Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.37.1 | 1 | ἀπὸ δὲ Ἀκακησίου τέσσαρας σταδίους ἀπέχει τὸ ἱερὸν τῆς Δεσποίνης. | The sanctuary of Despoina lies four stades from Akakesion. | ἀπό δέ ἀκακήσιος τέσσαρες στάδιον ἀπέχω ὁ ἱερός ὁ δεσποίνα | 0 |
| 8.37.1 | 2 | πρῶτα μὲν δὴ αὐτόθι Ἡγεμόνης ναός ἐστιν Ἀρτέμιδος καὶ χαλκοῦν ἄγαλμα ἔχον δᾷδας ---ποδῶν ἓξ εἶναι μάλιστα αὐτὸ εἰκάζομεν---, ἐντεῦθεν δὲ ἐς τὸν ἱερὸν περίβολον τῆς Δεσποίνης ἐστὶν ἔσοδος. | At first there stands the temple of Artemis Hegemone, housing a bronze statue holding torches—we estimate it to stand around six feet tall; from there, one enters the sacred enclosure of Despoina. | πρῶτος μέν δή αὐτόθι ἡγεμών ναός εἰμί Ἄρτεμις καί χαλκοῦς ἄγαλμα ἔχω δᾷς πούς ἕξ εἰμί μάλιστα αὐτός εἰκάζω ἐντεῦθεν δέ εἰς ὁ ἱερός περίβολος ὁ δεσποίνα εἰμί ἔσοδος | 0 |
| 8.37.1 | 3 | ἰόντων δὲ ἐπὶ τὸν ναὸν στοά τέ ἐστιν ἐν δεξιᾷ καὶ ἐν τῷ τοίχῳ λίθου λευκοῦ τύποι πεποιημένοι, καὶ τῷ μέν εἰσιν ἐπειργασμέναι Μοῖραι καὶ Ζεὺς ἐπίκλησιν Μοιραγέτης, δευτέρῳ δὲ Ἡρακλῆς τρίποδα Ἀπόλλωνα ἀφαιρούμενος· | Approaching the temple, there is a portico on the right side, and on its wall are reliefs carved in white marble: on the first relief are portrayed the Fates and Zeus surnamed Moiragetes; on the second is depicted Heracles taking away Apollo's tripod. | εἶμι δέ ἐπί ὁ ναός στοά τε εἰμί ἐν δεξιός καί ἐν ὁ τοίχος λίθος λευκός τύπος ποιέω καί ὁ μέν εἰμί ἐπειργάζομαι μοῖρα καί Ζεύς ἐπίκλησις μοιραγέτης δεύτερος δέ Ἡρακλῆς τρίπους Ἀπόλλων ἀφαιρέω | 0 |
| 8.37.1 | 4 | ὁποῖα δὲ ἐς αὐτοὺς ἐπυνθανόμην γενέσθαι, δηλώσω καὶ τοῦτο, ἢν ἐς τοῦ Φωκικοῦ λόγου τὰ ἔχοντα ἐς Δελφοὺς ἀφικώμεθα. | As for the tradition associated with these scenes, I will recount that too, when I come to the relevant point in my narrative concerning Delphi in the Phocian account. | οἷος δέ εἰς αὐτός πυνθάνομαι γίγνομαι δηλόω καί οὗτος ἐάν εἰς ὁ φωκικός λόγος ὁ ἔχω εἰς Δελφοί ἀφικνέομαι | 0 |
| 8.37.2 | 1 | ἐν δὲ τῇ στοᾷ τῇ παρὰ τῇ Δεσποίνῃ μεταξὺ τῶν τύπων τῶν κατειλεγμένων πινάκιόν ἐστι γεγραμμένον, ἔχον τὰ ἐς τὴν τελετήν· | In the portico by the sanctuary of Despoina, among the statues previously mentioned, there is a tablet with an inscription, giving the details of the mysteries. | ἐν δέ ὁ στοά ὁ παρά ὁ δεσποίνα μεταξύ ὁ τύπος ὁ καταλέγω πινάκιον εἰμί γράφω ἔχω ὁ εἰς ὁ τελετή | 0 |
