Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 8.3

PassageSentenceGreekEnglishLemma FormsMissing
8.3.1 1 τρίτῃ δὲ ὕστερον γενεᾷ μετὰ Πελασγὸν ἔς τε πόλεων καὶ ἐς ἀνθρώπων πλῆθος ἐπέδωκεν ἡ χώρα. In the third generation after Pelasgos, the country increased greatly, both in the number of cities and in population. τρίτος δέ ὕστερον γενεά μετά Πελασγός εἰς τε πόλις καί εἰς ἀνήρ πλῆθος ἐπιδίδωμι ὁ χώρα 0
8.3.1 2 Νύκτιμος μὲν γὰρ πρεσβύτατός τε ἦν καὶ εἶχε τὸ πᾶν κράτος· οἱ δὲ ἄλλοι παῖδες τοῦ Λυκάονος πόλεις ἐνταῦθα ἔκτιζον ἔνθα ἑκάστῳ μάλιστα ἦν κατὰ γνώμην. Nyctimus was the eldest and held supreme power, while the other sons of Lycaon established cities, each according to his own inclination. νύκτιμος μέν γάρ πρεσβύτατος τε εἰμί καί ἔχω ὁ πᾶς κράτος ὁ δέ ἄλλος παῖς ὁ Λυκάων πόλις ἐνταῦθα κτίζω ἔνθα ἕκαστος μάλιστα εἰμί κατά γνώμη 0
8.3.1 3 Πάλλας μὲν καὶ Ὀρεσθεὺς καὶ Φίγαλος Παλλάντιον, Ὀρεσθεὺς δὲ Ὀρεσθάσιον, Φιγαλίαν δὲ οἰκίζει Φίγαλος. Pallas, Orestheus, and Phigalos founded Pallantium; Orestheus established Oresthasion; and Phigalos founded Phigaleia. πάλλας μέν καί Ὀρέστης καί φίγαλος Παλλάντιον Ὀρέστης δέ ὀρεσθάσιον φιγαλία δέ οἰκίζω φίγαλος 0
8.3.2 1 Παλλαντίου μὲν δὴ καὶ Στησίχορος ὁ Ἱμεραῖος ἐν Γηρυονηίδι ἐποιήσατο μνήμην· Indeed, even Stesichorus of Himera makes mention of Pallantium in his "Geryoneïs." Παλλάντιον μέν δή καί Στησίχορος ὁ ἱμεραῖος ἐν Γηρυονίδης ποιέω μνήμη 0
8.3.2 2 Φιγαλία δὲ καὶ Ὀρεσθάσιον ἐν χρόνῳ μεταβάλλουσι τὰ ὀνόματα, Ὀρέστειόν τε ἀπὸ Ὀρέστου κληθεῖσα τοῦ Ἀγαμέμνονος καὶ Φιαλία ἀπὸ τοῦ Βουκολίωνος παιδὸς Φιάλου. Phigalia and Oresthasion, however, changed their names over time; the first called Oresteion after Orestes, son of Agamemnon, and Phialia after Phialus, son of Bucolion. Φιγαλεία δέ καί ὀρεσθάσιον ἐν χρόνος μεταβάλλω ὁ ὄνομα Ὀρέστειος τε ἀπό Ὀρέστης καλέω ὁ Ἀγαμέμνων καί φιάλη ἀπό ὁ βουκολίων παῖς φιάλη 0
8.3.2 3 Τραπεζεὺς δὲ καὶ Δασεάτας καὶ Μακαρεὺς καὶ Ἑλισσὼν καὶ Ἄκακός τε καὶ Θῶκνος Θωκνίαν πόλιν, ὁ δὲ Ἀκακήσιον ἔκτισεν· Trapezeus, Daseatas, Macareus, Helisson, Akakos and Thoknos also founded cities: Thoknos founded Thoknia, and Akakos founded Akakesion. τραπεζεύς δέ καί δασεάτης καί Μακαρεύς καί ἑλίσσω καί ἄκακος τε καί θῶκνος θωκνία πόλις ὁ δέ Ἀκακήσιος κτίζω 0
