Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.23.1 | 1 | μετὰ δὲ Στύμφαλόν ἐστιν Ἀλέα, συνεδρίου μὲν τοῦ Ἀργολικοῦ μετέχουσα καὶ αὕτη, Ἄλεον δὲ τὸν Ἀφείδαντος γενέσθαι σφίσιν ἀποφαίνουσιν οἰκιστήν. | After Stymphalos is Alea, which also shares in the meetings of the Argolic council. They assert that Aleus, the son of Apheidas, was their founder. | μετά δέ Στύμφαλος εἰμί ἀλέα συνέδριον μέν ὁ Ἀργολικός μετέχω καί οὗτος ἄλεον δέ ὁ ἀφείδαντος γίγνομαι σφεῖς ἀποφαίνω οἰκιστής | 0 |
| 8.23.1 | 2 | θεῶν δὲ ἱερὰ αὐτόθι Ἀρτέμιδός ἐστιν Ἐφεσίας καὶ Ἀθηνᾶς Ἀλέας, καὶ Διονύσου ναὸς καὶ ἄγαλμα. | The sanctuaries of gods there are dedicated to Artemis Ephesia and Athena Alea, and there is also a temple and statue of Dionysus. | θεός δέ ἱερός αὐτόθι Ἄρτεμις εἰμί Ἐφεσία καί Ἀθηνᾶ ἀλέα καί Διόνυσος ναός καί ἄγαλμα | 0 |
| 8.23.1 | 3 | τούτῳ παρὰ ἔτος Σκιέρεια ἑορτὴν ἄγουσι, καὶ ἐν Διονύσου τῇ ἑορτῇ κατὰ μάντευμα ἐκ Δελφῶν μαστιγοῦνται γυναῖκες, καθὰ καὶ οἱ Σπαρτιατῶν ἔφηβοι παρὰ τῇ Ὀρθίᾳ. | In his honor they hold a yearly festival called Skiereia, and during the festival of Dionysus women are scourged in accordance with an oracle from Delphi, just as the Spartan youths are scourged at the altar of Orthia. | οὗτος παρά ἔτος σκιέρεια ἑορτή ἄγω καί ἐν Διόνυσος ὁ ἑορτή κατά μάντευμα ἐκ Δελφοί μαστιγοῦμαι γυνή καθά καί ὁ Σπαρτιάτης ἔφηβος παρά ὁ ὀρθός | 0 |
| 8.23.2 | 1 | ἐδήλωσα δὲ ἐν τῷ λόγῳ τῷ ἐς Ὀρχομενίους ὡς πρῶτα μὲν παρὰ τὴν χαράδραν ἐστὶν ἡ εὐθεῖα, τὸ ἀπὸ τούτου δὲ ἐν ἀριστερᾷ τοῦ ὕδατος τοῦ λιμνάζοντος. | I have already explained in my account of the Orchomenians that the straight route first follows alongside the ravine, and after this, lies to the left of the stagnant water. | δηλόω δέ ἐν ὁ λόγος ὁ εἰς Ὀρχομένιος ὡς πρῶτος μέν παρά ὁ χαράδρα εἰμί ὁ εὐθεῖα ὁ ἀπό οὗτος δέ ἐν ἀριστερός ὁ ὕδωρ ὁ λιμνάζω | 0 |
| 8.23.2 | 2 | ἐν δὲ τῷ πεδίῳ τῷ Καφυῶν πεποίηται γῆς χῶμα, διʼ οὗ ἀπείργεται τὸ ὕδωρ τὸ ἐκ τῆς Ὀρχομενίας μὴ εἶναι Καφυεῦσιν βλάβος τῇ ἐνεργῷ. | In the plain of the Caphyans stands an earthen embankment, constructed to prevent the water that flows from Orchomenia from causing damage to the cultivated land of the Caphyans. | ἐν δέ ὁ πεδίον ὁ καφυώ ποιέω γῆ χῶμα διά ὅς ἀπείργω ὁ ὕδωρ ὁ ἐκ ὁ Ὀρχομενός μή εἰμί Καφυεῖς βλάβος ὁ ἐνεργός | 0 |
