Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.2.1 | 1 | Λυκάων δὲ ὁ Πελασγοῦ τοσάδε εὗρεν ἢ ὁ πατήρ οἱ σοφώτερα· | Lycaon, son of Pelasgus, invented these things, or else his father invented wiser ones. | Λυκάων δέ ὁ Πελασγός τόσδε εὑρίσκω ἤ ὁ πατήρ ὁ σοφός | 0 |
| 8.2.1 | 2 | Λυκόσουράν τε γὰρ πόλιν ᾤκισεν ἐν τῷ ὄρει τῷ Λυκαίῳ καὶ Δία ὠνόμασε Λυκαῖον καὶ ἀγῶνα ἔθηκε Λύκαια. | For he founded the city Lykosoura on Mount Lykaion, gave Zeus the name Lykaios, and established the festival Lykaia. | λυκόσουρα τε γάρ πόλις οἰκίζω ἐν ὁ ὄρος ὁ Λύκαιον καί διά ὀνομάζω Λύκαιος καί ἀγών τίθημι Λύκαια | 0 |
| 8.2.1 | 3 | οὐκέτι δὲ τὰ παρʼ Ἀθηναίοις Παναθήναια τεθῆναι πρότερα ἀποφαίνομαι· | I hold that the Panathenaia, celebrated among the Athenians, were not instituted earlier. | οὐκέτι δέ ὁ παρά Ἀθηναῖος Παναθήναια τίθημι πρότερος ἀποφαίνομαι | 0 |
| 8.2.1 | 4 | τούτῳ γὰρ τῷ ἀγῶνι Ἀθήναια ὄνομα ἦν, Παναθήναια δὲ κληθῆναί φασιν ἐπὶ Θησέως, ὅτι ὑπὸ Ἀθηναίων ἐτέθη συνειλεγμένων ἐς μίαν ἁπάντων πόλιν. | This festival formerly bore the name Athenaia; they say that it was called Panathenaia in the time of Theseus because all the Athenians had by then been gathered into a single city. | οὗτος γάρ ὁ ἀγών Ἀθήναια ὄνομα εἰμί Παναθήναια δέ καλέω φημί ἐπί Θησεύς ὅτι ὑπό Ἀθηναῖος τίθημι συλλέγω εἰς εἷς ἁπᾶς πόλις | 0 |
| 8.2.2 | 1 | ὁ δὲ ἀγὼν ὁ Ὀλυμπικὸς---ἐπανάγουσι γὰρ δὴ αὐτὸν ἐς τὰ ἀνωτέρω τοῦ ἀνθρώπων γένους, Κρόνον καὶ Δία αὐτόθι παλαῖσαι λέγοντες καὶ ὡς Κούρητες δράμοιεν πρῶτοι---τούτων ἕνεκα ἐκτὸς ἔστω μοι τοῦ παρόντος λόγου. | The Olympic contest—for indeed they carry it back into ages earlier than the human race, saying that Cronus and Zeus wrestled there and that the Curetes first ran races—for these reasons let it be aside from my present account. | ὁ δέ ἀγών ὁ Ὀλυμπικός ἐπανάγω γάρ δή αὐτός εἰς ὁ ἀνωτέρω ὁ ἀνήρ γένος Κρόνος καί διά αὐτόθι παλαίω λέγω καί ὡς Κουρῆτες τρέχω πρῶτος οὗτος ἕνεκα ἐκτός εἰμί ἐγώ ὁ παρών λόγος | 0 |
| 8.2.2 | 2 | δοκῶ δὲ ἔγωγε Κέκροπι ἡλικίαν τῷ βασιλεύσαντι Ἀθηναίων καὶ Λυκάονι εἶναι τὴν αὐτήν, σοφίᾳ δὲ οὐχ ὁμοίᾳ σφᾶς ἐς τὸ θεῖον χρήσασθαι. | I believe myself that Cecrops, who ruled the Athenians, and Lycaon were contemporaries, although they did not have the same wisdom concerning divine matters. | δοκέω δέ ἔγωγε Κέκροψ ἡλικία ὁ βασιλεύω Ἀθηναῖος καί Λυκάων εἰμί ὁ αὐτός σοφία δέ οὐ ὅμοιος σφεῖς εἰς ὁ θεῖος χράομαι | 0 |
