Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.15.1 | 1 | Φενεάταις δὲ καὶ Δήμητρός ἐστιν ἱερὸν ἐπίκλησιν Ἐλευσινίας, καὶ ἄγουσι τῇ θεῷ τελετήν, τὰ Ἐλευσῖνι δρώμενα καὶ παρὰ σφίσι τὰ αὐτὰ φάσκοντες καθεστηκέναι· | The Pheneatians have also a sanctuary of Demeter surnamed Eleusinian, and they celebrate mysteries in honor of the goddess, asserting that this rite established among them is the same as that performed at Eleusis. | Φενεάται δέ καί Δήμητρος εἰμί ἱερός ἐπίκλησις Ἐλευσινίας καί ἄγω ὁ θεός τελετή ὁ Ἐλευσίς δρώμενον καί παρά σφεῖς ὁ αὐτός φάσκω καθίστημι | 0 |
| 8.15.1 | 2 | ἀφικέσθαι γὰρ αὐτοῖς Ναὸν κατὰ μάντευμα ἐκ Δελφῶν, τρίτον δὲ ἀπόγονον Εὐμόλπου τοῦτον εἶναι τὸν Ναόν. | For according to an oracle from Delphi, Naos came to them, who they claim was the great-grandson of Eumolpus. | ἀφικνέομαι γάρ αὐτός ναός κατά μάντευμα ἐκ Δελφοί τρίτος δέ ἀπόγονος Εὔμολπος οὗτος εἰμί ὁ ναός | 0 |
| 8.15.1 | 3 | παρὰ δὲ τῆς Ἐλευσινίας τὸ ἱερὸν πεποίηται Πέτρωμα καλούμενον, λίθοι δύο ἡρμοσμένοι πρὸς ἀλλήλους μεγάλοι. | Beside the sanctuary of Eleusinian Demeter stands a structure called Petroma ("the Rock"), which is formed by two large stones fitted together. | παρά δέ ὁ Ἐλευσινίας ὁ ἱερός ποιέω πέτρωμα καλέω λίθος δύο ἁρμόζω πρός ἀλλήλων μέγας | 0 |
| 8.15.2 | 1 | ἄγοντες δὲ παρὰ ἔτος ἥντινα τελετὴν μείζονα ὀνομάζουσι, τοὺς λίθους τούτους τηνικαῦτα ἀνοίγουσι· | Each year, when performing what they call the Greater Rite, they then open these stones. | ἄγω δέ παρά ἔτος ὅστις τελετή μείζων ὀνομάζω ὁ λίθος οὗτος τηνικαῦτα ἀνοίγω | 0 |
| 8.15.2 | 2 | λαβόντες δὲ γράμματα ἐξ αὐτῶν ἔχοντα ἐς τὴν τελετὴν καὶ ἀναγνόντες ἐς ἐπήκοον τῶν μυστῶν, κατέθεντο ἐν νυκτὶ αὖθις τῇ αὐτῇ. | Taking out from within them writings intended for the ceremony, they read them aloud in the hearing of the initiates, and then place them back in the same night. | λαμβάνω δέ γράμμα ἐκ αὐτός ἔχω εἰς ὁ τελετή καί ἀναγιγνώσκω εἰς ἐπήκοος ὁ μύστης κατατίθημι ἐν νύξ αὖθις ὁ αὐτός | 0 |
| 8.15.2 | 3 | Φενεατῶν δὲ οἶδα τοὺς πολλοὺς καὶ ὀμνύντας ὑπὲρ μεγίστων τῷ Πετρώματι. | I also know that most of the Pheneatians swear by the Petroma in their most solemn oaths. | Φενεάται δέ οἶδα ὁ πολύς καί ὄμνυμι ὑπέρ μέγιστος ὁ πετρώμα | 0 |