| 8.23.2 | 3 | κατὰ δὲ τὸ ἐντὸς τοῦ χώματος παρέξεισιν ὕδωρ ἄλλο, πλήθει μὲν ὅσον τε εἶναι ποταμόν, κατερχόμενον δὲ ἐς χάσμα γῆς ἄνεισιν αὖθις παρὰ Νάσους καλουμένας· | Inside this embankment, another stream of water emerges, abundant enough to constitute a river; it descends underground into a chasm, then rises again near the place called Nasoi. | κατά δέ ὁ ἐντός ὁ χῶμα παρέξειμι ὕδωρ ἄλλος πλῆθος μέν ὅσος τε εἰμί ποταμός κατέρχομαι δέ εἰς χάσμα γῆ ἀνίημι αὖθις παρά Νάσος καλέω | 0 |
| 8.23.2 | 4 | τὸ δὲ χωρίον ἔνθα ἄνεισιν ὀνομάζεται Ῥεῦνος· ἀνατείλαντος δὲ ἐνταῦθα, τὸ ὕδωρ τὸ ἀπὸ τούτου παρέχεται ποταμὸν ἀέναον Τράγον. | The spot where it reemerges is named Rheunos, and after rising here, the water gives rise from this point onward to the river Tragos, ever-flowing. | ὁ δέ χωρίον ἔνθα ἀνίημι ὀνομάζω ῥεῦνος ἀνατέλλω δέ ἐνταῦθα ὁ ὕδωρ ὁ ἀπό οὗτος παρέχω ποταμός ἀέναος τράγος | 0 |
| 8.23.3 | 1 | τὸ δὲ ὄνομά ἐστι μὲν δῆλον ἀπὸ Κηφέως τοῦ Ἀλέου τῇ πόλει γεγονός, ὀνομάζεσθαι δὲ αὐτὴν φωνῇ τῇ Ἀρκάδων Καφυὰς ἐκνενίκηκε. | The city evidently derived its name originally from Cepheus, the son of Aleus, yet it has come to be known, according to the Arcadian dialect, as Caphyae. | ὁ δέ ὄνομα εἰμί μέν δῆλος ἀπό Κηφεύς ὁ ἀλέομαι ὁ πόλις γίγνομαι ὀνομάζω δέ αὐτός φωνή ὁ Ἀρκάς Καφυεύς ἐκνικῶ | 0 |
| 8.23.3 | 2 | φασὶ δὲ οἱ Καφυεῖς τὰ ἄνωθεν ἐκ τῆς Ἀττικῆς εἶναι χώρας, ἐκβληθέντες δὲ ὑπὸ Αἰγέως ἐξ Ἀθηνῶν ἐς Ἀρκαδίαν φυγεῖν καὶ ἱκέται γενόμενοι Κηφέως οἰκῆσαι ἐνταῦθα. | The inhabitants of Caphyae say they were originally from Attic territory, but that after being driven out of Athens by Aegeus, they fled into Arcadia and, becoming suppliants of Cepheus, settled there. | φημί δέ ὁ καφυεύς ὁ ἄνωθεν ἐκ ὁ Ἀττικός εἰμί χώρα ἐκβάλλω δέ ὑπό Αἰγεύς ἐκ Ἀθηνᾶ εἰς Ἀρκαδία φεύγω καί ἱκέτης γίγνομαι Κηφεύς οἰκέω ἐνταῦθα | 0 |
| 8.23.3 | 3 | τὸ μὲν δὴ πόλισμα ἐπὶ τοῦ πεδίου τῷ πέρατι ὀρῶν οὐκ ἄγαν ὑψηλῶν παρὰ τοῖς ποσίν ἐστι· | The town itself lies on a plain at the foot of mountains, which are not very high. | ὁ μέν δή πόλισμα ἐπί ὁ πεδίον ὁ πέρας ὄρος οὐ ἄγαν ὑψηλός παρά ὁ πούς εἰμί | 0 |
| 8.23.3 | 4 | Καφυάταις δὲ ἱερὰ θεῶν Ποσειδῶνός ἐστι καὶ ἐπίκλησιν Κνακαλησίας Ἀρτέμιδος. | The Caphyans possess sanctuaries dedicated to the gods Poseidon and Artemis called Knakalesia. | Καφυᾶται δέ ἱερός θεός Ποσειδῶν εἰμί καί ἐπίκλησις κνακαλησίας Ἄρτεμις | 0 |
| 8.23.4 | 1 | ἔστι δὲ αὐτοῖς καὶ ὄρος Κνάκαλος, ἔνθα ἐπέτειον τελετὴν ἄγουσι τῇ Ἀρτέμιδι. | They have a mountain called Knakalos, where they celebrate an annual rite in honor of Artemis. | εἰμί δέ αὐτός καί ὄρος κνάκαλος ἔνθα ἐπέτειος τελετή ἄγω ὁ Ἄρτεμις | 0 |
