Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 9.10.1 | 1 | πολυάνδριον δὲ οὐ μακρὰν ἀπὸ τῶν πυλῶν ἐστι· κεῖνται δὲ ὁπόσους κατέλαβεν ἀποθανεῖν Ἀλεξάνδρῳ καὶ Μακεδόσιν ἀντιτεταγμένους. | Not far from the gates is a common grave, where lie those who happened to fall fighting against Alexander and the Macedonians. | πολυάνδριον δέ οὐ μακράν ἀπό ὁ πύλη εἰμί κεῖμαι δέ ὅσος καταλαμβάνω ἀποθνῄσκω Ἀλέξανδρος καί Μακεδών ἀντιτάσσω | 0 |
| 9.10.1 | 2 | οὐ πόρρω δὲ ἀποφαίνουσι χωρίον ἔνθα Κάδμον λέγουσιν---ὅτῳ πιστά---τοῦ δράκοντος, ὃν ἀπέκτεινεν ἐπὶ τῇ κρήνῃ, τοὺς ὀδόντας σπείραντα, ἄνδρας δὲ ἀπὸ τῶν ὀδόντων ἀνεῖναι τὴν γῆν. | Nearby they point out the place where, according to the story about Cadmus—whoever believes it—he killed the dragon at the spring and sowed its teeth, from which men sprang up from the earth. | οὐ πόρρω δέ ἀποφαίνω χωρίον ἔνθα Κάδμος λέγω ὅστις πιστός ὁ δράκων ὅς ἀποκτείνω ἐπί ὁ κρήνη ὁ ὀδούς σπείραντα ἀνήρ δέ ἀπό ὁ ὀδόντων ἀνίημι ὁ γῆ | 2 |
| 9.10.2 | 1 | ἔστι δὲ λόφος ἐν δεξιᾷ τῶν πυλῶν ἱερὸς Ἀπόλλωνος· καλεῖται δὲ ὅ τε λόφος καὶ ὁ θεὸς Ἰσμήνιος, παραρρέοντος τοῦ ποταμοῦ ταύτῃ τοῦ Ἰσμηνοῦ. | On the right of the gates there is a hill sacred to Apollo; both the hill and the god are called Ismenian from the river Ismenus which flows by at this point. | εἰμί δέ λόφος ἐν δεξιός ὁ πύλη ἱερός Ἀπόλλων καλέω δέ ὁ τε λόφος καί ὁ θεός Ἰσμήνιος παραρρέοντος ὁ ποταμός οὗτος ὁ Ἰσμηνοῦ | 3 |
| 9.10.2 | 2 | πρῶτα μὲν δὴ λίθου κατὰ τὴν ἔσοδόν ἐστιν Ἀθηνᾶ καὶ Ἑρμῆς, ὀνομαζόμενοι Πρόναοι· | At the entrance there are first stone images of Athena and Hermes surnamed Pronaoi ("Before the Temple"). | πρῶτος μέν δή λίθος κατά ὁ ἔσοδόν εἰμί Ἀθηνᾶ καί Ἑρμῆς ὀνομάζω Πρόναοι | 2 |
| 9.10.2 | 3 | ποιῆσαι δὲ αὐτὸν Φειδίας , τὴν δὲ Ἀθηνᾶν λέγεται Σκόπας · | They say Pheidias made the Hermes, and Scopas the Athena. | ποιέω δέ αὐτός Φειδίας ὁ δέ Ἀθηνᾶ λέγω Σκόπας | 1 |
| 9.10.2 | 4 | μετὰ δὲ ὁ ναὸς ᾠκοδόμηται. | Beyond these is the temple itself. | μετά δέ ὁ ναός οἰκοδομέω | 0 |