| 8.37.2 | 2 | Νύμφαι δέ εἰσι καὶ Πᾶνες ἐπὶ τῷ τρίτῳ, ἐπὶ δὲ τῷ τετάρτῳ Πολύβιος ὁ Λυκόρτα· | On the third panel there are depicted Nymphs and figures of Pan, and on the fourth is Polybius son of Lycortas. | νύμφη δέ εἰμί καί πᾶς ἐπί ὁ τρίτος ἐπί δέ ὁ τέταρτος Πολύβιος ὁ λυκόρτα | 0 |
| 8.37.2 | 3 | καί οἱ ἐπίγραμμά ἐστιν ἐξ ἀρχῆς τε μὴ ἂν σφαλῆναι τὴν Ἑλλάδα, εἰ Πολυβίῳ τὰ πάντα ἐπείθετο, καὶ ἁμαρτούσῃ διʼ ἐκείνου βοήθειαν αὐτῇ γενέσθαι μόνου. | The inscription says plainly that Greece would never have gone astray from the beginning if she had fully trusted Polybius; and even after her mistakes, only through him did she receive assistance. | καί ὁ ἐπίγραμμα εἰμί ἐκ ἀρχή τε μή ἄν σφαλόω ὁ Ἑλλάς εἰ Πολύβιος ὁ πᾶς πείθω καί ἁμαρτάνω διά ἐκεῖνος βοήθεια αὐτός γίγνομαι μόνος | 0 |
| 8.37.2 | 4 | πρὸ δὲ τοῦ ναοῦ Δήμητρί τέ ἐστι βωμὸς καὶ ἕτερος Δεσποίνῃ, μετʼ αὐτὸν δὲ μεγάλης Μητρός. | Before the temple, there is an altar for Demeter, another one for Despoina, and after that, one dedicated to the Great Mother. | πρό δέ ὁ ναός Δημήτηρ τε εἰμί βωμός καί ἕτερος δεσποίνα μετά αὐτός δέ μέγας μήτηρ | 0 |
| 8.37.3 | 1 | θεῶν δὲ αὐτὰ τὰ ἀγάλματα, Δέσποινα καὶ ἡ Δημήτηρ τε καὶ ὁ θρόνος ἐν ᾧ καθέζονται, καὶ τὸ ὑπόθημα τὸ ὑπὸ τοῖς ποσίν ἐστιν ἑνὸς ὁμοίως λίθου· | The images of the goddesses themselves—Despoinē and Demeter—as well as the throne on which they are seated and the footstool beneath their feet, are all alike carved from a single stone. | θεός δέ αὐτός ὁ ἄγαλμα δέσποινα καί ὁ Δημήτηρ τε καί ὁ θρόνος ἐν ὅς καθίζω καί ὁ ὑπόθημα ὁ ὑπό ὁ πούς εἰμί εἷς ὁμοίως λίθος | 0 |
| 8.37.3 | 2 | καὶ οὔτε τῶν ἐπὶ τῇ ἐσθῆτι οὔτε ὁπόσα εἴργασται περὶ τὸν θρόνον οὐδέν ἐστιν ἑτέρου λίθου προσεχὲς σιδήρῳ καὶ κόλλῃ, ἀλλὰ τὰ πάντα ἐστὶν εἷς λίθος. | Neither the decoration upon their garments nor any ornamentation around the throne is made from any different stone joined by iron clamps or adhesive; rather, everything is formed from one single stone. | καί οὔτε ὁ ἐπί ὁ ἐσθής οὔτε ὁπόσος ἔργάζομαι περί ὁ θρόνος οὐδείς εἰμί ἕτερος λίθος προσεχής σίδηρος καί κόλλη ἀλλά ὁ πᾶς εἰμί εἷς λίθος | 0 |
