Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 8.36

PassageSentenceGreekEnglishLemma FormsMissing
8.36.1 1 τὸ ἀπὸ τούτου δὲ ἐς μνήμην οὐδὲν ἄλλο ὅτι εἰ μὴ αὐτὸ τὸ Μεθύδριον λείπεται· After this, nothing worth recalling remains except Methydrium itself. ὁ ἀπό οὗτος δέ εἰς μνήμη οὐδέν ἄλλος ὅτι εἰ μή αὐτός ὁ Μεθύδριον λείπω 0
8.36.1 2 ὁδὸς δὲ ἐκ Τρικολώνων ἐς αὐτὸ στάδιοι τριῶν δέοντες τεσσαράκοντα καὶ ἑκατόν. The road from Tricoloni to this place measures one hundred and thirty-seven stades. ὁδός δέ ἐκ Τρικόλωνοι εἰς αὐτός στάδιος τρεῖς δέω τεσσαράκοντα καί ἑκατόν 0
8.36.1 3 ὠνομάσθη μὲν δὴ Μεθύδριον, ὅτι κολωνός ἐστιν ὑψηλὸς Μαλοίτα τε ποταμοῦ καὶ Μυλάοντος μέσος, ἐφʼ ᾧ τὴν πόλιν ὁ Ὀρχομενὸς ᾤκιζε· Methydrium received its name because it stands upon a high hill situated between the rivers Maloetas and Mylaon, where Orchomenus established the city. ὀνομάζω μέν δή Μεθύδριον ὅτι κολωνός εἰμί ὑψηλός Μαλοίτα τε ποταμός καί μυλάων μέσος ἐπί ὅς ὁ πόλις ὁ Ορχομενός οἰκίζω 0
8.36.1 4 πρὶν δὲ ἢ συντελεῖν ἐς τὸ Μεγαλοπολιτικόν, γεγόνασι καὶ Μεθυδριεῦσιν ἀνδράσιν Ὀλυμπικαὶ νῖκαι. Even before the establishment of Megalopolis, men from Methydrium had already attained victories at the Olympic Games. πρίν δέ ἤ συντελέω εἰς ὁ μεγαλοπολιτικός γίγνομαι καί Μεθυδριεύς ἀνήρ Ὀλυμπικός νίκη 0
8.36.2 1 ἔστι δὲ ἐν Μεθυδρίῳ Ποσειδῶνός τε Ἱππίου ναός, οὗτος μὲν ἐπὶ τῷ Μυλάοντί ἐστι· There is in Methydrium a temple of Poseidon Hippios, situated along the river Mylaon. εἰμί δέ ἐν Μεθύδριον Ποσειδῶν τε Ἱππίου ναός οὗτος μέν ἐπί ὁ μυλάων εἰμί 0
8.36.2 2 τὸ δὲ ὄρος τὸ Θαυμάσιον καλούμενον κεῖται μὲν ὑπὲρ τὸν ποταμὸν τὸν Μαλοίταν, The mountain called Thaumasios stretches above the river Maloetas. ὁ δέ ὄρος ὁ θαυμάσιος καλέω κεῖμαι μέν ὑπέρ ὁ ποταμός ὁ Μαλοίτας 0
8.36.2 3 ἐθέλουσι δὲ οἱ Μεθυδριεῖς τὴν Ῥέαν, ἡνίκα τὸν Δία εἶχεν ἐν τῇ γαστρί, ἐς τοῦτο ἀφικέσθαι τὸ ὄρος, παρασκευάσασθαι δὲ αὑτῇ καὶ βοήθειαν, ἢν ὁ Κρόνος ἐπʼ αὐτὴν ἴῃ, τόν τε Ὁπλάδαμον καὶ ἄλλους ὅσοι περὶ ἐκεῖνον ἦσαν γίγαντες· The people of Methydrium say that Rhea, when she was pregnant with Zeus, came to this mountain and there prepared for herself a defense against Cronus, in case he attacked her, enlisting Hopladamos and other giants who were with him. ἐθέλω δέ ὁ Μεθυδριεύς ὁ ῥέω ἡνίκα ὁ διά ἔχω ἐν ὁ γαστήρ εἰς οὗτος ἀφικνέομαι ὁ ὄρος παρασκευάζω δέ αὐτός καί βοήθεια ἐάν ὁ Κρόνος ἐπί αὐτός εἶμι ὁ τε ὁπλάδαμος καί ἄλλος ὅσος περί ἐκεῖνος εἰμί γίγας 0
