Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 9.24

PassageSentenceGreekEnglishLemma FormsMissing
9.24.1 1 ἐξ Ἀκραιφνίου δὲ ἰόντι εὐθεῖαν ἐπὶ λίμνην τὴν Κηφισίδα---οἱ δὲ Κωπαΐδα ὀνομάζουσι τὴν αὐτήν--- πεδίον καλούμενόν ἐστιν Ἀθαμάντιον· Going straight from Akraiphnium to the lake called Kephisian—also called Kopais by some—there is a plain known as Athamantion. ἐκ Ἀκραιφνίου δέ εἶμι εὐθεῖα ἐπί λίμνη ὁ Κηφισίδα ὁ δέ Κωπαΐδα ὀνομάζω ὁ αὐτός πεδίον καλέω εἰμί Ἀθαμάντιον 4
9.24.1 2 οἰκῆσαι δὲ Ἀθάμαντα ἐν αὐτῷ φασιν. They say Athamas himself once dwelt in it. οἰκέω δέ Ἀθάμας ἐν αὐτός φημί 0
9.24.1 3 ἐς δὲ τὴν λίμνην ὅ τε ποταμὸς ὁ Κηφισὸς ἐκδίδωσιν ἀρχόμενος ἐκ Λιλαίας τῆς Φωκέων καὶ διαπλεύσαντί εἰσι Κῶπαι. Into the lake flows the river Cephisus, whose source is at Lilaea among the Phokians, and sailing across the lake, one arrives at Kopai. εἰς δέ ὁ λίμνη ὁ τε ποταμός ὁ Κηφισός ἐκδίδωμι ἄρχομαι ἐκ Λιλαία ὁ Φωκεύς καί διαπλεύσαντί εἰμί Κῶπαι 2
9.24.1 4 κεῖνται δὲ αἱ Κῶπαι πόλισμα ἐπὶ τῇ λίμνῃ, τούτου δὲ καὶ Ὅμηρος ἐποιήσατο ἐν καταλόγῳ μνήμην· Kopai is a small city situated on the shore of the lake, and Homer has also mentioned it in his catalogue. κεῖμαι δέ ὁ Κῶπαι πόλισμα ἐπί ὁ λίμνη οὗτος δέ καί Ὅμηρος ποιέω ἐν κατάλογος μνήμη 1
9.24.1 5 ἐνταῦθα Δήμητρος καὶ Διονύσου καὶ Σαράπιδός ἐστιν ἱερά. Here there are sanctuaries of Demeter, Dionysus, and Sarapis. ἐνταῦθα Δημήτηρ καί Διόνυσος καί Σαράπις εἰμί ἱερός 0
9.24.2 1 λέγουσι δὲ οἱ Βοιωτοὶ καὶ πολίσματα ἄλλα πρὸς τῇ λίμνῃ ποτὲ Ἀθήνας καὶ Ἐλευσῖνα οἰκεῖσθαι, καὶ ὡς ὥρᾳ χειμῶνος ἐπικλύσασα ἠφάνισεν αὐτὰ ἡ λίμνη. The Boeotians say that other towns, once inhabited, called Athenae and Eleusis, existed near the lake, but one winter season the lake flooded and caused their disappearance. λέγω δέ ὁ Βοιωτός καί πολίσμα ἄλλος πρός ὁ λίμνη ποτέ Ἀθήνη καί Ἐλευσίς οἰκέω καί ὡς ὥρα χείμων ἐπικλύζω ἀφανίζω αὐτός ὁ λίμνη 0
9.24.2 2 οἱ μὲν δὴ ἰχθῦς οἱ ἐν τῇ Κηφισίδι οὐδέν τι διάφορον ἐς ἄλλους ἰχθῦς τοὺς λιμναίους ἔχουσιν· αἱ δὲ ἐγχέλεις αὐτόθι καὶ μεγέθει μέγισται καὶ ἐσθίειν εἰσὶν ἥδισται. The fish inhabiting Lake Cephisus do not differ at all from other lake-fish, but the eels found there are the largest in size and most delicious to taste. ὁ μέν δή ἰχθύς ὁ ἐν ὁ Κηφισίδι οὐδείς τις διάφορος εἰς ἄλλος ἰχθύς ὁ λιμναίους ἔχω ὁ δέ ἐγχέλεις αὐτόθι καί μέγεθος μέγισται καί ἐσθίω εἰμί ἥδισται 5
