Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 9.3.1 | 1 | Ἥραν ἐφʼ ὅτῳ δὴ πρὸς τὸν Δία ὠργισμένην ἐς Εὔβοιάν φασιν ἀναχωρῆσαι, Δία δέ, ὡς οὐκ ἔπειθεν αὐτήν, παρὰ Κιθαιρῶνα λέγουσιν ἐλθεῖν δυναστεύοντα ἐν Πλαταιαῖς τότε· εἶναι γὰρ τὸν Κιθαιρῶνα οὐδενὸς σοφίαν ὕστερον. | They relate that Hera, having become angry at Zeus for some reason, withdrew to Euboea; and Zeus, as he could not reconcile her, is said to have come to Cithaeron, who at that time was ruling in Plataea—for Cithaeron was inferior to no one in wisdom. | Ἥρα ἐπί ὅστις δή πρός ὁ διά ὠργισμένην εἰς Εὔβοιάν φημί ἀναχωρέω διά δέ ὡς οὐ πείθω αὐτός παρά Κιθαιρών λέγω ἔρχομαι δυναστεύω ἐν Πλαταιαί τότε εἰμί γάρ ὁ Κιθαιρών οὐδείς σοφία ὕστερον | 2 |
| 9.3.1 | 2 | οὗτος οὖν κελεύει τὸν Δία ἄγαλμα ξύλου ποιησάμενον ἄγειν ἐπὶ βοῶν ζεύγους ἐγκεκαλυμμένον, λέγειν δὲ ὡς ἄγοιτο γυναῖκα Πλάταιαν τὴν Ἀσωποῦ. | Cithaeron advised Zeus to fashion a wooden statue and, placing it covered upon a wagon drawn by oxen, to proclaim that he was taking home as a wife Plataea, the daughter of Asopus. | οὗτος οὖν κελεύω ὁ διά ἄγαλμα ξύλον ποιέω ἄγω ἐπί βοῦς ζεῦγος ἐγκαλύπτω λέγω δέ ὡς ἄγοιτο γυνή Πλάταια ὁ Ἀσωπός | 1 |
| 9.3.2 | 1 | καὶ ὁ μὲν ἔπρασσε κατὰ τὴν παραίνεσιν τοῦ Κιθαιρῶνος· Ἥρα δὲ ἐπέπυστό τε αὐτίκα καὶ αὐτίκα ἀφίκετο. | And he acted according to the advice of Cithaeron; but Hera soon learned of it and immediately arrived. | καί ὁ μέν πράσσω κατά ὁ παραίνεσις ὁ Κιθαιρῶνος Ἥρα δέ ἐπέπυστό τε αὐτίκα καί αὐτίκα ἀφικνέομαι | 2 |
| 9.3.2 | 2 | ὡς δὲ ἐπλησίαζε τῇ ἁμάξῃ καὶ τοῦ ἀγάλματος τὴν ἐσθῆτα περιέρρηξεν, ἥσθη τε τῇ ἀπάτῃ ξόανον εὑροῦσα ἀντὶ νύμφης γυναικὸς καὶ διαλλαγὰς ποιεῖται πρὸς τὸν Δία. | As she approached the wagon and tore away the garment of the statue, she was delighted at the deception when she discovered a wooden image instead of a human bride, and thus she became reconciled with Zeus. | ὡς δέ ἐπλησίαζε ὁ ἁμάξῃ καί ὁ ἄγαλμα ὁ ἐσθής περιέρρηξεν ἥσθη τε ὁ ἀπάτη ξόανον εὑροῦσα ἀντί νύμφη γυνή καί διαλλαγή ποιέω πρός ὁ διά | 5 |
| 9.3.2 | 3 | ἐπὶ ταύταις ταῖς διαλλαγαῖς Δαίδαλα ἑορτὴν ἄγουσιν, ὅτι οἱ πάλαι τὰ ξόανα ἐκάλουν δαίδαλα· | In honor of this reconciliation they hold a festival, called the Daedala, because in ancient times wooden statues were called "daedala." | ἐπί οὗτος ὁ διαλλαγαῖς Δαίδαλα ἑορτή ἄγω ὅτι ὁ πάλαι ὁ ξόανον καλέω δαίδαλα | 3 |