8.36.3 1 καὶ τεκεῖν μὲν συγχωροῦσιν αὐτὴν ἐν μοίρᾳ τινὶ τοῦ Λυκαίου, τὴν δὲ ἐς τὸν Κρόνον ἀπάτην καὶ ἀντὶ τοῦ παιδὸς τὴν λεγομένην ὑπὸ Ἑλλήνων ἀντίδοσιν τοῦ λίθου γενέσθαι φασὶν ἐνταῦθα. They agree that she gave birth on some part of Mount Lykaion, and also say that it was here that occurred the deception against Cronus and the substitution of the stone for the child, a substitution called by the Greeks an "antidosis." καί τίκτω μέν συγχωρέω αὐτός ἐν μοῖρα τις ὁ λυκαῖος ὁ δέ εἰς ὁ Κρόνος ἀπάτη καί ἀντί ὁ παῖς ὁ λέγω ὑπό Ἕλλην ἀντίδοσις ὁ λίθος γίγνομαι φημί ἐνταῦθα 0
8.36.3 2 ἔστι δὲ πρὸς τῇ κορυφῇ τοῦ ὄρους σπήλαιον τῆς Ῥέας, καὶ ἐς αὐτὸ ὅτι μὴ γυναιξὶ μόναις ἱεραῖς τῆς θεοῦ ἀνθρώπων γε οὐδενὶ ἐσελθεῖν ἔστι τῶν ἄλλων. Near the summit of the mountain there is a cave sacred to Rhea, into which none may enter among men, except only women who serve as priestesses to the goddess. εἰμί δέ πρός ὁ κορυφή ὁ ὄρος σπήλαιον ὁ ῥέας καί εἰς αὐτός ὅτι μή γυνή μόνος ἱερός ὁ θεός ἀνήρ γε οὐδείς εἰσέρχομαι εἰμί ὁ ἄλλος 0
8.36.4 1 Μεθυδρίου δὲ ὡς τριάκοντα ἀπέχει σταδίους Νυμφασία πηγή· From Methydrium at a distance of about thirty stades is a spring called Nymphasia; Μεθύδριον δέ ὡς τριάκοντα ἀπέχω στάδιον Νυμφασία πηγή 0
8.36.4 2 τοσοῦτοι δὲ ἀπὸ Νυμφασίας ἕτεροι πρὸς τοὺς Μεγαλοπολιτῶν εἰσι καὶ Ὀρχομενίων τε κοινοὺς καὶ Καφυατῶν ὅρους. from Nymphasia it is likewise about another thirty stades to the boundaries shared jointly by the Megalopolitans, Orchomenians, and Caphyatans. τοσοῦτος δέ ἀπό Νυμφασίας ἕτερος πρός ὁ μεγαλοπολίτης εἰμί καί Ὀρχομένιος τε κοινός καί καφυατός ὅρος 0
8.36.5 1 Μεγαλοπολίταις δὲ διὰ τῶν ἐπὶ τὸ ἕλος ὀνομαζομένων πυλῶν, διὰ τούτων ὁδεύουσιν ἐς Μαίναλον παρὰ τὸν ποταμὸν τὸν Ἑλισσόντα ἔστι τῆς ὁδοῦ ἐν ἀριστερᾷ Ἀγαθοῦ θεοῦ ναός· For the Megalopolitans, as one goes through the gate known as the Gate toward the Marsh, by this road heading toward Maenalus alongside the river Helisson, there is on the left a temple of the Good God. μεγαλοπολίτης δέ διά ὁ ἐπί ὁ ἕλος ὀνομάζω πύλη διά οὗτος ὁδεύω εἰς Μαίναλον παρά ὁ ποταμός ὁ ἑλίσσω εἰμί ὁ ὁδός ἐν ἀριστερός ἀγαθός θεός ναός 0
8.36.5 2 εἰ δὲ ἀγαθῶν οἱ θεοὶ δοτῆρές εἰσιν ἀνθρώποις, Ζεὺς δὲ ὕπατος θεῶν ἐστιν, ἑπόμενος ἄν τις τῷ λόγῳ τὴν ἐπίκλησιν ταύτην Διὸς τεκμαίροιτο εἶναι. Now if the gods indeed bestow good things upon people, and Zeus is supreme among the gods, one might reasonably conclude from this argument that this epithet refers to Zeus. εἰ δέ ἀγαθός ὁ θεός δοτήρ εἰμί ἄνθρωπος Ζεύς δέ ὕπατος θεός εἰμί ἕπομαι ἄν τις ὁ λόγος ὁ ἐπίκλησις οὗτος Ζεύς τεκμαίρομαι εἰμί 0