| 8.23.4 | 2 | ὀλίγον δὲ ὑπὲρ τὴν πόλιν πηγή τέ ἐστι καὶ ἐπὶ τῇ πηγῇ πλάτανος μεγάλη καὶ εὐειδὴς πέφυκε· | A little above the city there is a water-spring, and at this spring has grown up a tall and beautiful plane-tree. | ὀλίγος δέ ὑπέρ ὁ πόλις πηγή τε εἰμί καί ἐπί ὁ πηγή πλάτανος μέγας καί εὐειδής πέφυκα | 0 |
| 8.23.4 | 3 | καλοῦσι δὲ αὐτὴν Μενελαΐδα, Μενέλαον γὰρ στρατὸν ἀθροίζοντα ἐς Τροίαν ἀφικέσθαι τε ἐνταῦθα καὶ ἐπὶ τῇ πηγῇ τὴν πλάτανον φυτεῦσαι λέγοντες· | They call this tree “Menelaïs,” because they say Menelaus came to this place when gathering his army for Troy and planted the plane-tree beside the spring. | καλέω δέ αὐτός Μενελαΐς Μενέλαος γάρ στρατός ἀθροίζω εἰς Τροία ἀφικνέομαι τε ἐνταῦθα καί ἐπί ὁ πηγή ὁ πλάτανος φυτεύω λέγω | 0 |
| 8.23.4 | 4 | ἐφʼ ἡμῶν δὲ καὶ τὴν πηγὴν κατὰ ταὐτὰ τῇ πλατάνῳ καλοῦσι Μενελαΐδα. | In our own day, they also call the spring itself Menelaïs, following the name of the plane-tree. | ἐπί ἐγώ δέ καί ὁ πηγή κατά αὐτός ὁ πλάτανος καλέω Μενελαΐς | 0 |
| 8.23.5 | 1 | εἰ δὲ Ἑλλήνων τοῖς λόγοις ἑπόμενον καταριθμήσασθαι δεῖ με ὁπόσα δένδρα σῶα ἔτι καὶ τεθηλότα λείπεται, πρεσβύτατον μὲν ἡ λύγος ἐστὶν αὐτῶν ἡ ἐν τῷ Σαμίων πεφυκυῖα ἱερῷ Ἥρας, μετὰ δὲ αὐτὴν ἡ ἐν Δωδώνῃ δρῦς καὶ ἐλαία τε ἡ ἐν ἀκροπόλει καὶ ἡ παρὰ Δηλίοις· | If, following the traditions of the Greeks, I must enumerate how many trees remain that are still alive and flourishing, the oldest among them is the willow growing in the sanctuary of Hera on Samos; after this come the oak at Dodona, and the olive tree on the Acropolis, and also the one among the Delians. | εἰ δέ Ἕλλην ὁ λόγος ἕπομαι καταριθμέω δεῖ ἐγώ ὁπόσος δένδρον σῶος ἔτι καί θηλόω λείπω πρεσβύτατος μέν ὁ λύγος εἰμί αὐτός ὁ ἐν ὁ Σάμιοι πεφυκυῖα ἱερός Ἥρα μετά δέ αὐτός ὁ ἐν Δωδώνη δρῦς καί ἐλαία τε ὁ ἐν ἀκρόπολις καί ὁ παρά Δήλιος | 0 |
| 8.23.5 | 2 | τρίτα δὲ ἕνεκα ἀρχαιότητος νέμοιεν ἂν τῇ δάφνῃ τῇ παρὰ σφίσιν οἱ Σύροι· | Third in antiquity, according to the Syrians themselves, would be their laurel; | τρία δέ ἕνεκα ἀρχαιότης νέμοιμι ἄν ὁ δάφνη ὁ παρά σφεῖς ὁ Σύρος | 0 |
| 8.23.5 | 3 | τῶν δὲ ἄλλων ἡ πλάτανός ἐστιν αὕτη παλαιότατον. | but of all the others, this plane-tree is the oldest. | ὁ δέ ἄλλος ὁ πλάτανος εἰμί οὗτος παλαιότατος | 0 |