| 8.37.3 | 3 | οὗτος οὐκ ἐσεκομίσθη σφίσιν ὁ λίθος, ἀλλὰ κατὰ ὄψιν ὀνείρατος λέγουσιν αὐτὸν ἐξευρεῖν ἐντὸς τοῦ περιβόλου τὴν γῆν ὀρύξαντες. | This stone was not brought in to them from elsewhere; instead, they state that in obedience to a dream's vision, they discovered it by digging up the ground within the sanctuary enclosure. | οὗτος οὐ ἐκομίζω σφεῖς ὁ λίθος ἀλλά κατά ὄψις ὄνειραρ λέγω αὐτός ἐξευρίσκω ἐντός ὁ περίβολος ὁ γῆ ὀρύσσω | 0 |
| 8.37.3 | 4 | τῶν δὲ ἀγαλμάτων ἐστὶν ἑκατέρου μέγεθος κατὰ τὸ Ἀθήνῃσιν ἄγαλμα μάλιστα τῆς Μητρός· | Regarding the size of the statues, each one is about equal in size to the statue of the Mother at Athens. | ὁ δέ ἄγαλμα εἰμί ἑκάτερος μέγεθος κατά ὁ Ἀθήνησι ἄγαλμα μάλιστα ὁ μήτηρ | 0 |
| 8.37.4 | 1 | Δαμοφῶντος δὲ καὶ ταῦτα ἔργα. | These are also works by Damophon. | Δαμοφών δέ καί οὗτος ἔργον | 0 |
| 8.37.4 | 2 | ἡ μὲν οὖν Δημήτηρ δᾷδα ἐν δεξιᾷ φέρει, τὴν δὲ ἑτέραν χεῖρα ἐπιβέβληκεν ἐπὶ τὴν Δέσποιναν· | Demeter carries a torch in her right hand, while she has placed her other hand upon Despoina. | ὁ μέν οὖν Δημήτηρ δᾷς ἐν δεξιός φέρω ὁ δέ ἕτερος χείρ ἐπιβάλλω ἐπί ὁ δέσποινα | 0 |
| 8.37.4 | 3 | ἡ δὲ Δέσποινα σκῆπτρόν τε καὶ τὴν καλουμένην κίστην ἐπὶ τοῖς γόνασιν ἔχει, τῆς δὲ ἔχεται τῇ δεξιᾷ τῆς κίστης. | Despoina herself holds a scepter and what is called the kiste upon her knees, and with her right hand she grasps the kiste. | ὁ δέ δέσποινα σκῆπτρον τε καί ὁ καλέω κίστη ἐπί ὁ γόνυ ἔχω ὁ δέ ἔχω ὁ δεξιός ὁ κίστη | 0 |
| 8.37.4 | 4 | τοῦ θρόνου δὲ ἑκατέρωθεν Ἄρτεμις μὲν παρὰ τὴν Δήμητρα ἕστηκεν ἀμπεχομένη δέρμα ἐλάφου καὶ ἐπὶ τῶν ὤμων φαρέτραν ἔχουσα, ἐν δὲ ταῖς χερσὶ τῇ μὲν λαμπάδα ἔχει, τῇ δὲ δράκοντας δύο. | On each side of the throne stands a figure: Artemis beside Demeter, clad in a deer-skin, a quiver upon her shoulders, holding a torch in one hand and two serpents in the other. | ὁ θρόνος δέ ἑκατέρωθεν Ἄρτεμις μέν παρά ὁ Δήμητρα ἵστημι ἀμπεχόμενος δέρμα ἔλαφος καί ἐπί ὁ ὦμος φαρέτρα ἔχω ἐν δέ ὁ χείρ ὁ μέν λαμπάς ἔχω ὁ δέ δράκων δύο | 0 |
| 8.37.4 | 5 | παρὰ δὲ τὴν Ἄρτεμιν κατάκειται κύων, οἷαι θηρεύειν εἰσὶν ἐπιτήδειοι. | Beside Artemis reclines a hound, of the kind suitable for hunting. | παρά δέ ὁ Ἄρτεμις κατάκειμαι κύων οἷος θηρεύω εἰμί ἐπιτήδειος | 0 |
| 8.37.5 | 1 | πρὸς δὲ τῆς Δεσποίνης τῷ ἀγάλματι ἕστηκεν Ἄνυτος σχῆμα ὡπλισμένου παρεχόμενος· | Beside the statue of Despoina stands Anytos, depicted with the form of one armed. | πρός δέ ὁ δεσποίνα ὁ ἄγαλμα ἵστημι ἄνυτος σχῆμα ὁπλίζω παρέχομαι | 0 |