8.36.5 3 προελθόντι δὲ οὐ πολὺ ἔστι μὲν γῆς χῶμα Ἀριστοδήμου τάφος, ὃν οὐδὲ τυραννοῦντα ἀφείλοντο μὴ ἐπονομάσαι Χρηστόν. A little further along is an earthen mound, the tomb of Aristodemus, whom they did not refrain from calling 'the Good', even though he was a tyrant. προέρχομαι δέ οὐ πολύς εἰμί μέν γῆ χῶμα Ἀριστόδημος τάφος ὅς οὐδέ τυραννέω ἀφαιρέω μή ἐπονομάζω χρηστός 0
8.36.5 4 ἔστι δὲ Ἀθηνᾶς ἱερὸν ἐπίκλησιν Μαχανίτιδος, ὅτι βουλευμάτων ἐστὶν ἡ θεὸς παντοίων καὶ ἐπιτεχνημάτων εὑρέτις. There is also a sanctuary of Athena surnamed Machanitis ("the Inventive"), because the goddess is considered the originator of all sorts of strategies and ingenious devices. εἰμί δέ Ἀθηνᾶ ἱερός ἐπίκλησις Μαχανίτις ὅτι βουλεύμα εἰμί ὁ θεός πάντοιος καί ἐπιτέχνημα εὑρέτις 0
8.36.6 1 πεποίηται δὲ ἐν δεξιᾷ τῆς ὁδοῦ Βορέᾳ τῷ ἀνέμῳ τέμενος, καί οἱ Μεγαλοπολῖται θυσίας θύουσιν ἀνὰ πᾶν ἔτος καὶ θεῶν οὐδενὸς Βορέαν ὕστερον ἄγουσιν ἐν τιμῇ, ἅτε σωτῆρα γενόμενόν σφισιν ἀπὸ Λακεδαιμονίων τε καὶ Ἄγιδος. On the right side of the road, there is a precinct sacred to the wind Boreas, and the Megalopolitans offer sacrifices to him every year, granting Boreas honors second to none among the gods, for he became their savior from the Lacedaemonians and from King Agis. ποιέω δέ ἐν δεξιός ὁ ὁδός Βορέας ὁ ἄνεμος τέμενος καί ὁ Μεγαλοπολίτης θυσία θύω ἀνά πᾶς ἔτος καί θεός οὐδείς Βορέας ὕστερον ἄγω ἐν τιμή ἅτε σωτήρ γίγνομαι σφεῖς ἀπό Λακεδαιμόνιος τε καί Ἄγις 0
8.36.6 2 ἑξῆς δὲ Ὀικλέους τοῦ Ἀμφιαράου πατρὸς μνῆμά ἐστιν, εἴ γε δὴ ἐπέλαβεν αὐτὸν τὸ χρεὼν ἐν Ἀρκαδίᾳ καὶ μὴ τῆς ἐπὶ Λαομέδοντα Ἡρακλεῖ στρατείας μετασχόντα. Next follows the tomb of Oicles, the father of Amphiaraus—provided that fate indeed overtook him in Arcadia, and that he did not join Heracles in the expedition against Laomedon. ἑξῆς δέ Ὀίκλης ὁ Ἀμφιάραος πατήρ μνῆμα εἰμί εἰ γε δή ἐπιλαμβάνω αὐτός ὁ χρεών ἐν Ἀρκαδία καί μή ὁ ἐπί Λαομέδων Ἡρακλῆς στρατεία μετέχω 0
8.36.6 3 μετὰ τοῦτό ἐστι Δήμητρος καλουμένης ἐν ἕλει ναός τε καὶ ἄλσος· τοῦτο σταδίοις πέντε ἀπωτέρω τῆς πόλεως, γυναιξὶ δὲ ἐς αὐτὸ ἔσοδός ἐστι μόναις. Beyond this is a temple and a grove sacred to the so-called Demeter in the Marsh, located five stades away from the city, and entrance into this sanctuary is permitted solely to women. μετά οὗτος εἰμί Δημήτηρ καλέω ἐν ἕλει ναός τε καί ἄλσος οὗτος στάδιον πέντε ἀπωτέρω ὁ πόλις γυνή δέ εἰς αὐτός ἔσοδος εἰμί μόνος 0
8.36.7 1 τριάκοντα δέ ἐστιν ἀπωτέρω σταδίοις Παλίσκιος ὀνομαζομένη χώρα· Thirty stadia farther on lies a district called Paliskios. τριάκοντα δέ εἰμί ἀπωτέρω στάδιον παλίσκιος ὀνομάζω χώρα 0
