Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.29.1 | 1 | διαβάντων δὲ Ἀλφειὸν χώρα τε καλουμένη Τραπεζουντία καὶ πόλεώς ἐστιν ἐρείπια Τραπεζοῦντος. | After crossing the Alpheios, there is a region called Trapezountia and the ruins of a city, Trapezus. | διαβαίνω δέ Ἀλφειός χώρα τε καλέω τραπεζουντία καί πόλις εἰμί ἐρείπιον Τραπεζοῦς | 0 |
| 8.29.1 | 2 | καὶ αὖθις ἐπὶ τὸν Ἀλφειὸν ἐν ἀριστερᾷ καταβαίνοντι ἐκ Τραπεζοῦντος, οὐ πόρρω τοῦ ποταμοῦ Βάθος ἐστὶν ὀνομαζόμενον, ἔνθα ἄγουσι τελετὴν διὰ ἔτους τρίτου θεαῖς Μεγάλαις· | Proceeding again toward the Alpheios, descending from Trapezus on the left, not far from the river is a place called Bathos, where every third year they hold rites in honor of the Great Goddesses. | καί αὖθις ἐπί ὁ Ἀλφειός ἐν ἀριστερός καταβαίνω ἐκ Τραπεζοῦς οὐ πόρρω ὁ ποταμός βάθος εἰμί ὀνομάζω ἔνθα ἄγω τελετή διά ἔτος τρίτος θεά μέγας | 0 |
| 8.29.1 | 3 | καὶ πηγή τε αὐτόθι ἐστὶν Ὀλυμπιὰς καλουμένη, τὸν ἕτερον τῶν ἐν αὐτῶν οὐκ ἀπορρέουσα, καὶ πλησίον τῆς πηγῆς πῦρ ἄνεισι. | At this place there is also a spring called Olympias, whose water flows only every other year, and near the spring, fire emerges from the ground. | καί πηγή τε αὐτόθι εἰμί Ὀλυμπιάς καλέω ὁ ἕτερος ὁ ἐν αὐτός οὐ ἀπορρέω καί πλησίον ὁ πηγή πῦρ ἀνίημι | 0 |
| 8.29.1 | 4 | λέγουσι δὲ οἱ Ἀρκάδες τὴν λεγομένην γιγάντων μάχην καὶ θεῶν ἐνταῦθα καὶ οὐκ ἐν τῇ Θρᾳκίᾳ γενέσθαι Παλλήνῃ, καὶ θύουσιν ἀστραπαῖς αὐτόθι καὶ θυέλλαις τε καὶ βρονταῖς. | The Arcadians say that the battle between Giants and gods occurred here rather than at Pallene in Thrace, and here they make offerings to lightning, storms, and thunder. | λέγω δέ ὁ Ἀρκάς ὁ λέγω γίγας μάχη καί θεός ἐνταῦθα καί οὐ ἐν ὁ θρᾴκιος γίγνομαι Παλλήνη καί θύω ἀστραπή αὐτόθι καί θύελλα τε καί βροντή | 0 |
| 8.29.2 | 1 | γιγάντων δὲ ἐν μὲν Ἰλιάδι οὐδεμίαν ἐποιήσατο Ὅμηρος μνήμην· ἐν Ὀδυσσείᾳ δὲ ἔγραψε μὲν ὡς ταῖς Ὀδυσσέως ναυσὶ Λαιστρυγόνες ἐπέλθοιεν γίγασι καὶ οὐκ ἀνδράσιν εἰκασμένοι, ἐποίησε δὲ καὶ τὸν βασιλέα τῶν Φαιάκων λέγοντα εἶναι τοὺς Φαίακας θεῶν ἐγγὺς ὥσπερ Κύκλωπας καὶ τὸ γιγάντων ἔθνος. | Homer makes no mention of Giants in the Iliad, but in the Odyssey he describes how the