Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.40.1 | 1 | Φιγαλεῦσι δὲ ἀνδριάς ἐστιν ἐπὶ τῆς ἀγορᾶς Ἀρ ρα χίωνος τοῦ παγκρατιαστοῦ, τά τε ἄλλα ἀρχαῖος καὶ οὐχ ἥκιστα ἐπὶ τῷ σχήματι· οὐ διεστᾶσι μὲν πολὺ οἱ πόδες, καθεῖνται δὲ παρὰ πλευρὰν αἱ χεῖρες ἄχρι τῶν γλουτῶν. | The Phigaleians have in their market-place a statue of Arrhachion the pancratiast. | Φιγαλεύς δέ ἀνδριάς εἰμί ἐπί ὁ ἀγορά ἄρα ρα χιών ὁ παγκρατιαστής ὁ τε ἄλλος ἀρχαῖος καί οὐ ἥκιστα ἐπί ὁ σχῆμα οὐ δίημι μέν πολύς ὁ πούς κεῖμαι δέ παρά πλευρά ὁ χείρ ἄχρι ὁ γλουτός | 0 |
| 8.40.1 | 2 | πεποίηται μὲν δὴ ἡ εἰκὼν λίθου, λέγουσι δὲ καὶ ἐπίγραμμα ἐπʼ αὐτὴν γραφῆναι· | It is ancient in every respect, particularly in its posture; the feet are not set far apart, and the arms hang straight down alongside the sides as far as the hips. | ποιέω μέν δή ὁ εἰκών λίθος λέγω δέ καί ἐπίγραμμα ἐπί αὐτός γράφω | 0 |
| 8.40.1 | 3 | καὶ τοῦτο μὲν ἠφάνιστο ὑπὸ τοῦ χρόνου, τῷ δὲ Ἀρραχίωνι ἐγένοντο Ὀλυμπικαὶ νῖκαι δύο μὲν Ὀλυμπιάσι ταῖς πρὸ τῆς τετάρτης καὶ πεντηκοστῆς, ἐγένετο δὲ καὶ ἐν αὐτῇ σὺν δικαίῳ τε ἐκ τῶν Ἑλλανοδικῶν καὶ Ἀρραχίωνος αὐτοῦ τῇ ἀρετῇ. | The statue itself is made of stone, and it is said that an epigram was written upon it, though this had been effaced by time. | καί οὗτος μέν φανίζω ὑπό ὁ χρόνος ὁ δέ Ἀρραχίων γίγνομαι Ὀλυμπικός νίκη δύο μέν Ὀλυμπιάς ὁ πρό ὁ τέταρτος καί πεντηκοστός γίγνομαι δέ καί ἐν αὐτός σύν δίκαιος τε ἐκ ὁ Ἑλλανοδίκης καί Ἀρραχίων αὐτός ὁ ἀρετή | 0 |
| 8.40.2 | 1 | ὡς γὰρ δὴ πρὸς τὸν καταλειπόμενον ἔτι τῶν ἀνταγωνιστῶν ἐμάχετο ὑπὲρ τοῦ κοτίνου, ὁ μὲν προέλαβεν ὅστις δὴ ὁ ἀνταγωνιζόμενος καὶ τοῖς ποσὶ τὸν Ἀρραχίωνα εἶχεν ἐζωκὼς καὶ τὸν τράχηλον ἐπίεζεν ἅμα αὐτοῦ ταῖς χερσίν· | For as he fought for the olive crown against the one opponent who was left, that opponent had already gained the upper hand; he held Arrhachion bound fast with his legs and at the same time pressed Arrhachion's throat with his hands. | ὡς γάρ δή πρός ὁ καταλείπω ἔτι ὁ ἀνταγωνιστής μάχομαι ὑπέρ ὁ κοτῖνος ὁ μέν προλαμβάνω ὅστις δή ὁ ἀνταγωνίζομαι καί ὁ πούς ὁ Ἀρραχίων ἔχω ζώκω καί ὁ τράχηλος ἐπιάζω ἅμα αὐτός ὁ χείρ | 0 |