8.3.2 4 ἀπὸ τούτου δὲ τοῦ Ἀκάκου καὶ Ὅμηρος λόγῳ τῷ Ἀρκάδων ἐς Ἑρμῆν ἐποίησεν ἐπίκλησιν· It is from this same Akakos that Homer, following the Arcadian tradition, derived an epithet for Hermes. ἀπό οὗτος δέ ὁ ἀκάκος καί Ὅμηρος λόγος ὁ Ἀρκάς εἰς Ἑρμῆς ποιέω ἐπίκλησις 0
8.3.3 1 ἀπὸ δὲ Ἑλισσόντος ἥ τε πόλις καὶ ὁ ποταμὸς Ἑλισσὼν τὰ ὀνόματα ἐσχήκασιν, ὡσαύτως δὲ καὶ Μακαρία τε καὶ Δασέα καὶ Τραπεζοῦς ἀπὸ τῶν Λυκάονος ἐκλήθησαν καὶ αὗται παίδων. Both the city and the river Elisson have received their names from Elisson; similarly, Makaria, Dasea, and Trapezus were also named after the sons of Lycaon. ἀπό δέ ἑλίσσω ὅς τε πόλις καί ὁ ποταμός ἑλίσσω ὁ ὄνομα σχήκω ὡσαύτως δέ καί μακάριος τε καί δασύς καί τραπεζούς ἀπό ὁ Λυκάων καλέω καί οὗτος παῖς 0
8.3.3 2 Ὀρχομενὸς δὲ ἐγένετο οἰκιστὴς Μεθυδρίου τε καλουμένης καὶ Ὀρχομενίων, οὓς ἐν τοῖς ἔπεσι πολυμήλους ὠνόμασεν Ὅμηρος. Orchomenus was the founder of both Methydrium and the city called Orchomenus, whose inhabitants Homer in his verses referred to as "rich in sheep." Ορχομενός δέ γίγνομαι οἰκιστής Μεθύδριον τε καλέω καί Ὀρχομένιος ὅς ἐν ὁ ἔπος πολυμήλης ὀνομάζω Ὅμηρος 0
8.3.3 3 ὑπὸ δὲ Ὑψοῦντος καὶ Μελαινεαί τε ἐκτίσθησαν καὶ Ὑψοῦς, ἔτι δὲ Θυραῖόν τε καὶ Αἱμονιαί· By Hypsus were founded both Melaneae and Hypsus itself, as well as Thyraeum and Haemoniae. ὑπό δέ ὑψόω καί μελαινεός τε κτίζω καί ὕψος ἔτι δέ θυραῖος τε καί Ἀιμονία 0
8.3.3 4 δόξῃ δὲ τῇ Ἀρκάδων καὶ ἡ Θυρέα ἡ ἐν τῇ Ἀργολίδι γῇ καὶ ὁ Θυρεάτης καλούμενος κόλπος ἀπὸ τοῦ Θυραίου τούτου τὰ ὀνόματα ἐσχήκασι. According to Arcadian tradition, Thyrea in Argolis and the so-called Thyreatic Gulf derived their names from this Thyraeum. δόξα δέ ὁ Ἀρκάς καί ὁ θυρέα ὁ ἐν ὁ Ἀργολίς γῆ καί ὁ θυρεάτης καλέω κόλπος ἀπό ὁ θυραίος οὗτος ὁ ὄνομα σχήκω 0
