Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.17.1 | 1 | μετὰ δὲ τοῦ Αἰπύτου τὸν τάφον ὄρος τε ὑψηλότατον ὀρῶν τῶν ἐν Ἀρκαδίᾳ Κυλλήνη καὶ Ἑρμοῦ Κυλληνίου κατερριμμένος ναός ἐστιν ἐπὶ κορυφῆς τοῦ ὄρους· | After the tomb of Aepytus is Mount Cyllene, the loftiest of all the mountains in Arcadia, and upon the peak of this mountain stands a temple dedicated to Hermes Kyllenios, now fallen into ruins. | μετά δέ ὁ Αἴπυτος ὁ τάφος ὄρος τε ὑψηλός ὄρος ὁ ἐν Ἀρκαδία Κυλλήνη καί Ἑρμῆς Κυλλήνιος καταρρίπτω ναός εἰμί ἐπί κορυφή ὁ ὄρος | 0 |
| 8.17.1 | 2 | δῆλα δέ ἐστιν ἀπὸ Κυλλῆνος τοῦ Ἐλάτου τῷ τε ὄρει τὸ ὄνομα καὶ ἡ ἐπίκλησις γεγενημένη τῷ θεῷ. | It is obvious that both the name of the mountain and the surname given to the god derive from Kyllenos, the son of Elatus. | δῆλος δέ εἰμί ἀπό Κυλλήνη ὁ ἐλάτη ὁ τε ὄρος ὁ ὄνομα καί ὁ ἐπίκλησις γίγνομαι ὁ θεός | 0 |
| 8.17.2 | 1 | τοῖς δὲ ἀνθρώποις τὸ ἀρχαῖον, ὁπόσα καὶ ἡμεῖς καταμαθεῖν ἐδυνήθημεν, τοσάδε ἦν ἀφʼ ὧν τὰ ξόανα ἐποιοῦντο, ἔβενος, κυπάρισσος, αἱ κέδροι, τὰ δρύινα, ἡ μῖλαξ, ὁ λωτός· | In ancient times, as far as we have been able to ascertain, men used the following materials for making wooden statues: ebony, cypress, cedar, oak, yew, and lotus. | ὁ δέ ἄνθρωπος ὁ ἀρχαῖος ὁπόσος καί ἐγώ καταμανθάνω δύναμαι τόσδε εἰμί ἀπό ὅς ὁ ξόανον ποιέω ἔβενος κυπάρισσος ὁ κέδρος ὁ δρύινος ὁ μῖλαξ ὁ λωτός | 0 |
| 8.17.2 | 2 | τῷ δὲ Ἑρμῇ τῷ Κυλληνίῳ τούτων μὲν ἀπὸ οὐδενός, θύου δὲ πεποιημένον τὸ ἄγαλμά ἐστιν, ὀκτὼ δὲ εἶναι ποδῶν μάλιστα αὐτὸ εἰκάζομεν. | The image of Hermes of Cyllene, however, is made from none of these, but from juniper wood; we estimate the statue to be approximately eight feet tall. | ὁ δέ Ἑρμῆς ὁ Κυλλήνιος οὗτος μέν ἀπό οὐδείς θύω δέ ποιέω ὁ ἄγαλμα εἰμί ὀκτώ δέ εἰμί πούς μάλιστα αὐτός εἰκάζω | 0 |
| 8.17.3 | 1 | παρέχεται δὲ καὶ θαῦμα τοιόνδε ἡ Κυλλήνη· κόσσυφοι γὰρ οἱ ὄρνιθες ὁλόλευκοί εἰσιν ἐν αὐτῇ· | Cyllene offers also the following marvel: there the birds called blackbirds are altogether white. | παρέχω δέ καί θαῦμα τοιόσδε ὁ Κυλλήνη κόσσυφος γάρ ὁ ὄρνις ὁλόλευκος εἰμί ἐν αὐτός | 0 |