| 8.23.6 | 1 | Καφυῶν δὲ ἀφέστηκεν ὅσον στάδιον Κονδυλέα χωρίον, καὶ Ἀρτέμιδος ἄλσος καὶ ναός ἐστιν ἐνταῦθα καλουμένης Κονδυλεάτιδος τὸ ἀρχαῖον· | About a stade distant from Caphyae is a place called Kondylea, and there is there a grove and a sanctuary of Artemis, anciently called Kondyleatis. | καφυώ δέ ἀφεστήκω ὅσος στάδιον κονδυλεύς χωρίον καί Ἄρτεμις ἄλσος καί ναός εἰμί ἐνταῦθα καλέω κονδυλεάτις ὁ ἀρχαῖος | 0 |
| 8.23.6 | 2 | μετονομασθῆναι δὲ ἐπὶ αἰτίᾳ τὴν θεόν φασι τοιαύτῃ. | They say the goddess received this change of name because of the following event. | μετονομάζω δέ ἐπί αἰτία ὁ θεός φημί τοιοῦτος | 0 |
| 8.23.6 | 3 | παιδία περὶ τὸ ἱερὸν παίζοντα---ἀριθμὸν δὲ αὐτῶν οὐ μνημονεύουσιν---ἐπέτυχε καλῳδίῳ. | Some children—whose exact number is not remembered—were playing around the temple when they found a small cord. | παιδεία περί ὁ ἱερός παίζω ἀριθμός δέ αὐτός οὐ μνημονεύω ἐπιτυγχάνω καλῳδίον | 0 |
| 8.23.6 | 4 | δήσαντα δὲ τὸ καλῴδιον τοῦ ἀγάλματος περὶ τὸν τράχηλον ἐπέλεγεν ὡς ἀπάγχοιτο ἡ Ἄρτεμις. | After tying this cord about the neck of the statue, they jokingly said that Artemis was being strangled. | δέω δέ ὁ καλώδιον ὁ ἄγαλμα περί ὁ τράχηλος ἐπιλέγω ὡς ἀπάγχομαι ὁ Ἄρτεμις | 0 |
| 8.23.7 | 1 | φωράσαντες δὲ οἱ Καφυεῖς τὰ ποιηθέντα ὑπὸ τῶν παιδίων καταλεύουσιν αὐτά· | When the Kaphyeans discovered what had been done by the children, they stoned them to death. | φωράω δέ ὁ καφυεύς ὁ ποιέω ὑπό ὁ παιδίον καταλεύω αὐτός | 0 |
| 8.23.7 | 2 | καί σφισι ταῦτα ἐργασαμένοις ἐσέπεσεν ἐς τὰς γυναῖκας νόσος, τὰ ἐν τῇ γαστρὶ πρὸ τοκετοῦ τεθνεῶτα ἐκβάλλεσθαι, ἐς ὃ ἡ Πυθία θάψαι τε τὰ παιδία ἀνεῖπε καὶ ἐναγίζειν αὐτοῖς κατὰ ἔτος· | After committing this deed, a disease afflicted their women, causing their unborn offspring to be expelled dead from the womb before delivery, until the Pythia instructed them to bury the children and to offer them annual sacrifices. | καί σφεῖς οὗτος ἐργάζομαι ἐμπίπτω εἰς ὁ γυνή νόσος ὁ ἐν ὁ γαστήρ πρό τόκος θνῄσκω ἐκβάλλω εἰς ὅς ὁ Πυθία θάπτω τε ὁ παιδεία ἀνείπω καί ἐναγίζω αὐτός κατά ἔτος | 0 |
| 8.23.7 | 3 | ἀποθανεῖν γὰρ αὐτὰ οὐ σὺν δίκῃ. | For the children had perished unjustly. | ἀποθνῄσκω γάρ αὐτός οὐ σύν δίκη | 0 |
| 8.23.7 | 4 | Καφυεῖς δὲ ποιοῦσι τά τε ἄλλα ἔτι καὶ νῦν κατʼ ἐκεῖνο τὸ μάντευμα καὶ τὴν ἐν ταῖς Κονδυλέαις θεὸν--- προσεῖναι γὰρ καὶ τόδε ἔτι τῷ χρησμῷ φασι---καλοῦσιν Ἀπαγχομένην ἐξ ἐκείνου. | The Kaphyeans continue even now to fulfill all these requirements according to this oracle and—because the oracle also mentioned this—they still call the goddess in Kondyleai 'the Hanged Woman.' | καφυεύς δέ ποιέω ὁ τε ἄλλος ἔτι καί νῦν κατά ἐκεῖνος ὁ μάντευμα καί ὁ ἐν ὁ κονδυλέα θεός πάρειμι γάρ καί ὅδε ἔτι ὁ χρησμός φημί καλέω ἀπάγχω ἐκ ἐκεῖνος | 0 |