| 8.15.3 | 1 | καὶ ἐπίθημα ἐπʼ αὐτῷ περιφερές ἐστιν, ἔχον ἐντὸς Δήμητρος πρόσωπον Κιδαρίας· | Upon it is a circular covering, which contains within it the mask of Demeter called Kidaria. | καί ἐπίθημα ἐπί αὐτός περιφερής εἰμί ἔχω ἐντός Δημήτηρ πρόσωπον κιδαρία | 0 |
| 8.15.3 | 2 | τοῦτο ὁ ἱερεὺς περιθέμενος τὸ πρόσωπον ἐν τῇ μείζονι καλουμένῃ τελετῇ ῥάβδοις κατὰ λόγον δή τινα τοὺς ὑποχθονίους παίει. | In the greater rite, as it is called, the priest places this mask upon himself and strikes the subterranean deities with rods, according, it seems, to a certain ritual tradition. | οὗτος ὁ ἱερεύς περιτίθημι ὁ πρόσωπον ἐν ὁ μείζων καλέω τελετή ῥάβδος κατά λόγος δή τις ὁ ὑποχθόνιος παίω | 0 |
| 8.15.3 | 3 | Φενεατῶν δέ ἐστι λόγος, καὶ πρὶν ἢ Ναὸν ἀφικέσθαι γὰρ καὶ ἐνταῦθα Δήμητρα πλανωμένην· ὅσοι δὲ Φενεατῶν οἴκῳ τε καὶ ξενίοις ἐδέξαντο αὐτήν, τούτοις τὰ ὄσπρια ἡ θεὸς τὰ ἄλλα, κύαμον δὲ οὐκ ἔδωκέ σφισι. | According to a legend of the Pheneatians, Demeter also wandered to this place before she arrived at Naos; those among the Pheneatians who received the goddess into their homes and as a guest were given by her all the pulses except the bean. | Φενεάται δέ εἰμί λόγος καί πρίν ἤ ναός ἀφικνέομαι γάρ καί ἐνταῦθα Δήμητρα πλανάω ὅσος δέ Φενεάται οἶκος τε καί ξένιος δέχομαι αὐτός οὗτος ὁ ὄσπριον ὁ θεός ὁ ἄλλος κύαμος δέ οὐ δίδωμι σφεῖς | 0 |
| 8.15.4 | 1 | κύαμον μὲν οὖν ἐφʼ ὅτῳ μὴ καθαρὸν εἶναι νομίζουσιν ὄσπριον, ἔστιν ἱερὸς ἐπʼ αὐτῷ λόγος· | For the reason why beans are considered an impure vegetable there exists a sacred account. | κύαμος μέν οὖν ἐπί ὅστις μή καθαρός εἰμί νομίζω ὄσπριον εἰμί ἱερός ἐπί αὐτός λόγος | 0 |
| 8.15.4 | 2 | οἱ δὲ τῷ Φενεατῶν λόγῳ δεξάμενοι τὴν θεόν, Τρισαύλης καὶ Δαμιθάλης, ἐποιήσαντο μὲν Δήμητρος ναὸν Θεσμίας ὑπὸ τῷ ὄρει τῇ Κυλλήνῃ, κατεστήσαντο δὲ αὐτῇ καὶ τελετήν, ἥντινα καὶ νῦν ἄγουσιν. | But those who, according to the tradition of the Pheneatians, once received the goddess, namely Trisaules and Damithales, constructed a temple to Demeter Thesmia beneath Mount Cyllene, and also established rites in her honor, which they celebrate to this very day. | ὁ δέ ὁ Φενεάται λόγος δέχομαι ὁ θεός τρισαύλης καί Δαμιθάλης ποιέω μέν Δημήτηρ ναός θεσμία ὑπό ὁ ὄρος ὁ Κυλλήνη καθίστημι δέ αὐτός καί τελετή ὅστις καί νῦν ἄγω | 0 |