Laestrygonians attacked Odysseus' ships—beings he compares more to giants than men; he also has the king of the Phaeacians say that the Phaeacians are close kin to the gods, just as are the Cyclopes and the tribe of Giants. | γίγας δέ ἐν μέν Ἰλιάς οὐδείς ποιέω Ὅμηρος μνήμη ἐν Ὀδυσσεία δέ γράφω μέν ὡς ὁ Ὀδυσσεύς ναῦς Λαιστρυγών ἐπέρχομαι γίγας καί οὐ ἀνήρ εἰκάζω ποιέω δέ καί ὁ βασιλεύς ὁ Φαίακες λέγω εἰμί ὁ Φαίαξ θεός ἐγγύς ὥσπερ Κύκλωψ καί ὁ γίγας ἔθνος | 0 |
| 8.29.2 | 2 | ἔν τε οὖν τούτοις δηλοῖ θνητοὺς ὄντας καὶ οὐ θεῖον γένος τοὺς γίγαντας καὶ σαφέστερον ἐν τῷδε ἔτι, | Thus, in these passages, Homer clearly indicates that the Giants are mortal and not of divine race, and even more explicitly here: | εἰμί τε οὖν οὗτος δηλόω θνητός εἰμί καί οὐ θεῖος γένος ὁ γίγας καί σαφής ἐν ὅδε ἔτι | 0 |
| 8.29.2 | 3 | ὅς ποθʼ ὑπερθύμοισι γιγάντεσσιν βασίλευεν· ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός. | "who once ruled over the arrogant Giants, but he destroyed the reckless people, and was himself destroyed." | ὅς ποτέ ὑπέρθυμος γίγας βασιλεύω ἀλλά ὁ μέν ὄλλυμι λαός ἀτάσθαλος ὄλλυμι δέ αὐτός | 0 |
| 8.29.2 | 4 | ἐθέλουσι δʼ αὐτῷ λαὸς ἐν τοῖς ἔπεσιν ἀνθρώπων οἱ πολλοὶ καλεῖσθαι. | Yet in these verses, the majority of men wish to be called by the term 'people.' | ἐθέλω δέ αὐτός λαός ἐν ὁ ἔπος ἀνήρ ὁ πολύς καλέω | 0 |
| 8.29.3 | 1 | δράκοντας δὲ ἀντὶ ποδῶν τοῖς γίγασιν εἶναι, πολλαχῇ τε ὁ λόγος ἄλλῃ καὶ ἐν τῷδε ἐδείχθη μάλιστα ὡς ἔστιν εὐήθης. | That giants had serpents instead of feet has seemed, here as in many other places, an exceedingly foolish story. | δράκων δέ ἀντί πούς ὁ γίγας εἰμί πολλαχῇ τε ὁ λόγος ἄλλος καί ἐν ὅδε δείκνυμι μάλιστα ὡς εἰμί εὐήθης | 0 |
| 8.29.3 | 2 | Ὀρόντην τὸν Σύρων ποταμὸν οὐ τὰ πάντα ἐν ἰσοπέδῳ μέχρι θαλάσσης ῥέοντα, ἀλλὰ ἐπὶ κρημνόν τε ἀπορρῶγα καὶ ἐς κάταντες ἀπʼ αὐτοῦ φερόμενον, ἠθέλησεν ὁ Ῥωμαίων βασιλεὺς ἀναπλεῖσθαι ναυσὶν ἐκ θαλάσσης ἐς Ἀντιόχειαν πόλιν· ἔλυτρον οὖν σὺν πόνῳ τε καὶ δαπάνῃ χρημάτων ὀρυξάμενος ἐπιτήδειον ἐς τὸν ἀνάπλουν, ἐξέτρεψεν ἐς τοῦτο τὸν ποταμόν. | When the Roman emperor desired to sail upriver by ship from the sea to the city of Antioch upon the Orontes, the