| 8.17.3 | 2 | οἱ δὲ ὑπὸ Βοιωτῶν καλούμενοι γένος ἄλλο πού τί εἰσιν ὀρνίθων, οὐκ ᾠδικόν. | Those which the Boeotians call by this name, however, are a different kind of bird entirely, not songbirds. | ὁ δέ ὑπό Βοιωτός καλέω γένος ἄλλος ποῦ τίς εἰμί ὄρνις οὐ ᾠδικός | 0 |
| 8.17.3 | 3 | ἀετοὺς μὲν οὖν ὀνομαζομένους κυκνίας μάλιστα ἐοικότας κύκνῳ λευκότητα οἶδα ἐν Σιπύλῳ θεασάμενος περὶ λίμνην καλουμένην Ταντάλου· | I myself have seen near Sipylus, by the lake called Tantalus' lake, certain birds called swan-eagles, resembling swans especially in whiteness. | ἀετός μέν οὖν ὀνομάζω κυκνίας μάλιστα ἔοικα κύκνος λευκότης οἶδα ἐν Σίπυλος θεάομαι περί λίμνη καλέω Τάνταλος | 0 |
| 8.17.3 | 4 | ὗς δὲ ἀγρίους λευκοὺς καὶ ἄρκτους τῶν Θρᾳκίων λευκὰς ἤδη που καὶ ἄνδρες ἐκτήσαντο ἰδιῶται· | Moreover, white wild boars and white bears from Thrace have already at times been kept by private individuals. | ὗς δέ ἄγριος λευκός καί ἄρκτος ὁ Θρᾷξ λευκός ἤδη πού καί ἀνήρ κτάομαι ἰδιώτης | 0 |
| 8.17.4 | 1 | λαγῲ δὲ καὶ ἔλαφοι, τὸ μὲν Λιβυκὸν θρέμμα οἱ λαγῴ εἰσιν οἱ λευκοί, ἐλάφους δὲ ἐν Ῥώμῃ λευκὰς εἶδόν τε καὶ ἰδὼν θαῦμα ἐποιησάμην, ὁπόθεν δὲ ἢ τῶν ἠπείρων οὖσαι ἢ νησιώτιδες ἐκομίσθησαν, οὐκ ἐπῆλθεν ἐρέσθαι μοι. | There are also hares and deer, the white hares being animals native to Libya. | λαγώς δέ καί ἔλαφος ὁ μέν λιβυκός θρέμμα ὁ λαγώς εἰμί ὁ λευκός ἔλαφος δέ ἐν ῥώμη λευκός ὁράω τε καί ὁράω θαῦμα ποιέω ὅθεν δέ ἤ ὁ ἠπείρων οὖσα ἤ νησιῶτις ἐκκομίζω οὐ ἐπέρχομαι ἐρέομαι ἐγώ | 0 |
| 8.17.4 | 2 | τάδε μὲν ἡμῖν λελέχθω τῶν ἐν Κυλλήνῃ κοσσύφων ἕνεκα, ὡς μὴ τοῖς ῥηθεῖσιν ἐς τὴν χρόαν αὐτῶν ἀπιστοίη μηδείς· | White deer I myself saw in Rome, and upon seeing them I marveled; but from which mainland region or island they were brought, I did not inquire. | ὅδε μέν ἐγώ λέγω ὁ ἐν Κυλλήνη κοσσύφος ἕνεκα ὡς μή ὁ ῥηθείς εἰς ὁ χρώα αὐτός ἀπιστέω μηδείς | 0 |