| 8.15.4 | 3 | ὁ δὲ ναὸς οὗτος τῆς Θεσμίας σταδίους πέντε μάλιστά που καὶ δέκα ἐστὶν ἀπωτέρω τῆς πόλεως. | This temple of Thesmia is situated roughly fifteen stades from the city. | ὁ δέ ναός οὗτος ὁ θεσμία στάδιον πέντε μάλιστα πού καί δέκα εἰμί ἀπωτέρω ὁ πόλις | 0 |
| 8.15.5 | 1 | ἐς δὲ Πελλήνην ἐκ Φενεοῦ καὶ ἐς Αἴγειραν ἰόντι Ἀχαιῶν πόλιν, πέντε που προεληλυθότι καὶ δέκα σταδίους, Ἀπόλλωνός ἐστι Πυθίου ναός· | On the road from Pheneus toward Pellene and Aigeira (a city belonging to the Achaeans), at approximately fifteen stadia along, there stands a sanctuary of Apollo Pythios. | εἰς δέ Πελλήνη ἐκ Φενεός καί εἰς αἴγειρος εἶμι Ἀχαιός πόλις πέντε πού προέρχομαι καί δέκα στάδιον Ἀπόλλων εἰμί Πύθιος ναός | 0 |
| 8.15.5 | 2 | ἐρείπια δὲ ἐλείπετο αὐτοῦ μόνα καὶ βωμὸς μέγας λίθου λευκοῦ. | Only ruins remain there, along with a great altar of white stone. | ἐρείπιον δέ λείπω αὐτός μόνος καί βωμός μέγας λίθος λευκός | 0 |
| 8.15.5 | 3 | ἐνταῦθα ἔτι καὶ νῦν Ἀπόλλωνι Φενεᾶται καὶ Ἀρτέμιδι θύουσιν, Ἡρακλέα ἑλόντα Ἦλιν τὸ ἱερὸν λέγοντες ποιῆσαι. | Even today at this place, the people of Pheneus still make sacrifices to Apollo and Artemis, claiming that Heracles built this sanctuary after his victory over Elis. | ἐνταῦθα ἔτι καί νῦν Ἀπόλλων Φενεάται καί Ἄρτεμις θύω Ἡρακλῆς αἱρέω Ἦλις ὁ ἱερός λέγω ποιέω | 0 |
| 8.15.5 | 4 | ἔστι δὲ αὐτόθι καὶ ἡρώων μνήματα, ὅσοι σὺν Ἡρακλεῖ στρατείας ἐπὶ Ἠλείους μετασχόντες οὐκ ἀπεσώθησαν οἴκαδε ἐκ τῆς μάχης. | There are also monuments of heroes there, dedicated to those who joined Heracles in his campaign against the Eleans but did not survive to return home from the battle. | εἰμί δέ αὐτόθι καί ἥρως μνῆμα ὅσος σύν Ἡρακλῆς στρατεία ἐπί Ἠλεῖος μετέχω οὐ σῴζω οἴκαδε ἐκ ὁ μάχη | 0 |
| 8.15.6 | 1 | τέθαπται δὲ Τελαμὼν ἐγγύτατα τοῦ ποταμοῦ τοῦ Ἀροανίου, ἀπωτέρω μικρὸν ἢ ἔστι τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, Χαλκώδων δὲ οὐ πόρρω κρήνης καλουμένης Οἰνόης. | Telamon is buried very near the river Aroanius, slightly further away than the sanctuary of Apollo, and Chalkodon lies not far from a spring called Oinoe. | θάπτω δέ Τελαμών ἐγγύτατα ὁ ποταμός ὁ Ἀροάνιος ἀπωτέρω μικρός ἤ εἰμί ὁ ἱερός ὁ Ἀπόλλων χαλκώδης δέ οὐ πόρρω κρήνη καλέω Οἰνόη | 0 |