river of Syria, since the river did not flow at an even level all the way to the sea but rather descended abruptly from a steep cliff, he undertook with great effort and expense of money to construct a suitable artificial channel for sailing upstream, and diverted the river into this canal. | Ὀρόντης ὁ Σῦρος ποταμός οὐ ὁ πᾶς ἐν ἰσοπέδος μέχρι θάλασσα ῥέω ἀλλά ἐπί κρημνός τε ἀπορρώξ καί εἰς κάταντες ἀπό αὐτός φέρω ἐθέλω ὁ Ῥωμαῖος βασιλεύς ἀναπλέω ναῦς ἐκ θάλασσα εἰς Ἀντιόχεια πόλις ἔλυτρον οὖν σύν πόνος τε καί δαπάνη χρῆμα ὀρύσσω ἐπιτήδειος εἰς ὁ ἀνάπλους ἐκτρέπω εἰς οὗτος ὁ ποταμός | 0 |
| 8.29.4 | 1 | ἀναξηρανθέντος δὲ τοῦ ἀρχαίου ῥεύματος, κεραμεᾶ τε ἐν αὐτῷ σορὸς πλέον ἢ ἑνός τε καὶ δέκα εὑρέθη πηχῶν καὶ ὁ νεκρὸς μέγεθός τε ἦν κατὰ τὴν σορὸν καὶ ἄνθρωπος διὰ παντὸς τοῦ σώματος. | When the original stream had dried up, there was discovered in it an earthen coffin more than eleven cubits long, and the corpse inside corresponded to the coffin in size and was human in all parts of the body. | ἀναξηραίνω δέ ὁ ἀρχαῖος ῥεῦμα κεραμεύς τε ἐν αὐτός σορός πλέον ἤ εἷς τε καί δέκα εὑρίσκω πηχῠ́ς καί ὁ νεκρός μέγεθος τε εἰμί κατά ὁ σόρον καί ἄνθρωπος διά πᾶς ὁ σῶμα | 0 |
| 8.29.4 | 2 | τοῦτον τὸν νεκρὸν ὁ ἐν Κλάρῳ ὁ θεός, ἀφικομένων ἐπὶ τὸ χρηστήριον τῶν Σύρων, εἶπεν Ὀρόντην εἶναι, γένους δὲ αὐτὸν εἶναι τοῦ Ἰνδῶν. | When the Syrians came to the oracle at Claros, the god there declared that this corpse was Orontes and that he was descended from the race of Indians. | οὗτος ὁ νεκρός ὁ ἐν κλῆρος ὁ θεός ἀφικνέομαι ἐπί ὁ χρηστήριον ὁ Σῦρος εἶπον Ὀρόντης εἰμί γένος δέ αὐτός εἰμί ὁ Ἰνδός | 0 |
| 8.29.4 | 3 | εἰ δὲ τὴν γῆν τὸ ἀρχαῖον οὖσαν ὑγρὰν ἔτι καὶ ἀνάπλεων νοτίδος θερμαίνων ὁ ἥλιος τοὺς πρώτους ἐποίησεν ἀνθρώπους, ποίαν εἰκός ἐστιν ἄλλην χώραν ἢ προτέραν τῆς Ἰνδῶν ἢ μείζονας ἀνεῖναι τοὺς ἀνθρώπους, ἥ γε καὶ ἐς ἡμᾶς ἔτι καὶ ὄψεως τῷ παραλόγῳ καὶ μεγέθει διάφορα ἐκτρέφει θηρία; | Now, if originally, when the earth was still moist and filled with humidity, the sun warming it fashioned the first human beings, what other region would one reasonably suppose either earlier than India or more likely to have produced greater men, seeing that