολύς Ἡρακλῆς συγκαμάνω λέγω Ἕλλην 0
8.14.9 3 Ἰφικλῆς δὲ ὁ Ἰολάου πατήρ, ἡνίκα ἐμαχέσατο Ἡρακλῆς πρὸς Ἠλείους τε καὶ Αὐγέαν τὴν προτέραν μάχην, τότε ὑπὸ τῶν παίδων ἐτρώθη τῶν Ἄκτορος, καλουμένων δὲ ἀπὸ Μολίνης τῆς μητρός. But Iphikles, father of Iolaus, when Heracles fought his earlier battle against the Eleans and Augeas, was then wounded by the sons of Actor, who were called after their mother Molione. Ἰφικλῆς δέ ὁ Ἰόλαος πατήρ ἡνίκα μάχομαι Ἡρακλῆς πρός Ἠλεῖος τε καί Αὐγείας ὁ πρότερος μάχη τότε ὑπό ὁ παῖς τιτρώσκω ὁ Ἄκτωρ καλέω δέ ἀπό μολίνη ὁ μήτηρ 0
8.14.9 4 καὶ ἤδη κάμνοντα κομίζουσιν οἱ προσήκοντες ἐς Φενεόν· When he lay wounded, his relatives carried him to Pheneus. καί ἤδη κάμνω κομίζω ὁ προσήκω εἰς Φενεός 0
8.14.9 5 ἐνταῦθα ἀνὴρ Φενεάτης αὐτὸν Βουφάγος καὶ ἡ τοῦ Βουφάγου γυνὴ Πρώμνη περιεῖπόν τε εὖ καὶ ἀποθανόντα ἐκ τοῦ τραύματος ἔθαψαν. There a man of Pheneus named Bouphagos, along with Bouphagos' wife, Promne, tended him kindly, and when he died from his wound, they buried him. ἐνταῦθα ἀνήρ Φενεατεύς αὐτός βουφάγος καί ὁ ὁ Βουφάγος γυνή πρώμνη περιλέγω τε εὖ καί ἀποθνῄσκω ἐκ ὁ τραῦμα θάπτω 0
8.14.10 1 Ἰφικλεῖ μὲν δὴ καὶ ἐς τόδε ἔτι ἐναγίζουσιν ὡς ἥρωι, θεῶν δὲ τιμῶσιν Ἑρμῆν Φενεᾶται μάλιστα καὶ ἀγῶνα ἄγουσιν Ἕρμαια, καὶ ναός ἐστιν Ἑρμοῦ σφισι καὶ ἄγαλμα λίθου· τοῦτο ἐποίησεν ἀνὴρ Ἀθηναῖος Εὔχειρ Εὐβουλίδου. Even now they continue offering sacrifices to Iphikles as to a hero, and among the gods the Pheneatians honor Hermes most especially and celebrate a contest called the Hermaia; there is a temple of Hermes among them, and a stone statue made by an Athenian named Eucheir, son of Euboulides. Ἰφικλῆς μέν δή καί εἰς ὅδε ἔτι ἐναγίζω ὡς ἥρως θεός δέ τιμάω Ἑρμῆς Φενεάται μάλιστα καί ἀγών ἄγω ἕρμαιον καί ναός εἰμί Ἑρμῆς σφεῖς καί ἄγαλμα λίθος οὗτος ποιέω ἀνήρ Ἀθηναῖος εὔχειρ Εὐβουλίδης 0
8.14.10 2 ὄπισθεν δέ ἐστι τοῦ ναοῦ τάφος Μυρτίλου. Behind this temple is the tomb of Myrtilus. ὄπισθεν δέ εἰμί ὁ ναός τάφος Μυρτίλος 0
8.14.10 3 τοῦτον Ἑρμοῦ παῖδα εἶναι τὸν Μυρτίλον λέγουσιν Ἕλληνες, ἡνιοχεῖν δὲ αὐτὸν Οἰνομάῳ· καὶ ὁπότε ἀφίκοιτό τις μνώμενος τοῦ Οἰνομάου τὴν θυγατέρα, ὁ μὲν ἠπείγετο ὁ Μυρτίλος σὺν τέχνῃ τοῦ Οἰνομάου τὰς ἵππους, ὁ δὲ ἐν τῷ δρόμῳ τὸν μνηστῆρα, ὁπότε ἐγγὺς γένοιτο, κατηκόντιζεν. The Greeks say that Myrtilus was the son of Hermes and served as charioteer to Oenomaus; whenever someone arrived seeking marriage to the daughter of Oenomaus, Myrtilus would cunningly delay the horses of Oenomaus, and during the course of the race, Oenomaus would hurl his spear against the suitor whenever he drew near. οὗτος Ἑρμῆς παῖς εἰμί ὁ Μυρτίλος λέγω Ἕλλην ἡνιοχεῖν δέ αὐτός Οἰνόμαος καί ὁπότε ἀφικνέομαι τις μιμνῄσκομαι ὁ Οἰνόμαος ὁ θυγάτηρ ὁ μέν σπεύδω ὁ Μυρτίλος σύν τέχνη ὁ Οἰνόμαος ὁ ἵππος ὁ δέ ἐν ὁ δρόμος ὁ μνηστήρ ὁπότε ἐγγύς γίγνομαι κατηκοντίζω 0