| 8.40.2 | 2 | ὁ δὲ Ἀρραχίων ἐκκλᾷ τῶν ἐν τῷ ποδὶ τοῦ ἀνταγωνιζομένου δάκτυλον, καὶ Ἀρραχίων τε τὴν ψυχὴν ἀφίησιν ἀγχόμενος καὶ ὁ ἄγχων τὸν Ἀρραχίωνα ὑπὸ τοῦ δακτύλου τῆς ὀδύνης κατὰ τὸν καιρὸν ἀπαγορεύει τὸν αὐτόν. | But Arrhachion broke one of the toes on his opponent's foot; and as Arrhachion breathed out his life due to strangulation, the man who choked him also surrendered at the same moment because of the pain in his toe. | ὁ δέ Ἀρραχίων ἐκκλάω ὁ ἐν ὁ πούς ὁ ἀνταγωνίζομαι δάκτυλος καί Ἀρραχίων τε ὁ ψυχή ἀφίημι ἄχομαι καί ὁ ἄγχις ὁ Ἀρραχίων ὑπό ὁ δάκτυλος ὁ ὀδύνη κατά ὁ καιρός ἀπαγορεύω ὁ αὐτός | 0 |
| 8.40.2 | 3 | Ἠλεῖοι δὲ ἐστεφάνωσάν τε καὶ ἀνηγόρευσαν νικῶντα τοῦ Ἀρραχίωνος τὸν νεκρόν. | Consequently, the Eleans crowned Arrhachion's dead body and proclaimed him victor. | Ἠλεῖος δέ στεφανόω τε καί ἀνηγορέω νικάω ὁ Ἀρραχίων ὁ νεκρός | 0 |
| 8.40.3 | 1 | ἐοικὸς δὲ καὶ Ἀργείους οἶδα ἐπὶ Κρεύγᾳ ποιήσαντας Ἐπιδαμνίῳ πύκτῃ· | I am aware also that the Argives acted similarly in the case of Kreugas, a boxer from Epidamnus. | ἔοικα δέ καί Ἀργεῖος οἶδα ἐπί κρεύγος ποιέω ἐπιδαμνίος πυκτής | 0 |
| 8.40.3 | 2 | καὶ γὰρ Ἀργεῖοι τεθνεῶτι ἔδοσαν τῷ Κρεύγᾳ τῶν Νεμείων τὸν στέφανον, ὅτι ὁ πρὸς αὐτὸν μαχόμενος Δαμόξενος Συρακόσιος παρέβη τὰ ὡμολογημένα σφίσιν ἐς ἀλλήλους. | For indeed, the Argives awarded the crown of the Nemean games to Kreugas after his death, since the Syracusan Damoxenus, who fought against him, violated the agreement made between them. | καί γάρ Ἀργεῖος θνῄσκω δίδωμι ὁ κρεύγος ὁ Νέμειος ὁ στέφανος ὅτι ὁ πρός αὐτός μάχομαι Δαμόξενος Συρακόσιος παραβαίνω ὁ ὁμολογέω σφεῖς εἰς ἀλλήλων | 0 |
| 8.40.3 | 3 | ἐφήξειν μὲν γὰρ ἔμελλεν ἑσπέρα πυκτεύουσιν αὐτοῖς, συνέθεντο δὲ ἐς ἐπήκοον ἀνὰ μέρος τὸν ἕτερον ὑποσχεῖν αὐτῶν τῷ ἑτέρῳ πληγήν. | Evening had already come when they were still boxing, so they agreed openly that each in turn would deliver a blow to the other. | ἐφίημι μέν γάρ μέλλω ἑσπέρα πυκτεύω αὐτός συντίθημι δέ εἰς ἐπήκοος ἀνά μέρος ὁ ἕτερος ὑποσχέω αὐτός ὁ ἕτερος πληγή | 0 |
| 8.40.3 | 4 | τοῖς δὲ πυκτεύουσιν οὐκ ἦν πω τηνικαῦτα ἱμὰς ὀξὺς ἐπὶ τῷ καρπῷ τῆς χειρὸς ἑκατέρας, ἀλλὰ ταῖς μειλίχαις ἔτι ἐπύκτευον, ὑπὸ τὸ κοῖλον δέοντες τῆς χειρός, ἵνα οἱ δάκτυλοί σφισιν ἀπολείπωνται γυμνοί· | At that time, boxers did not yet have sharp thongs bound around each wrist, but they still competed using soft thongs called meilichai, tied beneath the hollow of the hand, leaving the fingers uncovered. | ὁ δέ πυκτεύω οὐ εἰμί πω τηνικαῦτα ἱμάς ὀξύς ἐπί ὁ καρπός ὁ χείρ ἑκάτερος ἀλλά ὁ μειλίχιος ἔτι ἐπυκτεύω ὑπό ὁ κοῖλος δέω ὁ χείρ ἵνα ὁ δάκτυλος σφεῖς ἀπολείπω γυμνός | 0 |