8.36.7 2 ἐκ Παλισκίου δὲ ἀφιέντι μὲν ἐν ἀριστερᾷ τὸν Ἔλαφον ὄντα οὐκ ἀέναον καὶ προελθόντι ὅσον εἴκοσι σταδίους, ἄλλα τε ἐρείπια Περαιθέων καὶ ἱερὸν λείπεται Πανός. From Paliskios, if one leaves the river Elaphos, which is not perennial, on the left and proceeds about twenty stadia, one finds among other ruins those of Peraethae and a sanctuary of Pan. ἐκ παλίσκιος δέ ἀφίημι μέν ἐν ἀριστερός ὁ ἔλαφος εἰμί οὐ ἀέναος καί προέρχομαι ὅσος εἴκοσι στάδιον ἄλλος τε ἐρείπιον περαιθέω καί ἱερός λείπω Πάν 0
8.36.7 3 ἢν δὲ τὸν χειμάρρουν διαβῇς, κατʼ εὐθὺ πέντε μὲν σταδίοις καὶ δέκα ἀπωτέρω τοῦ ποταμοῦ πεδίον ἐστί, διελθόντι δὲ τοῦτο, τὸ ὄρος ὁμώνυμον τῷ πεδίῳ τὸ Ναινάλιον. But if one crosses the torrent, straight ahead fifteen stadia beyond the river there is a plain, and after crossing this plain one reaches Mount Nainalion, bearing the same name as the plain. ἐάν δέ ὁ χειμάρρους διαβαίνω κατά εὐθύς πέντε μέν στάδιον καί δέκα ἀπωτέρω ὁ ποταμός πεδίον εἰμί διέρχομαι δέ οὗτος ὁ ὄρος ὁμώνυμος ὁ πεδίον ὁ Ναινάλιος 0
8.36.7 4 τοῦ δὲ ὄρους ὑπὸ τοῖς καταλήγουσι πόλεως σημεῖα Λυκόας καὶ Ἀρτέμιδος ἱερὸν καὶ ἄγαλμά ἐστι χαλκοῦν Λυκοάτιδος· At the foot of the mountain, along its slopes, there are remains of the city Lykóa, a temple of Artemis, and a bronze statue of Artemis Lykoatis. ὁ δέ ὄρος ὑπό ὁ καταλήγω πόλις σημεῖον λυκόας καί Ἄρτεμις ἱερός καί ἄγαλμα εἰμί χαλκοῦς λυκοάτις 0
8.36.8 1 ἐν δὲ τοῖς κατὰ μεσημβρίαν τοῦ ὄρους Σουμητία ᾤκιστο. On the southern slopes of the mountain was built a settlement named Soumetia. ἐν δέ ὁ κατά μεσημβρία ὁ ὄρος σουμητία οἰκίζω 0
8.36.8 2 ἐν τούτῳ δέ εἰσι τῷ ὄρει καὶ αἱ καλούμεναι Τρίοδοι, καὶ τὰ ὀστᾶ Ἀρκάδος τοῦ Καλλιστοῦς ἀνείλοντο ἐντεῦθεν κατὰ τὸ ἐκ Δελφῶν μάντευμα οἱ Μαντινεῖς. In this same mountain are also the places called Triodoi ("Three Roads"), from where the Mantineans, following an oracle from Delphi, brought back the bones of Arkas, son of Callisto. ἐν οὗτος δέ εἰμί ὁ ὄρος καί ὁ καλέω τρίοδος καί ὁ ὀστέον Ἀρκάς ὁ κάλλιστος αἱρέω ἐντεῦθεν κατά ὁ ἐκ Δελφοί μάντευμα ὁ Μαντινεύς 0
8.36.8 3 λείπεται δὲ καὶ αὐτῆς ἔτι ἐρείπια Μαινάλου, ναοῦ τε σημεῖα Ἀθηνᾶς καὶ στάδιον ἐς ἀθλητῶν ἀγῶνα καὶ τὸ ἕτερον αὐτῶν ἐς ἵππων δρόμον· There still remain ruins of Maenalus itself, traces of a temple dedicated to Athena, a stadium built for athletic contests, and another intended for horse races. λείπω δέ καί αὐτός ἔτι ἐρείπιον μαινάλιος ναός τε σημεῖον Ἀθηνᾶ καί στάδιον εἰς ἀθλητής ἀγών καί ὁ ἕτερος αὐτός εἰς ἵππος δρόμος 0