| 8.23.8 | 1 | ἀνελθὼν δὲ ἐκ Καφυῶν ὅσον σταδίους ἑπτὰ ἐπὶ Νάσους καλουμένας καταβήσῃ· | Going up from Caphyae for about seven stades, you come down to the place called Nasoi. | ἀνέρχομαι δέ ἐκ καφυώ ὅσος στάδιον ἑπτά ἐπί Νάσος καλέω καταβαίνω | 0 |
| 8.23.8 | 2 | πεντήκοντα δὲ προελθόντι αὐτόθεν σταδίους ἐστὶν ὁ Λάδων. | Fifty stades further on from there is the Ladon river. | πεντήκοντα δέ προέρχομαι αὐτόθεν στάδιον εἰμί ὁ Λάδων | 0 |
| 8.23.8 | 3 | διαβήσῃ τε δὴ τὸν ποταμὸν καὶ ἐπὶ δρυμὸν ἀφίξῃ Σόρωνα διά τε Ἀργεαθῶν καὶ Λυκούντων καλουμένων καὶ Σκοτάνης. | After crossing over the river, you will arrive at the oak forest called Soron, passing through the places named Argeathai, Lycountes, and Skotane. | διαβαίνω τε δή ὁ ποταμός καί ἐπί δρυμός ἀφικνέομαι σορός διά τε Ἀργεάθων καί λυκούντων καλέω καί σκοτάνη | 0 |
| 8.23.9 | 1 | ἄγει μὲν δὴ ὁ Σόρων τὴν ἐπὶ Ψωφῖδος· | Soron leads to Psophis. | ἄγω μέν δή ὁ σορός ὁ ἐπί Ψωφίς | 0 |
| 8.23.9 | 2 | θηρία δὲ οὗτός τε καὶ ὅσοι δρυμοὶ τοῖς Ἀρκάσιν εἰσὶν ἄλλοι παρέχονται τοσάδε, ἀγρίους ὗς καὶ ἄρκτους καὶ χελώνας μεγίστας μεγέθει· | This mountain and all the other forests that the Arcadians possess produce the following beasts: wild boars, bears, and tortoises remarkable for their great size. | θηρίον δέ οὗτος τε καί ὅσος δρυμός ὁ Ἀρκάς εἰμί ἄλλος παρέχομαι τόσδε ἄγριος ὗς καί ἄρκτος καί χελώνη μέγιστος μέγεθος | 0 |
| 8.23.9 | 3 | λύρας ἂν ποιήσαιο ἐξ αὐτῶν χελώνης Ἰνδικῆς λύρᾳ παρισουμένας. | From these tortoise-shells one could fashion lyres equal to those made from the shell of the Indian tortoise. | λύρα ἄν ποιέω ἐκ αὐτός χελώνη Ἰνδική λύρα παρισόω | 0 |
| 8.23.9 | 4 | τοῦ Σόρωνος δὲ πρὸς τοῖς πέρασιν ἔστι μὲν Πάου κώμης ἐρείπια, εἰσὶ δὲ οὐ πολὺ ἀπωτέρω αἱ καλούμεναι Σεῖραι· | Near the borders of Soron are the ruins of the village called Paos, and a little farther off are the so-called Seirai. | ὁ σορός δέ πρός ὁ πέρας εἰμί μέν πάος κώμη ἐρείπιον εἰμί δέ οὐ πολύς ἀπωτέρω ὁ καλέω σειρά | 0 |
| 8.23.9 | 5 | ὅροι δὲ Κλειτορίοις τῆς χώρας πρὸς Ψωφιδίους εἰσὶν αἱ Σεῖραι. | The Seirai themselves mark the boundary between the Kleitorian territory and that of the Psophidians. | ὅρος δέ Κλειτορία ὁ χώρα πρός ψωφίδιος εἰμί ὁ σειρά | 0 |