| 8.2.3 | 1 | ὁ μὲν γὰρ Δία τε ὠνόμασεν Ὕπατον πρῶτος, καὶ ὁπόσα ἔχει ψυχήν, τούτων μὲν ἠξίωσεν οὐδὲν θῦσαι, πέμματα δὲ ἐπιχώρια ἐπὶ τοῦ βωμοῦ καθήγισεν, ἃ πελάνους καλοῦσιν ἔτι καὶ ἐς ἡμᾶς Ἀθηναῖοι· | For he was the first to name Zeus the Supreme, and judged none of the creatures possessing life worthy to be sacrificed to him; rather, he consecrated upon the altar certain local cakes, which the Athenians even to our day call "pelanoi." | ὁ μέν γάρ διά τε ὀνομάζω ὕπατος πρῶτος καί ὁπόσος ἔχω ψυχή οὗτος μέν ἀξιόω οὐδέν θύω πέμμα δέ ἐπιχώριος ἐπί ὁ βωμός καθαγίζω ὅς πέλανος καλέω ἔτι καί εἰς ἐγώ Ἀθηναῖος | 0 |
| 8.2.3 | 2 | Λυκάων δὲ ἐπὶ τὸν βωμὸν τοῦ Λυκαίου Διὸς βρέφος ἤνεγκεν ἀνθρώπου καὶ ἔθυσε τὸ βρέφος καὶ ἔσπεισεν ἐπὶ τοῦ βωμοῦ τὸ αἷμα, καὶ αὐτὸν αὐτίκα ἐπὶ τῇ θυσίᾳ γενέσθαι λύκον φασὶν ἀντὶ ἀνθρώπου. | But Lycaon brought to the altar of Zeus Lycaeus an infant human, slew the child as a sacrifice, and poured its blood out upon the altar; immediately upon performing the sacrifice, they say, he himself changed from human into a wolf. | Λυκάων δέ ἐπί ὁ βωμός ὁ λυκαῖος Ζεύς βρέφος φέρω ἄνθρωπος καί θύω ὁ βρέφος καί σπένδω ἐπί ὁ βωμός ὁ αἷμα καί αὐτός αὐτίκα ἐπί ὁ θυσία γίγνομαι λύκος φημί ἀντί ἄνθρωπος | 0 |
| 8.2.4 | 1 | καὶ ἐμέ γε ὁ λόγος οὗτος πείθει, λέγεται δὲ ὑπὸ Ἀρκάδων ἐκ παλαιοῦ, καὶ τὸ εἰκὸς αὐτῷ πρόσεστιν. | This account persuades me, for it has been transmitted from ancient times by the Arcadians, and it seems reasonable. | καί ἐγώ γε ὁ λόγος οὗτος πείθω λέγω δέ ὑπό Ἀρκάς ἐκ παλαιός καί ὁ εἰκός αὐτός πρόσειμι | 0 |
| 8.2.4 | 2 | οἱ γὰρ δὴ τότε ἄνθρωποι ξένοι καὶ ὁμοτράπεζοι θεοῖς ἦσαν ὑπὸ δικαιοσύνης καὶ εὐσεβείας, καί σφισιν ἐναργῶς ἀπήντα παρὰ τῶν θεῶν τιμή τε οὖσιν ἀγαθοῖς καὶ ἀδικήσασιν ὡσαύτως ἡ ὀργή, ἐπεί τοι καὶ θεοὶ τότε ἐγίνοντο ἐξ ἀνθρώπων, οἳ γέρα καὶ ἐς τόδε ἔτι ἔχουσιν ὡς Ἀρισταῖος καὶ Βριτόμαρτις ἡ Κρητικὴ καὶ Ἡρακλῆς ὁ Ἀλκμήνης καὶ Ἀμφιάραος ὁ Ὀικλέους, ἐπὶ δὲ αὐτοῖς Πολυδεύκης τε καὶ Κάστωρ. | At that time, indeed, men were guests and companions at table to the gods