8.3.4 1 Μαντινεὺς δὲ καὶ Τεγεάτης καὶ Μαίναλος, ὁ μὲν τῶν ἐν Ἀρκαδίᾳ πόλεων ὀνομαστοτάτην τὸ ἀρχαῖον Μαίναλον, Τεγεάτης δὲ καὶ Μαντινεὺς Τεγέαν κτίζουσι καὶ Μαντίνειαν. Mantineus and Tegeates and Maenalus—Maenalus, in fact, established the city Maenalus, anciently the most renowned of the cities in Arcadia, while Tegeates and Mantineus founded Tegea and Mantinea respectively. Μαντινεύς δέ καί Τεγεάτης καί Μαίναλος ὁ μέν ὁ ἐν Ἀρκαδία πόλις ὀνομαστός ὁ ἀρχαῖος Μαίναλον Τεγεάτης δέ καί Μαντινεύς Τεγέα κτίζω καί Μαντίνεια 0
8.3.4 2 ὠνομάσθησαν δὲ καὶ ἀπὸ Κρώμου Κρῶμοι, καὶ Χαρισία Χαρίσιον ἔχουσα οἰκιστήν, Τρικόλωνοι δὲ ἀπὸ Τρικολώνου, καὶ ἀπὸ μὲν Περαίθου Περαιθεῖς, Ἀσέα δὲ ἀπὸ Ἀσεάτα καὶ ἀπὸ Λυκέως Λυκόα καὶ Σουματία ἀπὸ Σουματέως· They were also named Kromoi from Cromus, and Charisia after its founder Charisios; Trikolonoi after Trikolon; Peraithoi after Peraithos; Asea from Aseatas; Lykoa from Lykeus; and Soumatia from Soumateus. ὀνομάζω δέ καί ἀπό Κῶμος Κρῶμοι καί χαρισία χαρίσιον ἔχω οἰκιστής τρικόλωνος δέ ἀπό τρικολωνός καί ἀπό μέν περαιτέρω Περαιθεῖς Ἀσαία δέ ἀπό Ἀσεάτης καί ἀπό Λυκεύς λυκόον καί σουματία ἀπό σουματεύς 0
8.3.4 3 Ἀλίφηρος δὲ καὶ Ἡραιεὺς ἐπώνυμοι καὶ οὗτοι πόλεσίν εἰσιν ἀμφότεροι. Alipherus and Heraieus are likewise eponymous founders, each giving their names to their respective cities, Alipheira and Heraia. ἀλίφηρος δέ καί Ἡραιεύς ἐπώνυμος καί οὗτος πόλις εἰμί ἀμφότερος 0
8.3.5 1 Οἴνωτρος δὲ ὁ τῶν παίδων νεώτατος Λυκάονι ἀρσένων Νύκτιμον τὸν ἀδελφὸν χρήματα καὶ ἄνδρας αἰτήσας ἐπεραιώθη ναυσὶν ἐς Ἰταλίαν, καὶ ἡ Οἰνωτρία χώρα τὸ ὄνομα ἔσχεν ἀπὸ Οἰνώτρου βασιλεύοντος. Oenotrus, the youngest of the sons of Lycaon, requested money and men from his brother Nyctimus, and then sailed across by ships to Italy; from its king Oenotrus, the region of Oenotria received its name. Οἴνωτρος δέ ὁ ὁ παῖς νεώτατος Λυκάων ἀρσένων νύκτιμος ὁ ἀδελφός χρῆμα καί ἀνήρ αἰτέω περαιόω ναῦς εἰς Ἰταλία καί ὁ Οἰνωτρία χώρα ὁ ὄνομα ἔχω ἀπό οἰνῶτρος βασιλεύω 0
8.3.5 2 οὗτος ἐκ τῆς Ἑλλάδος ἐς ἀποικίαν στόλος πρῶτος ἐστάλη· ἀναριθμουμένῳ δὲ ἐς τὸ ἀκριβέστατον οὐδὲ ἐκ τῶν βαρβάρων οὐδένες πρότερον ἢ Οἴνωτρος ἀφίκοντο ἐς τὴν ἀλλοδαπήν. This was the first colony dispatched from Greece. οὗτος ἐκ ὁ Ἑλλάς εἰς ἀποικία στόλος πρῶτος στέλλω ἀναριθμέω δέ εἰς ὁ ἀκριβής οὐδέ ἐκ ὁ βάρβαρος οὐδείς πρότερον ἤ Οἴνωτρος ἀφικνέομαι εἰς ὁ ἀλλοδαπός 0