| 9.10.2 | 5 | τὸ δὲ ἄγαλμα μεγέθει τε ἴσον τῷ ἐν Βραγχίδαις ἐστὶ καὶ τὸ εἶδος οὐδὲν διαφόρως ἔχον· ὅστις δὲ τῶν ἀγαλμάτων τούτων τὸ ἕτερον εἶδε καὶ τὸν εἰργασμένον ἐπύθετο, οὐ μεγάλη οἱ σοφία καὶ τὸ ἕτερον θεασαμένῳ Κανάχου ποίημα ὂν ἐπίστασθαι. | The cult statue is equal in size and entirely similar in appearance to that in Branchidae; thus, one who has viewed either of these statues and ascertained its artist would find no great difficulty in recognizing that the other also is a work of Canachus. | ὁ δέ ἄγαλμα μέγεθος τε ἴσος ὁ ἐν Βραγχίδαι εἰμί καί ὁ εἶδος οὐδέν διαφόρως ἔχω ὅστις δέ ὁ ἄγαλμα οὗτος ὁ ἕτερος ὁράω καί ὁ ἐργάζομαι πυνθάνομαι οὐ μέγας ὁ σοφία καί ὁ ἕτερος θεασαμένῳ Κανάχος ποίημα εἰμί ἐπίσταμαι | 2 |
| 9.10.2 | 6 | διαφέρουσι δὲ τοσόνδε· ὁ μὲν γὰρ ἐν Βραγχίδαις χαλκοῦ, ὁ δὲ Ἰσμήνιός ἐστι κέδρου. | The difference between them is this: the one in Branchidae is made of bronze, whereas the Ismenian is of cedar wood. | διαφέρουσι δέ τοσόσδε ὁ μέν γάρ ἐν Βραγχίδαι χαλκός ὁ δέ Ἰσμήνιός εἰμί κέδρος | 2 |
| 9.10.3 | 1 | ἔστι δʼ ἐνταῦθα λίθος ἐφʼ ᾧ Μαντώ φασι τὴν Τειρεσίου καθέζεσθαι. | Here there is a stone upon which they say Manto, daughter of Teiresias, used to sit. | εἰμί δέ ἐνταῦθα λίθος ἐπί ὅς Μαντώ φημί ὁ Τειρεσίας καθέζομαι | 0 |
| 9.10.3 | 2 | οὗτος μὲν πρὸ τῆς ἐσόδου κεῖται, καί οἱ τὸ ὄνομά ἐστι καὶ ἐς ἡμᾶς ἔτι Μαντοῦς δίφρος· | It lies before the entrance, and even now is called the Seat of Manto. | οὗτος μέν πρό ὁ ἔσοδος κεῖμαι καί ὁ ὁ ὄνομα εἰμί καί εἰς ἐγώ ἔτι μάντις δίφρος | 0 |
| 9.10.3 | 3 | ἐν δεξιᾷ δὲ τοῦ ναοῦ λίθου πεποιημένας εἰκόνας Ἡνιόχης εἶναι, τὴν δὲ Πύρρας λέγουσι, | On the right side of the temple there are images made of stone: one is said to be Henioche, and the other Pyrrha. | ἐν δεξιός δέ ὁ ναός λίθος ποιέω εἰκών Ἡνιόχης εἰμί ὁ δέ Πύρρας λέγω | 2 |
| 9.10.3 | 4 | θυγατέρας δὲ αὐτὰς εἶναι Κρέοντος, ὃς ἐδυνάστευεν ἐπιτροπεύων Λαοδάμαντα τὸν Ἐτεοκλέους. | They say these were daughters of Creon, who governed as regent for Laodamas, son of Eteocles. | θυγάτηρ δέ αὐτός εἰμί κρέων ὅς ἐδυνάστευεν ἐπιτροπεύω λαοδάμας ὁ Τεοκλῆς | 1 |