| 8.15.6 | 2 | τὸν μὲν δὴ Ἐλεφήνορος τοῦ Εὐβοεῦσιν ἐς Ἴλιον ἡγησαμένου καὶ τὸν Αἴαντός τε καὶ Τεύκρου, τούτων μὲν τοὺς πατέρας οὐκ ἀποδέξαιτο ἄν τις ἐν τούτῳ πεσεῖν τῷ ἀγῶνι· | Now Elephenor, who led the Euboeans to Troy, and Ajax and Teucer—no one could suppose that their fathers fell in this battle. | ὁ μέν δή ἐλεφήνωρ ὁ Εὐβοεύς εἰς Ἴλιον ἡγέομαι καί ὁ Αἴας τε καί Τεῦκρος οὗτος μέν ὁ πατήρ οὐ ἀποδέχομαι ἄν τις ἐν οὗτος πίπτω ὁ ἀγών | 0 |
| 8.15.6 | 3 | πῶς μὲν γὰρ ἂν συνεπελάβετο Ἡρακλεῖ τοῦ ἔργου Χαλκώδων, ὃν πρότερον ἔτι ἀποκτεῖναι Ἀμφιτρύωνα καὶ μαρτυρεῖται καὶ πιστεύειν ἄξιά ἐστιν ἐν Θήβαις; | For how could Chalkodon have cooperated with Heracles in his undertaking, when it is attested—and the testimony from Thebes is worthy of belief—that Amphitryon had already killed him earlier? | πῶς μέν γάρ ἄν συμπαραλαμβάνω Ἡρακλῆς ὁ ἔργον χαλκώδης ὅς πρότερον ἔτι ἀποκτείνω Ἀμφιτρύων καί μαρτυρέω καί πιστεύω ἄξιος εἰμί ἐν Θῆβαι | 0 |
| 8.15.7 | 1 | πῶς δὲ Τεῦκρος ᾤκισεν ἂν Σαλαμῖνα ἐν Κύπρῳ πόλιν, μηδενὸς ὡς ἀνέστρεψεν ἐκ Τροίας ἐκβαλόντος ἐκ τῆς οἰκείας; | Indeed, how could Teucer have founded the city of Salamis in Cyprus if no one expelled him from his homeland when he returned from Troy? | πῶς δέ Τεῦκρος οἰκίζω ἄν Σαλαμίς ἐν Κύπρος πόλις μηδείς ὡς ἀναστρέφω ἐκ Τροία ἐκβάλλω ἐκ ὁ οἰκεῖος | 0 |
| 8.15.7 | 2 | τίς δʼ ἂν ἐξήλασεν ἄλλος πλὴν ὁ Τελαμὼν αὐτόν; | And who else could have expelled him other than Telamon himself? | τίς δέ ἄν ἐξελαύνω ἄλλος πλήν ὁ Τελαμών αὐτός | 0 |
| 8.15.7 | 3 | δῆλα οὖν ἐστι Χαλκώδοντα οὐ τὸν ἐξ Εὐβοίας καὶ Τελαμῶνα οὐ τὸν Αἰγινήτην ἐπὶ Ἠλείους Ἡρακλεῖ μετεσχηκέναι τῆς στρατείας· | Thus it is clear that neither Chalkodon of Euboea nor Telamon of Aegina took part in Heracles' expedition against Elis. | δῆλος οὖν εἰμί χαλκώδης οὐ ὁ ἐκ εὔβοια καί τελαμών οὐ ὁ Αἰγινήτης ἐπί Ἠλεῖος Ἡρακλῆς μετέχω ὁ στρατεία | 0 |