| 9.3.2 | 4 | ἐκάλουν δὲ ἐμοὶ δοκεῖν πρότερον ἔτι ἢ Δαίδαλος ὁ Παλαμάονος ἐγένετο Ἀθήνῃσι, τούτῳ δὲ ὕστερον ἀπὸ τῶν δαιδάλων ἐπίκλησιν γενέσθαι δοκῶ καὶ οὐκ ἐκ γενετῆς τεθῆναι τὸ ὄνομα. | And it is my belief that they were called this even before Daedalus, son of Palamaon, lived at Athens, and that afterwards this Daedalus received his surname from these "daedala," rather than it being his original birth name. | καλέω δέ ἐγώ δοκέω πρότερον ἔτι ἤ Δαίδαλος ὁ Παλαμάονος γίγνομαι Ἀθήνη οὗτος δέ ὕστερον ἀπό ὁ δαιδάλων ἐπίκλησις γίγνομαι δοκέω καί οὐ ἐκ γενετής τίθημι ὁ ὄνομα | 2 |
| 9.3.3 | 1 | Δαίδαλα οὖν ἄγουσιν οἱ Πλαταιεῖς ἑορτὴν διʼ ἔτους ἑβδόμου μέν, ὡς ἔφασκεν ὁ τῶν ἐπιχωρίων ἐξηγητής, ἀληθεῖ μέντοι λόγῳ διʼ ἐλάσσονος καὶ οὐ τοσούτου χρόνου· | The Plataeans celebrate the Daedala festival every seventh year, according to the account of the local guide; but in truth the interval is shorter and not as long as that. | Δαίδαλα οὖν ἄγω ὁ Πλαταιαῖος ἑορτή διά ἔτος ἕβδομος μέν ὡς φάσκω ὁ ὁ ἐπιχώριος ἐξηγητής ἀληθής μέντοι λόγος διά ἐλάσσων καί οὐ τοσοῦτος χρόνος | 1 |
| 9.3.3 | 2 | ἐθελήσαντες δὲ ἀπὸ Δαιδάλων ἐς Δαίδαλα ἕτερα ἀναριθμῆσαι τὸν μεταξὺ χρόνον ἐς τὸ ἀκριβέστατον οὐκ ἐγενόμεθα οἷοί τε. | Despite our desire to reckon with complete precision the time interval from one Daedala festival to the next, we were not able to determine it exactly. | ἐθελήσαντες δέ ἀπό Δαιδάλων εἰς Δαίδαλα ἕτερος ἀναριθμῆσαι ὁ μεταξύ χρόνος εἰς ὁ ἀκριβής οὐ γίγνομαι οἷος τε | 4 |
| 9.3.3 | 3 | ἄγουσι δὲ οὕτω τὴν ἑορτήν. | They celebrate the festival in the following manner. | ἄγω δέ οὕτως ὁ ἑορτή | 0 |
| 9.3.4 | 1 | δρυμός ἐστιν Ἀλαλκομενῶν οὐ πόρρω· μέγιστα τῶν ἐν Βοιωτίᾳ στελέχη δρυῶν ἐστιν ἐνταῦθα. | Not far from Alalcomenae is a grove, and here stand the largest oak trees in all Boeotia. | δρυμός εἰμί Ἀλαλκομενῶν οὐ πόρρω μέγας ὁ ἐν βοιωτία στελέχη δρυς εἰμί ἐνταῦθα | 2 |
| 9.3.4 | 2 | ἐς τοῦτον οἱ Πλαταιεῖς ἀφικόμενοι τὸν δρυμὸν προτίθενται μοίρας κρεῶν ἑφθῶν. | To this grove the Plataeans come, and they offer portions of boiled meat. | εἰς οὗτος ὁ Πλαταιαῖος ἀφικνέομαι ὁ δρυμός προτίθημι μοῖρα κρέας ἑφθῶν | 1 |