| 9.10.4 | 1 | τόδε γε καὶ ἐς ἐμὲ ἔτι γινόμενον οἶδα ἐν Θήβαις· τῷ Ἀπόλλωνι τῷ Ἰσμηνίῳ παῖδα οἴκου τε δοκίμου καὶ αὐτὸν εὖ μὲν εἴδους, εὖ δὲ ἔχοντα καὶ ῥώμης, ἱερέα ἐνιαύσιον ποιοῦσιν· | This custom, at least, I know still continues in my day at Thebes: they choose as annual priest of Apollo Ismenius a boy from a noble family, handsome and strong in body as well. | ὅδε γε καί εἰς ἐγώ ἔτι γίγνομαι οἶδα ἐν Θῆβαι ὁ Ἀπόλλων ὁ Ἰσμήνιος παῖς οἶκος τε δόκιμος καί αὐτός εὖ μέν εἶδος εὖ δέ ἔχω καί ῥώμη ἱερεύς ἐνιαύσιον ποιέω | 1 |
| 9.10.4 | 2 | ἐπίκλησις δέ ἐστίν οἱ δαφναφόρος, στεφάνους γὰρ φύλλων δάφνης φοροῦσιν οἱ παῖδες. | His title is Daphnephoros (the Bearer of Laurel), for these boys wear a crown made of laurel leaves. | ἐπίκλησις δέ εἰμί ὁ δαφναφόρος στέφανος γάρ φύλλον δάφνη φορέω ὁ παῖς | 1 |
| 9.10.4 | 3 | εἰ μὲν οὖν πᾶσιν ὁμοίως καθέστηκεν ἀναθεῖναι δαφνηφορήσαντας χαλκοῦν τῷ θεῷ τρίποδα, οὐκ ἔχω δηλῶσαι, δοκῶ δὲ οὐ πᾶσιν εἶναι νόμον· οὐ γὰρ δὴ πολλοὺς ἑώρων αὐτόθι ἀνακειμένους· | I cannot say with certainty whether it is customary for all who have served as daphnephoroi to dedicate a bronze tripod to the god—I suppose it is not customary for everyone, since I have not seen many such tripods dedicated there. | εἰ μέν οὖν πᾶς ὁμοίως καθίστημι ἀνατίθημι δαφνηφορήσαντας χαλκοῦς ὁ θεός τρίπους οὐ ἔχω δηλόω δοκέω δέ οὐ πᾶς εἰμί νόμος οὐ γάρ δή πολύς ὁράω αὐτόθι ἀνακείμενος | 1 |
| 9.10.4 | 4 | οἱ δʼ οὖν εὐδαιμονέστεροι τῶν παίδων ἀνατιθέασιν. | But the wealthiest among the chosen boys certainly dedicate one. | ὁ δέ οὖν εὐδαιμονέστερος ὁ παῖς ἀνατίθημι | 0 |
| 9.10.4 | 5 | ἐπιφανὴς δὲ μάλιστα ἐπί τε ἀρχαιότητι καὶ τοῦ ἀναθέντος τῇ δόξῃ τρίπους ἐστὶν Ἀμφιτρύωνος ἀνάθημα ἐπὶ Ἡρακλεῖ δαφνηφορήσαντι. | The tripod dedicated by Amphitryon when Heracles was daphnephoros is most celebrated, both due to its antiquity and the fame of the dedicated person. | ἐπιφανής δέ μάλιστα ἐπί τε ἀρχαιότητι καί ὁ ἀνατίθημι ὁ δόξα τρίπους εἰμί Ἀμφιτρύων ἀνάθημα ἐπί Ἡρακλῆς δαφνηφορήσαντι | 2 |
| 9.10.5 | 1 | ἀνωτέρω δὲ τοῦ Ἰσμηνίου τὴν κρήνην ἴδοις ἄν, ἥντινα Ἄρεώς φασιν ἱερὰν εἶναι καὶ δράκοντα ὑπὸ τοῦ Ἄρεως ἐπιτετάχθαι φύλακα τῇ πηγῇ. | Above the Ismenion, one may see the spring which is said to be sacred to Ares, and a dragon, it is believed, was appointed by Ares himself as guardian of this spring. | ἀνωτέρω δέ ὁ Ἰσμήνιος ὁ κρήνη ὁράω ἄν ὅστις Ἄρεως φημί ἱερός εἰμί καί δράκων ὑπό ὁ Ἄρης ἐπιτετάχθαι φύλαξ ὁ πηγή | 1 |