9.24.3 1 Κωπῶν δὲ ἐν ἀριστερᾷ σταδίους προελθόντι ὡς δώδεκα εἰσὶν Ὄλμωνες, Ὀλμωνέων δὲ ἑπτά που στάδια Ὕηττος ἀφέστηκε On the left side of Kopai, at a distance of about twelve stades, is Olmones; and about seven stades from Olmones lies Hyettus. Κωπῶν δέ ἐν ἀριστερός στάδιον προέρχομαι ὡς δώδεκα εἰμί Ὄλμωνες Ὀλμωνέων δέ ἑπτά πού στάδιον Ὕηττος ἀφέστηκα 4
9.24.3 2 κῶμαι νῦν τε οὖσαι καὶ εὐθὺς ἐξ ἀρχῆς· μοίρας δὲ ἐμοὶ δοκεῖν τῆς Ὀρχομενίας εἰσὶ καὶ αὗται καὶ πεδίον τὸ Ἀθαμάντιον. Both these settlements, villages from the beginning and still so at the present time, seem to me to have belonged originally to the territory of Orchomenus, as does also the Athamantian plain. κῶμαι νῦν τε οὖσα καί εὐθύς ἐκ ἀρχή μοῖρα δέ ἐγώ δοκέω ὁ Ὀρχομενός εἰμί καί οὗτος καί πεδίον ὁ Ἀθαμάντιον 2
9.24.3 3 καὶ ὅσα μὲν ἐς Ὕηττον ἄνδρα Ἀργεῖον καὶ Ὄλμον τὸν Σισύφου λεγόμενα ἤκουον, προσέσται καὶ αὐτὰ τῇ Ὀρχομενίᾳ συγγραφῇ· Whatever accounts I heard concerning Hyettus, an Argive hero, and Olmus, the son of Sisyphus, these likewise will be recounted in my description of Orchomenus. καί ὅσος μέν εἰς Ὕηττον ἀνήρ Ἀργεῖον καί Ὄλμον ὁ Σίσυφος λέγω ἀκούω πρόσειμι καί αὐτός ὁ Ὀρχομενίᾳ συγραφή 3
9.24.3 4 θέας δὲ ἄξιον ἐν μὲν Ὄλμωσιν οὐδʼ ἐπὶ βραχύτατον παρεῖχον οὐδέν, ἐν Ὑήττῳ δὲ ναός ἐστιν Ἡρακλέους καὶ ἰάματα εὕρασθαι παρὰ τούτου τοῖς κάμνουσιν ἔστιν, At Olmones there was nothing at all worthy of note, even briefly; at Hyettus, however, there is a temple of Heracles, where cures are said to be granted by the god to the sick. θέα δέ ἄξιος ἐν μέν Ὄλμωσιν οὐδέ ἐπί βραχύτατος παρέχω οὐδείς ἐν Ὑήττῳ δέ ναός εἰμί Ἡρακλῆς καί ἄμα εὑρίσκω παρά οὗτος ὁ κάμνω εἰμί 2
9.24.3 5 ὄντος οὐχὶ ἀγάλματος σὺν τέχνῃ, λίθου δὲ ἀργοῦ κατὰ τὸ ἀρχαῖον. The image there is of no great artistry, but is instead, according to the ancient fashion, simply a rough stone. εἰμί οὐχί ἄγαλμα σύν τέχνη λίθος δέ ἀργοῦ κατά ὁ ἀρχαῖος 1
9.24.4 1 Ὑήττου δὲ στάδια ὡς εἴκοσιν ἀπέχουσι Κύρτωνες· About twenty stades from Hyettus are the Cyrtones. Ὑήττου δέ στάδιον ὡς εἴκοσι ἀπέχω Κύρτωνες 2
9.24.4 2 τὸ δὲ ἀρχαῖον ὄνομα τῷ πολίσματί φασιν εἶναι Κυρτώνην. They say the settlement was originally named Cyrtone. ὁ δέ ἀρχαῖος ὄνομα ὁ πολίσματί φημί εἰμί Κυρτώνην 2