| 8.37.5 | 2 | φασὶ δὲ οἱ περὶ τὸ ἱερὸν τραφῆναι τὴν Δέσποιναν ὑπὸ τοῦ Ἀνύτου, καὶ εἶναι τῶν Τιτάνων καλουμένων καὶ τὸν Ἄνυτον. | Those who dwell around the sanctuary say that Despoina was nurtured by Anytos, who himself is reckoned amongst those called Titans. | φημί δέ ὁ περί ὁ ἱερός τρέφω ὁ δέσποινα ὑπό ὁ ἀνύτος καί εἰμί ὁ Τιτάν καλέω καί ὁ ἄνυτος | 0 |
| 8.37.5 | 3 | Τιτᾶνας δὲ πρῶτος ἐς ποίησιν ἐσήγαγεν Ὅμηρος, θεοὺς εἶναι σφᾶς ὑπὸ τῷ καλουμένῳ Ταρτάρῳ, καὶ ἔστιν ἐν Ἥρας ὅρκῳ τὰ ἔπη· | Homer was the first to introduce the Titans into poetry, describing them as gods dwelling beneath what is called Tartarus; this is found in the passage concerning Hera's oath. | Τιτᾶνες δέ πρῶτος εἰς ποίησις εἰσάγω Ὅμηρος θεός εἰμί σφεῖς ὑπό ὁ καλέω Τάρταρος καί εἰμί ἐν Ἥρα ὅρκος ὁ ἔπος | 0 |
| 8.37.5 | 4 | παρὰ δὲ Ὁμήρου Ὀνομάκριτος παραλαβὼν τῶν Τιτάνων τὸ ὄνομα Διονύσῳ τε συνέθηκεν ὄργια καὶ εἶναι τοὺς Τιτᾶνας τῷ Διονύσῳ τῶν παθημάτων ἐποίησεν αὐτουργούς. | From Homer, Onomacritus borrowed the name of the Titans, composed rites in honor of Dionysus, and made the Titans responsible for the sufferings inflicted upon Dionysus. | παρά δέ Ὅμηρος Ὀνομάκριτος παραλαμβάνω ὁ Τιτάν ὁ ὄνομα Διόνυσος τε συντίθημι ὄργια καί εἰμί ὁ Τιτᾶνες ὁ Διόνυσος ὁ πάθημα ποιέω αὐτουργός | 0 |
| 8.37.6 | 1 | τὰ μὲν δὴ ἐς τὸν Ἄνυτον ὑπὸ Ἀρκάδων λέγεται· | Such are indeed the Arcadians' accounts concerning Anytos. | ὁ μέν δή εἰς ὁ ἄνυτος ὑπό Ἀρκάς λέγω | 0 |
| 8.37.6 | 2 | Δήμητρος δὲ Ἄρτεμιν θυγατέρα εἶναι καὶ οὐ Λητοῦς, ὄντα Αἰγυπτίων τὸν λόγον Αἰσχύλος ἐδίδαξεν Εὐφορίωνος τοὺς Ἕλληνας. | That Artemis is the daughter of Demeter and not of Leto is originally an Egyptian tradition, and it was Aeschylus, son of Euphorion, who taught it to the Greeks. | Δημήτηρ δέ Ἄρτεμις θυγάτηρ εἰμί καί οὐ Λητώ εἰμί Αἰγύπτιος ὁ λόγος Αἴσχυλος διδάσκω Εὐφορίων ὁ Ἕλλην | 0 |
| 8.37.6 | 3 | τὰ δὲ ἐς Κούρητας---οὗτοι γὰρ ὑπὸ τῶν ἀγαλμάτων πεποίηνται---καὶ τὰ ἐς Κορύβαντας ἐπειργασμένους ἐπὶ τοῦ βάθρου---γένος δὲ οἵδε ἀλλοῖον καὶ οὐ Κούρητες---, τὰ ἐς τούτους παρίημι ἐπιστάμενος. | Regarding the Curetes—for these figures have been carved under the statues—and the Corybantes depicted upon the base (who are a different race entirely and distinct from the Curetes), knowing these matters, I willingly pass them by. | ὁ δέ εἰς κοῦρης οὗτος γάρ ὑπό ὁ ἄγαλμα ποιέω καί ὁ εἰς κόρυβας ἐπειργάζομαι ἐπί ὁ βάθρον γένος δέ ὅδε ἀλλοῖος καί οὐ Κουρῆτες ὁ εἰς οὗτος παρίημι ἐπίσταμαι | 0 |