| 8.40.3 | 5 | αἱ δὲ ἐκ βοέας ὠμῆς ἱμάντες λεπτοὶ τρόπον τινὰ ἀρχαῖον πεπλεγμένοι διʼ ἀλλήλων ἦσαν αἱ μειλίχαι. | These meilichai were thin straps of raw oxhide, woven together in an ancient manner. | ὁ δέ ἐκ βοέας ὠμός ἱμάντες λεπτός τρόπος τις ἀρχαῖος πλέκω διά ἀλλήλων εἰμί ὁ μειλίχιος | 0 |
| 8.40.4 | 1 | τότε οὖν ὁ μὲν τὴν πληγὴν ἀφῆκεν ἐς τοῦ Δαμοξένου τὴν κεφαλήν· ὁ δὲ ἀνασχεῖν τὴν χεῖρα ὁ Δαμόξενος ἐκέλευσε τὸν Κρεύγαν, ἀνασχόντος δὲ παίει τοῖς δακτύλοις ὀρθοῖς ὑπὸ τὴν πλευράν, | Then Kreugas delivered his blow upon the head of Damoxenus; but Damoxenus ordered Kreugas to raise his hand, and when he raised it, Damoxenus struck him under the ribs with fingers extended straight. | τότε οὖν ὁ μέν ὁ πληγή ἀφίημι εἰς ὁ Δαμόξενος ὁ κεφαλή ὁ δέ ἀνέχω ὁ χείρ ὁ Δαμόξενος κελεύω ὁ κρεύγαν ἀνασχέω δέ παίω ὁ δάκτυλος ὀρθός ὑπό ὁ πλευρά | 0 |
| 8.40.4 | 2 | ὑπὸ δὲ ἀκμῆς τε τῶν ὀνύχων καὶ βίας τῆς πληγῆς τὴν χεῖρα ἐς τὸ ἐντὸς καθεὶς καὶ ἐπιλαβόμενος τῶν σπλάγχνων ἐς τὸ ἐκτὸς ἕλκων ἀπέρρηξε. | Due to the sharpness of his nails and the force of the blow, he drove his hand inside Kreugas' body, seizing the entrails, which he drew out by violence, causing his opponent’s death. | ὑπό δέ ἀκμή τε ὁ ὄνυξ καί βία ὁ πληγή ὁ χείρ εἰς ὁ ἐντός καθείς καί ἐπιλαμβάνομαι ὁ σπλάγχνον εἰς ὁ ἐκτός ἕλκω ἀπορρήγνυμι | 0 |
| 8.40.5 | 1 | καὶ ὁ μὲν τὴν ψυχὴν αὐτίκα ὁ Κρεύγας ἀφίησιν, οἱ δὲ Ἀργεῖοι τὸν Δαμόξενον ἅτε τὰ συγκείμενα ὑπερβάντα καὶ ἀντὶ μιᾶς κεχρημένον πολλαῖς ἐς τὸν ἀντίπαλον ταῖς πληγαῖς ἐξελαύνουσι, | Immediately Kreugas gave up his life, and the Argives drove out Damoxenus because he had exceeded the agreed terms, striking his opponent with many blows instead of the single one permitted. | καί ὁ μέν ὁ ψυχή αὐτίκα ὁ κρεύγας ἀφίημι ὁ δέ Ἀργεῖος ὁ Δαμόξενος ἅτε ὁ σύνκειμαι ὑπερβαίνω καί ἀντί εἷς χράομαι πολύς εἰς ὁ ἀντίπαλος ὁ πληγή ἐξελαύνω | 0 |
| 8.40.5 | 2 | τῷ Κρεύγᾳ δὲ τὴν νίκην τεθνεῶτι ἔδοσαν καὶ ἐποιήσαντο εἰκόνα ἐν Ἄργει· | They awarded the victory to Kreugas, though he was dead, and set up a statue of him in Argos. | ὁ κρεύγος δέ ὁ νίκη θνῄσκω δίδωμι καί ποιέω εἰκών ἐν Ἄργος | 0 |
| 8.40.5 | 3 | καὶ ἐς ἐμὲ ἔκειτο ἐν τοῦ Ἀπόλλωνος τοῦ Λυκίου. | Down to my own time, this statue was standing in the temple of Apollo Lyceius. | καί εἰς ἐγώ κεῖμαι ἐν ὁ Ἀπόλλων ὁ Λύκιος | 0 |