8.14.11 1 Ἱπποδαμείας δὲ ἤρα μὲν καὶ αὐτὸς ὁ Μυρτίλος, ἐς δὲ τὸν ἀγῶνα ἀτόλμως ἔχων ὑπεῖκε καὶ ἡνιόχει τῷ Οἰνομάῳ. Myrtilus himself was in love with Hippodameia, yet feeling hesitant about entering the contest, he yielded and served as charioteer to Oenomaus. Ἱπποδάμεια δέ ἐράω μέν καί αὐτός ὁ Μυρτίλος εἰς δέ ὁ ἀγών ἀτόλμως ἔχω ὑπείκω καί ἡνιοχέω ὁ Οἰνόμαος 0
8.14.11 2 τέλος δὲ καὶ ἀναφανῆναι τοῦ Οἰνομάου προδότην φασὶν αὐτὸν ὑπαχθέντα ὅρκοις, ὥς οἱ νύκτα ὁ Πέλοψ μίαν Ἱπποδαμείᾳ συγγενέσθαι παρήσει. Ultimately, they say, he was persuaded by vows to betray Oenomaus, for Pelops pledged to allow him to lie with Hippodameia for one night. τέλος δέ καί ἀναφαίνω ὁ Οἰνόμαος προδότης φημί αὐτός ὑπάγω ὅρκος ὡς ὁ νύξ ὁ Πέλοψ εἷς Ἱπποδάμεια συγγίγνομαι πάρειμι 0
8.14.11 3 ἀναμιμνήσκοντα οὖν τῶν ὅρκων ὁ Πέλοψ ἐξέβαλεν ἐκ τῆς νεώς· However, reminding Pelops thereafter of the promised oath, he was cast from the ship by him. ἀναμιμνήσκω οὖν ὁ ὅρκος ὁ Πέλοψ ἐκβάλλω ἐκ ὁ νεώς 0
8.14.11 4 Φενεᾶται δὲ τοῦ Μυρτίλου τὸν νεκρὸν ἐκβληθέντα ὑπὸ τοῦ κλύδωνος λέγουσιν ἀνελόμενοι θάψαι, καὶ νύκτωρ κατὰ ἔτος ἐναγίζουσιν αὐτῷ. The Pheneatians say his body, after being washed ashore by the waves, was recovered and buried by them; and every year they offer nocturnal sacrifices to his spirit. Φενεάται δέ ὁ Μυρτίλος ὁ νεκρός ἐκβάλλω ὑπό ὁ κλύδων λέγω ἀναιρέω θάπτω καί νύκτωρ κατά ἔτος ἐναγίζω αὐτός 0
8.14.12 1 ἔστι δὲ ὁ Πέλοψ δῆλος οὐ πολλήν τινα παραπλεύσας θάλασσαν, ἀλλὰ ὅσον ἀπὸ τοῦ Ἀλφειοῦ τῶν ἐκβολῶν ἐς τὸ ἐπίνειον τὸ Ἠλείων. Pelops is plainly known to have crossed not a very great stretch of sea, but only such distance as lies from the mouth of the Alpheios to the harbor serving the Eleans. εἰμί δέ ὁ Πέλοψ δῆλος οὐ πολύς τις παραπλέω θάλασσα ἀλλά ὅσος ἀπό ὁ Ἀλφειός ὁ ἐκβολή εἰς ὁ ἐπίνειον ὁ Ἠλεῖος 0
8.14.12 2 οὐκ ἂν οὖν τό γε πέλαγος τὸ Μυρτῷον ἀπὸ Μυρτίλου τοῦ Ἑρμοῦ φαίνοιτο κεκλημένον, ἀρχόμενόν τε ἀπὸ Εὐβοίας καὶ παρʼ Ἑλένην ἔρημον νῆσον καθῆκον ἐς τὸ Αἰγαῖον· Thus, the Myrtoan Sea could not reasonably be said to take its name from Myrtilus, son of Hermes, since it begins from Euboea and extends past the desert isle of Helene into the Aegean. οὐ ἄν οὖν ὁ γε πέλαγος ὁ μυρτῷος ἀπό Μυρτίλος ὁ Ἑρμῆς φαίνω καλέω ἄρχω τε ἀπό εὔβοια καί παρά Ἑλένη ἔρημος νῆσος καθήκω εἰς ὁ Αἰγαῖον 0
8.14.12 3 ἀλλά μοι δοκοῦσιν Εὐβοέων οἱ τὰ ἀρχαῖα μνημονεύοντες εἰκότα εἰρηκέναι, λέγοντες ἀπὸ γυναικὸς Μυρτοῦς τῷ πελάγει γεγονέναι τὸ ὄνομα τῷ Μυρτῴῳ. Instead, it seems to me that those Euboeans who have preserved ancient traditions speak plausibly in asserting that the name "Myrtoan" was given to the sea from a woman named Myrto. ἀλλά ἐγώ δοκέω εὐβοεύς ὁ ὁ ἀρχαῖος μνημονεύω εἰκός εἴρω λέγω ἀπό γυνή μυρτός ὁ πέλαγος γίγνομαι ὁ ὄνομα ὁ μυρτῷος 0