| 8.37.7 | 1 | τῶν δὲ ἡμέρων οἱ Ἀρκάδες δένδρων ἁπάντων πλὴν ῥοιᾶς ἐσκομίζουσιν ἐς τὸ ἱερόν. | Of cultivated trees, the Arcadians bring all kinds into the sanctuary except the pomegranate. | ὁ δέ ἡμέρα ὁ Ἀρκάς δένδρον ἁπᾶς πλήν ῥοιά κομίζω εἰς ὁ ἱερόν | 0 |
| 8.37.7 | 2 | ἐν δεξιᾷ δὲ ἐξιόντι ἐκ τοῦ ναοῦ κάτοπτρον ἡρμοσμένον ἐστὶν ἐν τῷ τοίχῳ· τοῦτο ἤν τις προσβλέπῃ τὸ κάτοπτρον, ἑαυτὸν μὲν ἤτοι παντάπασιν ἀμυδρῶς ἢ οὐδὲ ὄψεται τὴν ἀρχήν, τὰ δὲ ἀγάλματα τῶν θεῶν καὶ αὐτὰ καὶ τὸν θρόνον ἔστιν ἐναργῶς θεάσασθαι. | On the right as one exits the temple is fixed a mirror upon the wall; if someone gazes into this mirror, he will either see himself very indistinctly or perhaps not at all, whereas the images of the gods and the throne itself are clearly visible. | ἐν δεξιός δέ ἐξίημι ἐκ ὁ ναός κάτοπτρον ἁρμόζω εἰμί ἐν ὁ τοίχος οὗτος ἄν τις προσβλέπω ὁ κάτοπτρον ἑαυτοῦ μέν ἤτοι παντάπασι ἀμυδρός ἤ οὐδέ ὄψομαι ὁ ἀρχή ὁ δέ ἄγαλμα ὁ θεός καί αὐτός καί ὁ θρόνος εἰμί ἐναργῶς θεάομαι | 0 |
| 8.37.8 | 1 | παρὰ δὲ τὸν ναὸν τῆς Δεσποίνης ὀλίγον ἐπαναβάντι ἐν δεξιᾷ Μέγαρόν ἐστι καλούμενον, καὶ τελετήν τε δρῶσιν ἐνταῦθα καὶ τῇ Δεσποίνῃ θύουσιν ἱερεῖα οἱ Ἀρκάδες πολλά τε καὶ ἄφθονα. | Near the temple of Despoina, after ascending a little, there is, on the right, a building called the Megaron. | παρά δέ ὁ ναός ὁ δεσποίνα ὀλίγος ἐπαναβαίνω ἐν δεξιός μέγαρον εἰμί καλέω καί τελετή τε δράω ἐνταῦθα καί ὁ δεσποίνα θύω ἱερεῖον ὁ Ἀρκάς πολύς τε καί ἄφθονος | 0 |
| 8.37.8 | 2 | θύει μὲν δὴ αὐτῶν ἕκαστος ὅ τι κέκτηται· τῶν ἱερείων δὲ οὐ τὰς φάρυγγας ἀποτέμνει ὥσπερ ἐπὶ ταῖς ἄλλαις θυσίαις, κῶλον δὲ ὅ τι ἂν τύχῃ, τοῦτο ἕκαστος ἀπέκοψε τοῦ θύματος. | Here the Arcadians perform their rites and sacrifice to Despoina many rich offerings. | θύω μέν δή αὐτός ἕκαστος ὁ τις κέκτημαι ὁ ἱερεῖον δέ οὐ ὁ φάρυγξ ἀποτέμνω ὥσπερ ἐπί ὁ ἄλλος θυσία κῶλον δέ ὁ τις ἄν τύχη οὗτος ἕκαστος ἀποκόπτω ὁ θύμα | 0 |