9.24.4 3 ᾤκισται δὲ ἐπὶ ὄρους ὑψηλοῦ, καὶ Ἀπόλλωνός ἐστιν ἐνταῦθα ναός τε καὶ ἄλσος· It is built upon a high mountain, and here there is a temple and grove of Apollo. οἰκίζω δέ ἐπί ὄρος ὑψηλός καί Ἀπόλλων εἰμί ἐνταῦθα ναός τε καί ἄλσος 0
9.24.4 4 ἀγάλματα δὲ ὀρθὰ Ἀπόλλωνος καὶ Ἀρτέμιδός ἐστιν. There are upright statues of Apollo and Artemis. ἄγαλμα δέ ὀρθός Ἀπόλλων καί Ἄρτεμις εἰμί 0
9.24.4 5 ἔστι δὲ αὐτόθι καὶ ὕδωρ ψυχρὸν ἐκ πέτρας ἀνερχόμενον· Here also is a spring of cold water flowing out of a rock. εἰμί δέ αὐτόθι καί ὕδωρ ψυχρός ἐκ πέτρα ἀνέρχομαι 0
9.24.4 6 νυμφῶν δὲ ἱερὸν ἐπὶ τῇ πηγῇ καὶ ἄλσος οὐ μέγα ἐστίν, ἥμερα δὲ ὁμοίως πάντα ἐν τῷ ἄλσει δένδρα. At the spring is a sanctuary of the Nymphs and a small grove, in which all the trees are likewise cultivated. νύμφη δέ ἱερός ἐπί ὁ πηγή καί ἄλσος οὐ μέγας εἰμί ἡμέρα δέ ὁμοίως πᾶς ἐν ὁ ἄλσος δένδρον 0
9.24.5 1 ἐκ δὲ Κυρτώνων ὑπερβάλλοντι τὸ ὄρος πόλισμά ἐστι Κορσεία, ὑπὸ δὲ αὐτῷ δένδρων ἄλσος οὐχ ἡμέρων· πρῖνοι τὸ πολύ εἰσιν. After Cyrtones, as one crosses over the mountain, there is a small town called Korseia; at the foot of it is a grove of wild trees, mainly oaks. ἐκ δέ Κυρτώνων ὑπερβάλλω ὁ ὄρος πόλισμα εἰμί Κορσεία ὑπό δέ αὐτός δένδρον ἄλσος οὐ ἡμέρα πρῖνοι ὁ πολύ εἰμί 3
9.24.5 2 Ἑρμοῦ δὲ ἄγαλμα οὐ μέγα ἐν ὑπαίθρῳ τοῦ ἄλσους ἕστηκε. In the open air within the grove stands a rather small statue of Hermes. Ἑρμῆς δέ ἄγαλμα οὐ μέγας ἐν ὑπαίθριος ὁ ἄλσος ἵστημι 0
9.24.5 3 τοῦτο ἀπέχει Κορσείας ὅσον τε ἥμισυ σταδίου. This lies at a distance of about half a stade from Korseia. οὗτος ἀπέχω Κορσείας ὅσος τε ἥμισυς στάδιον 1
9.24.5 4 καταβάντων δὲ ἐς τὸ χθαμαλὸν ποταμὸς Πλατάνιος καλούμενος ἐκδίδωσιν ἐς θάλασσαν· As one descends to the plain, a river called Platanios flows into the sea. καταβαίνω δέ εἰς ὁ χθαμαλὸν ποταμός Πλατάνιος καλέω ἐκδίδωμι εἰς θάλασσα 2
9.24.5 5 ἐν δεξιᾷ δὲ τοῦ ποταμοῦ Βοιωτῶν ἔσχατοι ταύτῃ πόλισμα οἰκοῦσιν Ἁλὰς ἐπὶ θαλάσσῃ, ἣ τὴν Λοκρίδα ἤπειρον ἀπὸ τῆς Εὐβοίας διείργει. On the right side of this river dwell the inhabitants of Halai-on-the-Sea, the last settlement of the Boeotians here, where the Lokrian mainland is separated from Euboea. ἐν δεξιός δέ ὁ ποταμός Βοιωτός ἔσχατος οὗτος πόλισμα οἰκέω Ἁλὰς ἐπί θάλασσα ὅς ὁ Λοκρίς ἤπειρος ἀπό ὁ εὔβοια διείργει 2