8.36.8 4 τὸ δὲ ὄρος τὸ Μαινάλιον ἱερὸν μάλιστα εἶναι Πανὸς νομίζουσιν, ὥστε οἱ περὶ αὐτὸ καὶ ἐπακροᾶσθαι συρίζοντος τοῦ Πανὸς λέγουσι. The mountain of Maenalus is considered especially sacred to Pan, and those who dwell around it say they even hear Pan playing his reed pipes. ὁ δέ ὄρος ὁ Μαίναλον ἱερός μάλιστα εἰμί Πάν νομίζω ὥστε ὁ περί αὐτός καί ἐπακροάομαι συρίζω ὁ Πάν λέγω 0
8.36.9 1 τοῦ δὲ τῆς Δεσποίνης ἱεροῦ καὶ Μεγαλοπολιτῶν τοῦ ἄστεως στάδιοι τεσσαράκοντα μεταξύ εἰσιν, Between the sanctuary of Despoina and the city of the Megalopolitans are forty stades. ὁ δέ ὁ δεσποίνα ἱερόν καί μεγαλοπολίτης ὁ ἄστυ στάδιος τεσσαράκοντα μεταξύ εἰμί 0
8.36.9 2 ἥμισυ μὲν τῆς ὁδοῦ πρὸς τοῦ Ἀλφειοῦ τὸ ῥεῦμα· Halfway along the route lies the stream of the Alpheios. ἥμισυς μέν ὁ ὁδός πρός ὁ Ἀλφειός ὁ ῥεῦμα 0
8.36.9 3 διαβάντων δὲ μετὰ μὲν δύο ἀπὸ τοῦ Ἀλφειοῦ σταδίους Μακαρεῶν ἐστιν ἐρείπια, After crossing, two stades from the Alpheios are the ruins of Macareae. διαβαίνω δέ μετά μέν δύο ἀπό ὁ Ἀλφειός στάδιον Μακαρεύς εἰμί ἐρείπιον 0
8.36.9 4 αὐτόθεν δὲ ἐς ἐρείπια ἄλλα τὰ Δασεῶν ἑπτά εἰσι στάδιοι, From there, seven stades further, lie other ruins, those of Daseae. αὐτόθεν δέ εἰς ἐρείπιον ἄλλος ὁ δασεῖς ἑπτά εἰμί στάδιος 0
8.36.9 5 τοσοῦτοι δὲ ἐκ Δασεῶν πρὸς τὸν Ἀκακήσιον ὀνομαζόμενον λόφον. From Daseae to the hill known as Acacesium, the distance is likewise seven stades. τοσοῦτος δέ ἐκ δασεῖς πρός ὁ Ἀκακήσιος ὀνομάζω λόφος 0
8.36.10 1 ὑπὸ τούτῳ δὲ τῷ λόφῳ πόλις τε ἦν Ἀκακήσιον Ἑρμοῦ τε Ἀκακησίου λίθου πεποιημένον ἄγαλμα καὶ ἐς ἡμᾶς ἐστιν ἐπὶ τοῦ λόφου, Below this hill there was the city Akakesion; there still remains even in our time upon the hill a stone image of Hermes Akakesios. ὑπό οὗτος δέ ὁ λόφος πόλις τε εἰμί Ἀκακήσιος Ἑρμῆς τε ἀκακήσιος λίθος ποιέω ἄγαλμα καί εἰς ἐγώ εἰμί ἐπί ὁ λόφος 0
8.36.10 2 τραφῆναι δὲ Ἑρμῆν παῖδα αὐτόθι καὶ Ἄκακον τὸν Λυκάονος γενέσθαι οἱ τροφέα Ἀρκάδων ἐστὶν ἐς αὐτὸν λόγος· There is a tradition among the Arcadians concerning him that Hermes was reared there as a child, and that Akakos, son of Lycaon, became his foster father. τρέφω δέ Ἑρμῆς παῖς αὐτόθι καί ἄκακος ὁ Λυκάων γίγνομαι ὁ Τροφεύς Ἀρκάς εἰμί εἰς αὐτός λόγος 0
8.36.10 3 διάφορα δὲ τούτοις Θηβαῖοι καὶ αὖθις οὐχ ὁμολογοῦντα τοῖς Θηβαίων Ταναγραῖοι λέγουσιν. On these points, however, the Thebans differ, and the Tanagraeans, disagreeing in turn with the account of the Thebans, have yet another version. διάφορος δέ οὗτος Θηβαῖος καί αὖθις οὐ ὁμολογέω ὁ Θηβαῖος Ταναγραῖος λέγω 0