| 9.10.5 | 2 | πρὸς ταύτῃ τῇ κρήνῃ τάφος ἐστὶ Καάνθου· | Near this spring is the tomb of Caanthus. | πρός οὗτος ὁ κρήνη τάφος εἰμί Καάνθου | 1 |
| 9.10.5 | 3 | Μελίας δὲ ἀδελφὸν καὶ Ὠκεανοῦ παῖδα εἶναι Κάανθον λέγουσι, σταλῆναι δὲ ὑπὸ τοῦ πατρὸς ζητήσοντα ἡρπασμένην τὴν ἀδελφήν. | They relate that Caanthus was the brother of Melia and the son of Oceanus, and that he was sent by his father to search for his sister after she had been abducted. | Μελίας δέ ἀδελφός καί Ὠκεανός παῖς εἰμί Κάανθον λέγω στέλλω δέ ὑπό ὁ πατήρ ζητήσοντα ἡρπασμένην ὁ ἀδελφή | 4 |
| 9.10.5 | 4 | ὡς δὲ Ἀπόλλωνα εὑρὼν ἔχοντα τὴν Μελίαν οὐκ ἐδύνατο ἀφελέσθαι, πῦρ ἐτόλμησεν ἐς τὸ τέμενος ἐνεῖναι τοῦ Ἀπόλλωνος τοῦτο ὃ νῦν καλοῦσιν Ἰσμήνιον· | But when he found Apollo holding Melia and could not take her away, he dared to set fire to the sanctuary of Apollo, the one that is now called the Ismenion. | ὡς δέ Ἀπόλλων εὑρίσκω ἔχω ὁ Μελίαν οὐ δύναμαι ἀφαιρέω πῦρ τολμάω εἰς ὁ τέμενος ἐνίημι ὁ Ἀπόλλων οὗτος ὅς νῦν καλέω Ἰσμήνιον | 1 |
| 9.10.5 | 5 | καὶ αὐτὸν ὁ θεός, καθά φασιν οἱ Θηβαῖοι, τοξεύει. | The god himself, according to the Thebans' story, shot and killed Caanthus with an arrow. | καί αὐτός ὁ θεός καθά φημί ὁ Θηβαῖος τοξεύω | 1 |
| 9.10.6 | 1 | Καάνθου μὲν ἐνταῦθά ἐστι μνῆμα, | Here is the tomb of Caanthus. | Καάνθου μέν ἐνταῦθα εἰμί μνῆμα | 1 |
| 9.10.6 | 2 | Ἀπόλλωνι δὲ παῖδας ἐκ Μελίας γενέσθαι λέγουσι Τήνερον καὶ Ἰσμηνόν· | They say that Apollo had by Melia two sons, Tenerus and Ismenus. | Ἀπόλλων δέ παῖς ἐκ Μελίας γίγνομαι λέγω Τήνερον καί Ἰσμηνόν | 3 |
| 9.10.6 | 3 | Τηνέρῳ μὲν Ἀπόλλων μαντικὴν δίδωσι, τοῦ δὲ Ἰσμηνίου τὸ ὄνομα ἔσχεν ὁ ποταμός. | To Tenerus Apollo granted the gift of prophecy, while the river received its name from Ismenus. | Τηνέρῳ μέν Ἀπόλλων μαντική δίδωμι ὁ δέ Ἰσμήνιος ὁ ὄνομα ἔχω ὁ ποταμός | 1 |
| 9.10.6 | 4 | οὐ μὴν οὐδὲ τὰ πρότερα ἦν ἀνώνυμος, εἰ δὴ καὶ Λάδων ἐκαλεῖτο πρὶν Ἰσμηνὸν γενέσθαι τὸν Ἀπόλλωνος. | Even previously, however, it was not without a name, being called Ladon before it was named Ismenus after Apollo's son. | οὐ μήν οὐδέ ὁ πρότερος εἰμί ἀνώνυμος εἰ δή καί Λάδων καλέω πρίν Ἰσμηνὸν γίγνομαι ὁ Ἀπόλλων | 2 |