| 9.3.4 | 3 | ὄρνιθες δὲ οἱ μὲν ἄλλοι σφίσιν ἥκιστά εἰσι διʼ ὄχλου, τῶν κοράκων δὲ---οὗτοι γάρ σφισιν ἐπιφοιτῶσιν---ἔχουσιν ἀκριβῆ τὴν φρουράν. | Other birds avoid approaching because of their numbers, but as for ravens—who regularly visit—they keep careful watch. | ὄρνις δέ ὁ μέν ἄλλος σφεῖς ἥκιστά εἰμί διά ὄχλος ὁ κόραξ δέ οὗτος γάρ σφεῖς ἐπιφοιτῶσιν ἔχω ἀκριβής ὁ φρουρά | 2 |
| 9.3.4 | 4 | τὸν δὲ αὐτῶν ἁρπάσαντα κρέας, ἐφʼ ὅτῳ τῶν δένδρων καθεδεῖται, φυλάσσουσιν. | Whichever raven seizes the meat, they observe upon which tree it settles. | ὁ δέ αὐτός ἁρπάζω κρέας ἐπί ὅστις ὁ δένδρον καθεδεῖται φυλάσσω | 1 |
| 9.3.4 | 5 | ἐφʼ οὗ δʼ ἂν καθεσθῇ, τεμόντες ποιοῦσιν ἀπὸ τούτου τὸ δαίδαλον· | Having noted this, they cut down that very tree to fashion from it the image. | ἐπί ὅς δέ ἄν καθεσθῇ τέμνω ποιέω ἀπό οὗτος ὁ δαίδαλον | 1 |
| 9.3.4 | 6 | δαίδαλον γὰρ δὴ καὶ τὸ ξόανον αὐτὸ ὀνομάζουσι. | Indeed, they call this wooden effigy a "daedalon." | δαίδαλον γάρ δή καί ὁ ξόανον αὐτός ὀνομάζω | 0 |
| 9.3.5 | 1 | ταύτην μὲν ἰδίᾳ οἱ Πλαταιεῖς ἑορτὴν ἄγουσι, Δαίδαλα μικρὰ ὀνομάζοντες· Δαιδάλων δὲ ἑορτὴν τῶν μεγάλων καὶ Βοιωτοί σφισι συνεορτάζουσι, διʼ ἑξηκοστοῦ δὲ ἄγουσιν ἔτους· | This festival the Plataeans celebrate by themselves, calling it the Little Daedala; but the Greater Daedala the Boeotians join them in celebrating, holding it at intervals of sixty years. | οὗτος μέν ἰδίᾳ ὁ Πλαταιαῖος ἑορτή ἄγω Δαίδαλα μικρός ὀνομάζω Δαιδάλων δέ ἑορτή ὁ μέγας καί βοιωτός σφεῖς συνεορτάζουσι διά ἑξηκοστοῦ δέ ἄγω ἔτος | 4 |
| 9.3.5 | 2 | ἐκλιπεῖν γὰρ τοσοῦτον χρόνον τὴν ἑορτήν φασιν, ἡνίκα οἱ Πλαταιεῖς ἔφευγον. | For they say that the festival was interrupted for precisely this length of time during the exile of the Plataeans. | ἐκλείπω γάρ τοσοῦτος χρόνος ὁ ἑορτή φημί ἡνίκα ὁ Πλαταιαῖος φεύγω | 0 |
| 9.3.5 | 3 | ξόανα δὲ τεσσαρεσκαίδεκα ἕτοιμά σφισίν ἐστι κατʼ ἐνιαυτὸν ἕκαστον παρασκευασθέντα ἐν Δαιδάλοις τοῖς μικροῖς. | Fourteen wooden images are prepared for them beforehand, each made ready annually at every Little Daedala. | ξόανον δέ τεσσαρεσκαίδεκα ἕτοιμά σφεῖς εἰμί κατά ἐνιαυτός ἕκαστος παρασκευασθέντα ἐν Δαιδάλοις ὁ μικρός | 4 |
| 9.3.6 | 1 | ταῦτα ἀναιροῦνται κλήρῳ Πλαταιεῖς Κορωναῖοι Θεσπιεῖς Ταναγραῖοι Χαιρωνεῖς Ὀρχομένιοι Λεβαδεῖς Θηβαῖοι· | These positions are assigned by lot among the Plataeans, the Coronaians, Thespians, Tanagraeans, Chaeroneans, Orchomenians, Lebadeians and Thebans. | οὗτος ἀναιροῦνται κλῆρος Πλαταιαῖος Κορωναιος Θεσπιεύς Ταναγραῖος Χαιρωνεῖς ὀρχομένιος Λεβαδεῖς Θηβαῖος | 3 |