by virtue of their righteousness and piety, and it was clear that honors were given to them from the gods when they were virtuous, just as wrath came to them openly when they acted unjustly. | ὁ γάρ δή τότε ἄνθρωπος ξένος καί ὁμοτράπεζος θεός εἰμί ὑπό δικαιοσύνη καί εὐσέβεια καί σφεῖς ἐναργῶς ἀπαντάω παρά ὁ θεός τιμή τε εἰμί ἀγαθός καί ἀδικέω ὡσαύτως ὁ ὀργή ἐπεί τοί καί θεός τότε γίγνομαι ἐκ ἀνήρ ὅς γέρας καί εἰς ὅδε ἔτι ἔχω ὡς Ἀρισταῖος καί Βριτόμαρτις ὁ Κρητικός καί Ἡρακλῆς ὁ Ἀλκμήνη καί Ἀμφιάραος ὁ Ὀίκλης ἐπί δέ αὐτός Διοσκούροι τε καί κάστωρ | 0 |
| 8.2.5 | 1 | οὕτω πείθοιτο ἄν τις καὶ Λυκάονα θηρίον καὶ τὴν Ταντάλου Νιόβην γενέσθαι λίθον. | Thus one might well be persuaded that Lycaon became a beast, and Niobe, daughter of Tantalus, was turned to stone. | οὕτως πείθω ἄν τις καί λυκάων θηρίον καί ὁ Τάνταλος Νιόβη γίγνομαι λίθος | 0 |
| 8.2.5 | 2 | ἐπʼ ἐμοῦ δὲ---κακία γὰρ δὴ ἐπὶ πλεῖστον ηὔξετο καὶ γῆν τε ἐπενέμετο πᾶσαν καὶ πόλεις πάσας---οὔτε θεὸς ἐγίνετο οὐδεὶς ἔτι ἐξ ἀνθρώπου, πλὴν ὅσον λόγῳ καὶ κολακείᾳ πρὸς τὸ ὑπερέχον, | But in my own day—when indeed wickedness has increased greatly and spread throughout all lands and cities—no one ever becomes a god from among men any longer, except insofar as they are honored through words and flattery toward those in power. | ἐπί ἐγώ δέ κακία γάρ δή ἐπί πλεῖστος αὔξω καί γῆ τε ἐπενέμω πᾶς καί πόλις πᾶς οὔτε θεός γίγνομαι οὐδείς ἔτι ἐκ ἄνθρωπος πλήν ὅσος λόγος καί κολακεία πρός ὁ ὑπερέχω | 0 |
| 8.2.5 | 3 | καὶ ἀδίκοις τὸ μήνιμα τὸ ἐκ τῶν θεῶν ὀψέ τε καὶ ἀπελθοῦσιν ἐνθένδε ἀπόκειται. | As for the unjust, the wrath from the gods awaits them, though late, even after they have departed from this life. | καί ἄδικος ὁ μήνιμα ὁ ἐκ ὁ θεός ὀψέ τε καί ἀπέρχομαι ἐνθένδε ἔγκειμαι | 0 |
| 8.2.6 | 1 | ἐν δὲ τῷ παντὶ αἰῶνι πολλὰ μὲν πάλαι συμβάντα, τὰ δὲ καὶ ἔτι γινόμενα ἄπιστα εἶναι πεποιήκασιν ἐς τοὺς πολλοὺς οἱ τοῖς ἀληθέσιν ἐποικοδομοῦντες ἐψευσμένα. | Throughout all history, many stories from ancient times, and indeed some events still occurring even now, have been rendered unbelievable to most people by those who add falsehoods onto true facts. | ἐν δέ ὁ πᾶς αἰών πολύς μέν πάλαι συμβαίνω ὁ δέ καί ἔτι γίγνομαι ἄπιστος εἰμί ποιέω εἰς ὁ πολύς ὁ ὁ ἀληθής ἐποικοδομέω ψεύδομαι | 0 |