| 8.17.5 | 1 | ἔχεται δὲ ἄλλο ὄρος Κυλλήνης Χελυδόρεα, ἔνθα εὑρὼν χελώνην Ἑρμῆς ἐκδεῖραι τὸ θηρίον καὶ ἀπʼ αὐτῆς λέγεται ποιήσασθαι λύραν. | Next to Cyllene is another mountain, Chelydorea, where Hermes, having found a tortoise, is said to have stripped the animal of its shell and from this fashioned a lyre. | ἔχω δέ ἄλλος ὄρος Κυλλήνη χελυδόρεος ἔνθα εὑρίσκω χελώνη Ἑρμῆς ἐκδέρω ὁ θηρίον καί ἀπό αὐτός λέγω ποιέω λύρα | 0 |
| 8.17.5 | 2 | ἐνταῦθα Φενεάταις καὶ Πελληνεῦσιν ὅροι τῆς γῆς εἰσι, καὶ τοῦ ὄρους τῶν Χελυδορέων οἱ Ἀχαιοὶ τὸ πλέον νέμονται. | At this point lie the boundaries between the lands of Pheneus and Pellene. | ἐνταῦθα Φενεάται καί Πελληνεύς ὅρος ὁ γῆ εἰμί καί ὁ ὄρος ὁ χελυδορεύς ὁ Ἀχαιός ὁ πλέον νέμω | 0 |
| 8.17.6 | 1 | ἐκ Φενεοῦ δὲ ἰόντι ἐπὶ τὴν ἑσπέρας καὶ ἡλίου δυσμῶν ἡ μὲν ἀριστερὰ τῶν ὁδῶν ἐς πόλιν ἄγει Κλείτορα, ἐν δεξιᾷ δὲ ἐπὶ Νώνακριν καὶ τὸ ὕδωρ τῆς Στυγός. | From Pheneus, going westward towards the setting of the sun, the road on the left leads to the city of Cleitor, while the one on the right leads to Nonacris and the waters of the Styx. | ἐκ Φενεός δέ εἶμι ἐπί ὁ ἑσπέρα καί ἥλιος δυσμός ὁ μέν ἀριστερός ὁ ὁδός εἰς πόλις ἄγω Κλείτωρ ἐν δεξιός δέ ἐπί Νώνακρις καί ὁ ὕδωρ ὁ στυγός | 0 |
| 8.17.6 | 2 | τὸ μὲν δὴ ἀρχαῖον ἡ Νώνακρις πόλισμα ἦν Ἀρκάδων καὶ ἀπὸ τῆς Λυκάονος γυναικὸς τὸ ὄνομα εἰλήφει· τὰ δὲ ἐφʼ ἡμῶν ἐρείπια ἦν, οὐδὲ τούτων τὰ πολλὰ ἔτι δῆλα. | Nonacris was anciently a city of the Arcadians, named after the wife of Lycaon; but in our time it has become ruins, and these ruins themselves are mostly no longer distinguishable. | ὁ μέν δή ἀρχαῖος ὁ Νώνακρις πόλισμα εἰμί Ἀρκάς καί ἀπό ὁ Λυκάων γυνή ὁ ὄνομα λαμβάνω ὁ δέ ἐπί ἐγώ ἐρείπιον εἰμί οὐδέ οὗτος ὁ πολύς ἔτι δῆλος | 0 |
| 8.17.6 | 3 | τῶν δὲ ἐρειπίων οὐ πόρρω κρημνός ἐστιν ὑψηλός, οὐχ ἕτερον δʼ ἐς τοσοῦτον ἀνήκοντα ὕψους οἶδα· | Not far from the ruins stands a high cliff; I know of no other that rises to such a height. | ὁ δέ ἐρείπιον οὐ πόρρω κρημνός εἰμί ὑψηλός οὐ ἕτερος δέ εἰς τοσοῦτος ἀνήκω ὕψος οἶδα | 0 |
| 8.17.6 | 4 | καὶ ὕδωρ κατὰ τοῦ κρημνοῦ στάζει, καλοῦσι δὲ Ἕλληνες αὐτὸ ὕδωρ Στυγός. | Water drips down this cliff, and the Greeks call this water the Styx. | καί ὕδωρ κατά ὁ κρημνός στάζω καλέω δέ Ἕλλην αὐτός ὕδωρ στυγός | 0 |