| 9.3.6 | 2 | διαλλαγῆναι γὰρ καὶ οὗτοι Πλαταιεῦσιν ἠξίωσαν καὶ συλλόγου μετασχεῖν κοινοῦ καὶ ἐς Δαίδαλα θυσίαν ἀποστέλλειν, ὅτε Κάσσανδρος ὁ Ἀντιπάτρου τὰς Θήβας ἀνῴκισε. | The latter also thought it appropriate to reconcile with the Plataeans, participating in their common assembly and sending envoys to the Daedala sacrifices, ever since Cassander, the son of Antipater, refounded Thebes. | διαλλάσσω γάρ καί οὗτος Πλαταιεύς ἀξιόω καί σύλλογος μετέχω κοινός καί εἰς Δαίδαλα θυσία ἀποστέλλω ὅτε Κάσσανδρος ὁ Ἀντίπατρος ὁ Θῆβαι ἀνῴκισε | 2 |
| 9.3.6 | 3 | τῶν δὲ πολισμάτων ὁπόσα ἐστὶν ἐλάσσονος λόγου, συντέλειαν αἱροῦνται. | As for the lesser-known smaller towns, they group together in offering their contributions. | ὁ δέ πολίσμα ὁπόσος εἰμί ἐλάσσων λόγος συντέλειαν αἱρέω | 1 |
| 9.3.7 | 1 | τὸ δὲ ἄγαλμα κομίσαντες παρὰ τὸν Ἀσωπὸν καὶ ἀναθέντες ἐπὶ ἅμαξαν, γυναῖκα ἐφιστᾶσι νυμφεύτριαν· | After bringing the image to the Asopus and setting it upon a wagon, they place a woman beside it to serve as attendant bride. | ὁ δέ ἄγαλμα κομίζω παρά ὁ Ἀσωπός καί ἀνατίθημι ἐπί ἅμαξα γυνή ἐφίστημι νυμφεύτριαν | 1 |
| 9.3.7 | 2 | οἱ δὲ αὖθις κληροῦνται καθʼ ἥντινα τάξιν τὴν πομπὴν ἀνάξουσι· | Next, they again cast lots to determine the order in which they will lead the procession. | ὁ δέ αὖθις κληροῦνται κατά ὅστις τάξις ὁ πομπή ἀνάξουσι | 2 |
| 9.3.7 | 3 | τὸ δὲ ἐντεῦθεν τὰς ἁμάξας ἀπὸ τοῦ ποταμοῦ πρὸς ἄκρον τὸν Κιθαιρῶνα ἐλαύνουσιν. | From this point onward, they drive the wagons from the river upward toward the summit of Mount Cithaeron. | ὁ δέ ἐντεῦθεν ὁ ἁμάξας ἀπό ὁ ποταμός πρός ἄκρον ὁ Κιθαιρών ἐλαύνω | 1 |
| 9.3.7 | 4 | εὐτρέπισται δέ σφισιν ἐπὶ τῇ κορυφῇ τοῦ ὄρους βωμός, ποιοῦσι δὲ τρόπῳ τοιῷδε τὸν βωμόν· | An altar is prepared for them upon the peak of the mountain, and they build this altar in the following manner: | εὐτρέπισται δέ σφεῖς ἐπί ὁ κορυφή ὁ ὄρος βωμός ποιέω δέ τρόπος τοιοῦτος ὁ βωμός | 1 |
| 9.3.7 | 5 | ξύλα τετράγωνα ἁρμόζοντες πρὸς ἄλληλα συντιθέασι κατὰ ταὐτὰ καὶ εἰ λίθων ἐποιοῦντο οἰκοδομίαν, ἐξάραντες δὲ ἐς ὕψος φρύγανα ἐπιφέρουσιν. | fitting squared timbers closely together, they construct the structure just as if they were erecting masonry from stones, and after raising it to height, they place brushwood upon it. | ξύλον τετράγωνα ἁρμόζοντες πρός ἀλλήλων συντιθέασι κατά αὐτός καί εἰ λίθος ποιέω οἰκοδομίαν ἐξάραντες δέ εἰς ὕψος φρύγανα ἐπιφέρουσιν | 7 |