| 8.2.6 | 2 | λέγουσι γὰρ δὴ ὡς Λυκάονος ὕστερον ἀεί τις ἐξ ἀνθρώπου λύκος γίνοιτο ἐπὶ τῇ θυσίᾳ τοῦ Λυκαίου Διός, γίνοιτο δὲ οὐκ ἐς ἅπαντα τὸν βίον· | For example, they say that ever since the time of Lycaon, at each sacrifice to Lykaian Zeus, a certain man would always change from a human into a wolf—but not permanently. | λέγω γάρ δή ὡς Λυκάων ὕστερον ἀεί τις ἐκ ἄνθρωπος λύκος γίγνομαι ἐπί ὁ θυσία ὁ λυκαῖος Ζεύς γίγνομαι δέ οὐ εἰς ἅπας ὁ βίος | 0 |
| 8.2.6 | 3 | ὁπότε δὲ εἴη λύκος, εἰ μὲν κρεῶν ἀπόσχοιτο ἀνθρωπίνων, ὕστερον ἔτει δεκάτῳ φασὶν αὐτὸν αὖθις ἄνθρωπον ἐκ λύκου γίνεσθαι, γευσάμενον δὲ ἐς ἀεὶ μένειν θηρίον. | Yet, whenever he was a wolf, if he restrained himself from human flesh, in the tenth year afterward he would become human again; but if he tasted it, he remained forever an animal. | ὁπότε δέ εἴην λύκος εἰ μέν κρέας ἀπέχω ἀνθρώπινος ὕστερον ἔτος δέκατος φημί αὐτός αὖθις ἄνθρωπος ἐκ λύκος γίγνομαι γεύω δέ εἰς ἀεί μένω θηρίον | 0 |
| 8.2.7 | 1 | ὡσαύτως δὲ καὶ Νιόβην λέγουσιν ἐν Σιπύλῳ τῷ ὄρει θέρους ὥρᾳ κλαίειν. | Similarly, they say Niobe, on Mount Sipylus, weeps during summertime. | ὡσαύτως δέ καί Νιόβη λέγω ἐν Σίπυλος ὁ ὄρος θέρος ὥρα κλαίω | 0 |
| 8.2.7 | 2 | ἤδη δὲ καὶ ἄλλα ἤκουσα, τοῖς γρυψὶ στίγματα ὁποῖα καὶ ταῖς παρδάλεσιν εἶναι, καὶ ὡς οἱ Τρίτωνες ἀνθρώπου φωνῇ φθέγγοιντο· οἱ δὲ καὶ φυσᾶν διὰ κόχλου τετρυπημένης φασὶν αὐτούς. | Besides this, I have also heard accounts of griffins having spots like those of leopards, and that Tritons utter sounds in human speech; some even say they blow through a pierced conch shell. | ἤδη δέ καί ἄλλος ἀκούω ὁ γρύψ στίγμα οἷος καί ὁ παρδάλη εἰμί καί ὡς ὁ Τρίτων ἄνθρωπος φωνή φθέγγομαι ὁ δέ καί φυσάω διά κόχλος τρυπάω φημί αὐτός | 0 |
| 8.2.7 | 3 | ὁπόσοι δὲ μυθολογήμασιν ἀκούοντες ἥδονται, πεφύκασι καὶ αὐτοί τι ἐπιτερατεύεσθαι· καὶ οὕτω τοῖς ἀληθέσιν ἐλυμήναντο, συγκεραννύντες αὐτὰ ἐψευσμένοις. | People who delight in mythical tales naturally tend themselves toward wonders, and thus have corrupted truths by blending them with falsehoods. | ὁπόσος δέ μυθολογήμα ἀκούω ἥδομαι φύω καί αὐτός τις ἐπιτερατεύομαι καί οὕτως ὁ ἀληθής λυμαίνομαι συγκεράννυμι αὐτός ψεύδομαι | 0 |