| 8.37.9 | 1 | ταύτην μάλιστα θεῶν σέβουσιν οἱ Ἀρκάδες τὴν Δέσποιναν, θυγατέρα δὲ αὐτὴν Ποσειδῶνός φασιν εἶναι καὶ Δήμητρος. | The Arcadians especially venerate this goddess, Despoina, whom they say is the daughter of Poseidon and Demeter. | οὗτος μάλιστα θεός σέβομαι ὁ Ἀρκάς ὁ δέσποινα θυγάτηρ δέ αὐτός Ποσειδῶν φημί εἰμί καί Δημήτηρ | 0 |
| 8.37.9 | 2 | ἐπίκλησις ἐς τοὺς πολλούς ἐστιν αὐτῇ Δέσποινα, καθάπερ καὶ τὴν ἐκ Διὸς Κόρην ἐπονομάζουσιν, ἰδίᾳ δέ ἐστιν ὄνομα Περσεφόνη, καθὰ Ὅμηρος καὶ ἔτι πρότερον Πάμφως ἐποίησαν· | Her popular title among most people is Despoina, in the same manner as they also call by the name Kore the daughter of Zeus, but whose personal name is Persephone, as Homer and still earlier Pamphos composed. | ἐπίκλησις εἰς ὁ πολύς εἰμί αὐτός δέσποινα καθάπερ καί ὁ ἐκ Ζεύς κόρη ἐπονομάζω ἰδίᾳ δέ εἰμί ὄνομα Περσεφόνη καθά Ὅμηρος καί ἔτι πρότερον πάμφως ποιέω | 0 |
| 8.37.9 | 3 | τῆς δὲ Δεσποίνης τὸ ὄνομα ἔδεισα ἐς τοὺς ἀτελέστους γράφειν. | As for the name of Despoina, I feared to record it for those who are uninitiated. | ὁ δέ δεσποίνα ὁ ὄνομα δείδω εἰς ὁ ἀτελής γράφω | 0 |
| 8.37.10 | 1 | ὑπὲρ δὲ τὸ καλούμενον Μέγαρόν ἐστιν ἄλσος τῆς Δεσποίνης ἱερὸν θριγκῷ λίθων περιεχόμενον, ἐντὸς δὲ αὐτοῦ δένδρα καὶ ἄλλα καὶ ἐλαία καὶ πρῖνος ἐκ ῥίζης μιᾶς πεφύκασι· | Above the building called the Megaron there is a grove sacred to Despoina, enclosed by a stone wall; within it various trees are growing, including an olive and a holm-oak, sprung from a single root. | ὑπέρ δέ ὁ καλέω μέγαρον εἰμί ἄλσος ὁ δεσποίνα ἱερός θριγκός λίθος περιέχω ἐντός δέ αὐτός δένδρον καί ἄλλος καί ἐλαία καί πρῖνος ἐκ ῥίζα εἷς φύω | 0 |
| 8.37.10 | 2 | τοῦτο οὐ γεωργοῦ σοφίας ἐστὶν ἔργον. | This marvel is not due to any skill of a gardener. | οὗτος οὐ γεωργός σοφία εἰμί ἔργον | 0 |
| 8.37.10 | 3 | ὑπὲρ δὲ τὸ ἄλσος καὶ Ἱππίου Ποσειδῶνος, ἅτε πατρὸς τῆς Δεσποίνης, καὶ θεῶν ἄλλων εἰσὶ βωμοί· | Above the grove there are altars to Poseidon Hippios—as father of Despoina—and to other gods. | ὑπέρ δέ ὁ ἄλσος καί Ἱππίου Ποσειδῶν ἅτε πατήρ ὁ δεσποίνα καί θεός ἄλλος εἰμί βωμός | 0 |
| 8.37.10 | 4 | τῷ τελευταίῳ δὲ ἐπίγραμμά ἐστι θεοῖς αὐτὸν τοῖς πᾶσιν εἶναι κοινόν. | On the last of these altars there is an inscription stating that it is shared among all the gods. | ὁ τελευταῖος δέ ἐπίγραμμα εἰμί θεός αὐτός ὁ πᾶς εἰμί κοινός | 0 |
| 8.37.11 | 1 | ἐντεῦθεν δὲ ἀναβήσῃ διὰ κλίμακος ἐς ἱερὸν Πανός· | From here you ascend by a staircase to a sanctuary of Pan. | ἐντεῦθεν δέ ἀναβαίνω διά κλίμαξ εἰς ἱερός Πάν | 0 |