| 9.3.8 | 1 | αἱ μὲν δὴ πόλεις καὶ τὰ τέλη θήλειαν θύσαντες τῇ Ἥρᾳ βοῦν ἕκαστοι καὶ ταῦρον τῷ Διὶ τὰ ἱερεῖα οἴνου καὶ θυμιαμάτων πλήρη καὶ τὰ δαίδαλα ὁμοῦ καθαγίζουσιν ἐπὶ τοῦ βωμοῦ, | Of the cities and local communities, each group sacrifices a cow to Hera and a bull to Zeus, then together they consecrate upon the altar the offerings, filled with wine and incense, as well as the wooden images (daidala). | ὁ μέν δή πόλις καί ὁ τέλος θήλεια θύω ὁ Ἥρα βοῦς ἕκαστος καί ταῦρος ὁ Ζεύς ὁ ἱερεῖον οἶνος καί θυμιαμάτων πλήρης καί ὁ δαίδαλα ὁμοῦ καθαγίζω ἐπί ὁ βωμός | 2 |
| 9.3.8 | 2 | ἰδιῶται δὲ ὁπόσα δὴ θύουσιν οἱ πλούσιοι· τοῖς δὲ οὐχ ὁμοίως δυναμένοις τὰ λεπτότερα τῶν προβάτων θύειν καθέστηκε, καθαγίζειν δὲ τὰ ἱερεῖα ὁμοίως πάντα. | Private individuals who are wealthy offer as many victims as they wish; those of more modest means customarily sacrifice smaller animals, but all alike burn their offerings together as sacred. | ἰδιώτης δέ ὁπόσος δή θύω ὁ πλούσιοι ὁ δέ οὐ ὁμοίως δυναμένοις ὁ λεπτότερα ὁ πρόβατον θύω καθίστημι καθαγίζειν δέ ὁ ἱερεῖον ὁμοίως πᾶς | 4 |
| 9.3.8 | 3 | σὺν δέ σφισι καὶ αὐτὸν τὸν βωμὸν ἐπιλαβὸν τὸ πῦρ ἐξανήλωσε· | Along with these, the flame also seizes upon and consumes even the altar itself. | σύν δέ σφεῖς καί αὐτός ὁ βωμός ἐπιλαβὸν ὁ πῦρ ἐξανήλωσε | 2 |
| 9.3.8 | 4 | μεγίστην δὲ ταύτην φλόγα καὶ ἐκ μακροτάτου σύνοπτον οἶδα ἀρθεῖσαν. | I know that this fire is the greatest and clearly visible from the farthest distances. | μέγιστος δέ οὗτος φλόξ καί ἐκ μακροτάτου σύνοπτος οἶδα ἀρθεῖσαν | 2 |
| 9.3.9 | 1 | ὑπὸ δὲ τῆς κορυφῆς, ἐφʼ ᾗ τὸν βωμὸν ποιοῦνται, πέντε που μάλιστα καὶ δέκα ὑποκαταβάντι σταδίους νυμφῶν ἐστιν ἄντρον Κιθαιρωνίδων, Σφραγίδιον μὲν ὀνομαζόμενον, | Below the peak, upon which they have erected the altar, about fifteen stadia downward, there is a cave of the Cithaeronian Nymphs called Sphragidion. | ὑπό δέ ὁ κορυφή ἐπί ὅς ὁ βωμός ποιέω πέντε πού μάλιστα καί δέκα ὑποκαταβαίνω στάδιον νύμφη εἰμί ἄντρον Κιθαιρωνίδων Σφραγίδιον μέν ὀνομάζω | 2 |
| 9.3.9 | 2 | μαντεύεσθαι δὲ τὰς νύμφας τὸ ἀρχαῖον αὐτόθι ἔχει λόγος. | It is said that in ancient times the Nymphs used to deliver oracles there. | μαντεύομαι δέ ὁ νύμφη ὁ ἀρχαῖος αὐτόθι ἔχω λόγος | 0 |