even in our time India breeds creatures remarkable both for extraordinary appearance and size? | εἰ δέ ὁ γῆ ὁ ἀρχαῖος εἰμί ὑγρός ἔτι καί ἀνάπλεως νοτίς θερμαίνω ὁ ἥλιος ὁ πρῶτος ποιέω ἄνθρωπος ποῖος εἰκός εἰμί ἄλλος χώρα ἤ πρότερος ὁ Ἰνδός ἤ μείζων ἀνίημι ὁ ἄνθρωπος ὅς γε καί εἰς ἐγώ ἔτι καί ὄψις ὁ παράλογος καί μέγεθος διάφορος ἐκτρέφω θηρίον | 0 |
| 8.29.5 | 1 | τοῦ δὲ χωρίου τοῦ ὀνομαζομένου Βάθους σταδίους ὡς δέκα ἀφέστηκεν ἡ καλουμένη Βασιλίς· | About ten stades from the place called Bathos is the site named Basilis. | ὁ δέ χωρίον ὁ ὀνομάζω βάθος στάδιον ὡς δέκα ἀφεστήκω ὁ καλέω βασιλίς | 0 |
| 8.29.5 | 2 | ταύτης ἐγένετο οἰκιστὴς Κύψελος ὁ Κρεσφόντῃ τῷ Ἀριστομάχου τὴν θυγατέρα ἐκδούς· | Cypselus was its founder, having given his daughter in marriage to Cresphontes, the son of Aristomachus. | οὗτος γίγνομαι οἰκιστής Κύψελος ὁ Κρέσφοντης ὁ Ἀριστόμαχος ὁ θυγάτηρ ἐκδίδωμι | 0 |
| 8.29.5 | 3 | ἐπʼ ἐμοῦ δὲ ἐρείπια ἡ Βασιλὶς ἦν καὶ Δήμητρος ἱερὸν ἐν αὐτοῖς ἐλείπετο Ἐλευσινίας. | In my time Basilis was in ruins, and among these ruins there still remained a temple of Demeter Eleusinia. | ἐπί ἐγώ δέ ἐρείπιον ὁ βασιλίς εἰμί καί Δημήτηρ ἱερός ἐν αὐτός λείπω Ἐλευσινίας | 0 |
| 8.29.5 | 4 | ἐντεῦθεν δὲ προϊὼν τὸν Ἀλφειὸν αὖθις διαβήσῃ καὶ ἐπὶ Θωκνίαν ἀφίξῃ, τὸ ὄνομα ἀπὸ Θώκνου τοῦ Λυκάονος ἔχουσαν, ἐς ἅπαν δὲ ἐφʼ ἡμῶν ἔρημον· | Proceeding from there, you again cross the Alpheios and reach Thoknia, named after Thoknos, the son of Lycaon, but wholly deserted by our day. | ἐντεῦθεν δέ πρόειμι ὁ Ἀλφειός αὖθις διαβαίνω καί ἐπί θωκνία ἀφικνέομαι ὁ ὄνομα ἀπό θώκνος ὁ Λυκάων ἔχω εἰς ἅπας δέ ἐπί ἐγώ ἔρημος | 0 |
| 8.29.5 | 5 | ἐλέγετο δὲ ὁ Θῶκνος ἐν τῷ λόφῳ κτίσαι τὴν πόλιν. | Thoknos was said to have built the city on a hill. | λέγω δέ ὁ θῶκνος ἐν ὁ λόφος κτίζω ὁ πόλις | 0 |
| 8.29.5 | 6 | ποταμὸς δὲ ὁ Ἀμίνιος ῥέων παρὰ τὸν λόφον ἐς τὸν Ἑλισσόντα ἐκδίδωσι, καὶ οὐ πολὺ ἄπωθεν ἐς τὸν Ἀλφειὸν ὁ Ἑλισσών. | The river Aminius flows by this hill and empties into the Helisson, and not far away the Helisson itself joins the Alpheios. | ποταμός δέ ὁ ἀμίνιος ῥέω παρά ὁ λόφος εἰς ὁ ἑλίσσω ἐκδίδωμι καί οὐ πολύς ἄπωθεν εἰς ὁ Ἀλφειός ὁ ἑλίσσω | 0 |