8.3.6 1 ἐπὶ δὲ τῷ γένει παντὶ τῷ ἄρσενι θυγάτηρ Λυκάονι ἐγένετο Καλλιστώ. Within the entirety of Lycaon's male offspring, there was born to him a daughter named Callisto. ἐπί δέ ὁ γένος πᾶς ὁ ἄρσην θυγάτηρ Λυκάων γίγνομαι Καλλιστώ 0
8.3.6 2 ταύτῃ τῇ Καλλιστοῖ---λέγω δὲ τὰ λεγόμενα ὑπὸ Ἑλλήνων---συνεγένετο ἐρασθεὶς Ζεύς· To this Callisto—as I am repeating the story that the Greeks tell—Zeus became passionately attracted and lay with her. οὗτος ὁ κάλλιστος λέγω δέ ὁ λέγω ὑπό Ἕλλην γίγνομαι ἐράομαι Ζεύς 0
8.3.6 3 Ἥρα δὲ ὡς ἐφώρασεν, ἐποίησεν ἄρκτον τὴν Καλλιστώ, Ἄρτεμις δὲ ἐς χάριν τῆς Ἥρας κατετόξευσεν αὐτήν. When Hera perceived this, she transformed Callisto into a bear; Artemis, wishing to please Hera, shot her down with arrows. Ἥρα δέ ὡς φωράω ποιέω ἄρκτος ὁ Καλλιστώ Ἄρτεμις δέ εἰς χάρις ὁ Ἥρα κατατοξεύω αὐτός 0
8.3.6 4 καὶ ὁ Ζεὺς Ἑρμῆν πέμπει σῶσαι τὸν παῖδά οἱ προστάξας, ὃν ἐν τῇ γαστρὶ εἶχεν ἡ Καλλιστώ· Zeus dispatched Hermes with orders to save the child whom Callisto was carrying in her womb. καί ὁ Ζεύς Ἑρμῆς πέμπω σῴζω ὁ παῖς ὁ προστάσσω ὅς ἐν ὁ γαστήρ ἔχω ὁ Καλλιστώ 0
8.3.7 1 Καλλιστὼ δὲ αὐτὴν ἐποίησεν ἀστέρας καλουμένην ἄρκτον μεγάλην, ἧς καὶ Ὅμηρος ἐν Ὀδυσσέως ἀνάπλῳ παρὰ Καλυψοῦς μνήμην ἔσχε· And he turned Callisto herself into the stars called the Great Bear, which Homer mentions in the voyage of Odysseus departing from Calypso: Καλλιστώ δέ αὐτός ποιέω ἀστήρ καλέω ἄρκτος μέγας ὅς καί Ὅμηρος ἐν Ὀδυσσεύς ἀνάπλῳ παρά καλυψοῦς μνήμη ἔχω 0
8.3.7 2 Πληιάδας τʼ ἐσορῶντα καὶ ὀψὲ δύοντα Βοώτην ἄρκτον θʼ, ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν. Hom. Od. 5.272 "Gazing upon the Pleiades and late-setting Boötes, And the Bear, which they also call by the name Wagon." (Homer, Odyssey 5.272) Πλειάς τε ὁράω καί ὀψέ δύω βοώτης ἄρκτος τε ὅς καί ἅμαξα ἐπίκλησις καλέω 0
8.3.7 3 ἔχοιεν δʼ ἂν καὶ ἄλλως τὸ ὄνομα οἱ ἀστέρες ἐπὶ τιμῇ τῇ Καλλιστοῦς, ἐπεὶ τάφον γε αὐτῆς ἀποφαίνουσιν οἱ Ἀρκάδες. Indeed, the stars might otherwise have received their name in honor of Callisto, since the Arcadians point out her tomb. ἔχω δέ ἄν καί ἄλλως ὁ ὄνομα ὁ ἀστήρ ἐπί τιμή ὁ κάλλιστος ἐπεί τάφος γε αὐτός ἀποφαίνω ὁ Ἀρκάς 0