| 8.37.11 | 2 | πεποίηται δὲ καὶ στοὰ ἐς τὸ ἱερὸν καὶ ἄγαλμα οὐ μέγα, θεῶν δὲ ὁμοίως τοῖς δυνατωτάτοις καὶ τούτῳ μέτεστι τῷ Πανὶ ἀνθρώπων τε εὐχὰς ἄγειν ἐς τέλος καὶ ὁποῖα ἔοικεν ἀποδοῦναι πονηροῖς. | A colonnade also leads into this sanctuary, and within it stands an image of no great size, yet this god shares equally with the mightiest deities the power of fulfilling human prayers and granting suitably deserved punishments upon wrongdoers. | ποιέω δέ καί στοά εἰς ὁ ἱερός καί ἄγαλμα οὐ μέγας θεός δέ ὁμοίως ὁ δυνατός καί οὗτος μέτεστι ὁ Πάν ἀνήρ τε εὐχή ἄγω εἰς τέλος καί οἷος ἔοικα ἀποδίδωμι πονηρός | 0 |
| 8.37.11 | 3 | παρὰ τούτῳ τῷ Πανὶ πῦρ οὔ ποτε ἀποσβεννύμενον καίεται. | Beside this Pan a fire is kept burning that is never extinguished. | παρά οὗτος ὁ Πάν πῦρ οὐ ποτε ἀποσβέννυμι καίω | 0 |
| 8.37.11 | 4 | λέγεται δὲ ὡς τὰ ἔτι παλαιότερα καὶ μαντεύοιτο οὗτος ὁ θεός, προφῆτιν δὲ Ἐρατὼ Νύμφην αὐτῷ γενέσθαι ταύτην ἣ Ἀρκάδι τῷ Καλλιστοῦς συνῴκησε· | It is said that in still earlier times this god gave oracles, and that the nymph Erato served him as prophetess—this same Erato who was married to Arcas, the son of Callisto. | λέγω δέ ὡς ὁ ἔτι παλαιός καί μαντεύομαι οὗτος ὁ θεός προφήτις δέ Ἐρατώ νύμφη αὐτός γίγνομαι οὗτος ὅς Ἀρκάς ὁ κάλλιστος συνοικέω | 0 |
| 8.37.12 | 1 | μνημονεύουσι δὲ καὶ ἔπη τῆς Ἐρατοῦς, ἃ δὴ καὶ αὐτὸς ἐπελεξάμην. | They also recall certain verses by Erato, which I myself have read. | μνημονεύω δέ καί ἔπος ὁ ἐρατός ὅς δή καί αὐτός ἐπιλέγομαι | 0 |
| 8.37.12 | 2 | ἐνταῦθα ἔστι μὲν βωμὸς Ἄρεως, ἔστι δὲ ἀγάλματα Ἀφροδίτης ἐν ναῷ, λίθου τὸ ἕτερον λευκοῦ, τὸ δὲ ἀρχαιότερον αὐτῶν ξύλου. | Here there is an altar dedicated to Ares, and within a temple there stand images of Aphrodite, one made of white marble, and the other, which is older, carved of wood. | ἐνταῦθα εἰμί μέν βωμός Ἄρης εἰμί δέ ἄγαλμα Ἀφροδίτη ἐν ναός λίθος ὁ ἕτερος λευκός ὁ δέ ἀρχαῖος αὐτός ξύλον | 0 |
| 8.37.12 | 3 | ὡσαύτως δὲ καὶ Ἀπόλλωνός τε καὶ Ἀθηνᾶς ξόανά ἐστι· τῇ δὲ Ἀθηνᾷ καὶ ἱερὸν πεποίηται. | Likewise, here there are also wooden statues of Apollo and of Athena; and for Athena a sanctuary has been constructed. | ὡσαύτως δέ καί Ἀπόλλων τε καί Ἀθηνᾶ ξόανον εἰμί ὁ δέ Ἀθηνᾶ καί ἱερός ποιέω | 0 |