| 8.15.7 | 4 | ὁμώνυμοι δὲ ἐπιφανέσιν ἄνδρες ἀφανέστεροι καὶ ἐφʼ ἡμῶν ἔτι καὶ τὸν ἅπαντα ἐγίνοντο ὁμοίως χρόνον. | Rather, men less celebrated happened to share the same names as notable figures, then as now, and indeed at all times. | ὁμώνυμος δέ ἐπιφανής ἀνήρ ἀφανής καί ἐπί ἐγώ ἔτι καί ὁ ἅπας γίγνομαι ὁμοίως χρόνος | 0 |
| 8.15.8 | 1 | Φενεάταις δὲ πρὸς τὸ Ἀχαϊκὸν τὸ ὅμορον οὐ καθʼ ἓν ὅροι τῆς γῆς εἰσιν, ἀλλὰ πρὸς μὲν Πελλήνην ὁ καλούμενος Πωρίνας, πρὸς δὲ τὴν Αἰγειρᾶτιν †τὸ ἐπʼ Ἄρτεμιν. | The Pheneatians do not share a common boundary line with the neighboring territory of Achaea. | Φενεάται δέ πρός ὁ ἀχαϊκός ὁ ὅμορος οὐ κατά εἷς ὅρος ὁ γῆ εἰμί ἀλλά πρός μέν Πελλήνη ὁ καλέω πωρίνος πρός δέ ὁ αἰγειράτης ὁ ἐπί Ἄρτεμις | 0 |
| 8.15.8 | 2 | ἐν δὲ αὐτῶν Φενεατῶν τῇ χώρᾳ μετὰ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου προήξεις τε οὐκ ἐπὶ πολὺ καὶ ἐντὸς ἔσῃ τῆς ὁδοῦ τῆς ἐπὶ τὸ ὄρος ἀγούσης τὴν Κρᾶθιν. | Instead, on the side toward Pellene is a place called Porinas, while toward Aegeira is the district called "to Artemis." | ἐν δέ αὐτός Φενεάται ὁ χώρα μετά ὁ ἱερός ὁ Ἀπόλλων ὁ Πύθιος προήκω τε οὐ ἐπί πολύς καί ἐντός εἰμί ὁ ὁδός ὁ ἐπί ὁ ὄρος ἄγω ὁ κρᾶθις | 0 |
| 8.15.9 | 1 | ἐν τούτῳ τῷ ὄρει τοῦ ποταμοῦ τοῦ Κράθιδός εἰσιν αἱ πηγαί· ῥεῖ δὲ ἐς θάλασσαν παρὰ Αἰγάς, ἔρημον τὰ ἐπʼ ἐμοῦ χωρίον, τὰ δὲ παλαιότερα Ἀχαιῶν πόλιν. | On this mountain are the springs of the river Krathis, which flows into the sea near Aegae—a place deserted in my time, but formerly a city of the Achaeans. | ἐν οὗτος ὁ ὄρος ὁ ποταμός ὁ κράθις εἰμί ὁ πηγή ῥέω δέ εἰς θάλασσα παρά αἴξ ἔρημος ὁ ἐπί ἐγώ χωρίον ὁ δέ παλαιός Ἀχαιός πόλις | 0 |
| 8.15.9 | 2 | ἀπὸ τούτου δὲ καλεῖται τοῦ Κράθιδος καὶ ἐν Ἰταλίᾳ ποταμὸς ἐν γῇ τῇ Βρεττίων· | From this Krathis, a river in Italy, too, in the land of the Brettians, takes its name. | ἀπό οὗτος δέ καλέω ὁ κράτις καί ἐν Ἰταλία ποταμός ἐν γῆ ὁ Βρεττίος | 0 |
| 8.15.9 | 3 | ἐν δὲ τῇ Κράθιδι τῷ ὄρει Πυρωνίας ἱερόν ἐστιν Ἀρτέμιδος, καὶ τὰ ἔτι ἀρχαιότερα παρὰ τῆς θεοῦ ταύτης ἐπήγοντο Ἀργεῖοι πῦρ ἐς τὰ Λερναῖα. | On Mount Krathis there is also a sanctuary of Artemis Pyronia, and in still earlier times the Argives used to carry fire from this goddess to the Lernaean festival. | ἐν δέ ὁ κράθις ὁ ὄρος πυρωνίας ἱερόν εἰμί Ἄρτεμις καί ὁ ἔτι ἀρχαῖος παρά ὁ θεός οὗτος ἐπείγω Ἀργεῖος πῦρ εἰς ὁ Λέρνη | 0 |