Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 9.36.1 | 1 | γενομένης δὲ Ἐτεοκλεῖ τῆς τελευτῆς ἡ βασιλεία περιῆλθεν ἐς τὸ Ἄλμου γένος. | Upon the death of Eteocles, the kingdom passed into the family of Almus. | γίγνομαι δέ Ἐτέοκλης ὁ τελευτή ὁ βασιλεία περιέρχομαι εἰς ὁ Ἄλμου γένος | 1 |
| 9.36.1 | 2 | Ἄλμῳ δὲ αὐτῷ μὲν θυγατέρες Χρυσογένεια ἐγένετο καὶ Χρύση· | Almus himself had daughters named Chrysogeneia and Chryse. | Ἄλμῳ δέ αὐτός μέν θυγάτηρ Χρυσογένεια γίγνομαι καί χρύσεος | 2 |
| 9.36.1 | 3 | Χρύσης δὲ τῆς Ἄλμου καὶ Ἄρεως ἔχει φήμη γενέσθαι Φλεγύαν, | It is said that Chryse, daughter of Almus, bore a son, Phlegyas, by Ares. | Χρύσης δέ ὁ Ἄλμου καί Ἄρης ἔχω φήμη γίγνομαι Φλεγύας | 2 |
| 9.36.1 | 4 | καὶ τὴν ἀρχὴν τὴν Ἐτεοκλέους ἀποθανόντος ἄπαιδος ὁ Φλεγύας ἔσχεν οὗτος. | After Eteocles died without issue, Phlegyas succeeded to his throne. | καί ὁ ἀρχή ὁ Τεοκλῆς ἀποθνῄσκω ἄπαις ὁ Φλεγύας ἔχω οὗτος | 0 |
| 9.36.1 | 5 | τῇ μὲν δὴ χώρᾳ τῇ πάσῃ Φλεγυαντίδα ὄνομα εἶναι μετέθεντο ἀντὶ Ἀνδρηίδος, | Afterward, the inhabitants renamed the entire region Phlegyantis instead of Andreis. | ὁ μέν δή χώρα ὁ πᾶς Φλεγυαντίδα ὄνομα εἰμί μετίημι ἀντί Ἀνδρηίδος | 2 |
| 9.36.2 | 1 | πόλις δὲ ἐγένετο ἥ τε ἐξ ἀρχῆς οἰκισθεῖσα ἡ Ἀνδρηὶς καὶ προσέκτισεν ὁ Φλεγύας ὁμώνυμον αὑτῷ, τοὺς τὰ πολεμικὰ ἀρίστους Ἑλλήνων συλλέξας ἐς αὐτήν. | Originally, the city that was founded was Andreis, and Phlegyas later enlarged it, giving it his own name and gathering into it the best warriors among the Greeks. | πόλις δέ γίγνομαι ὅς τε ἐκ ἀρχή οἰκίζω ὁ Ἀνδρηὶς καί προσέκτισεν ὁ Φλεγύας ὁμώνυμος ἑαυτοῦ ὁ ὁ πολεμικός ἄριστος Ἕλλην συλλέγω εἰς αὐτός | 2 |
| 9.36.2 | 2 | καὶ ἀπέστησάν τε ἀνὰ χρόνον ἀπὸ τῶν ἄλλων Ὀρχομενίων ὑπὸ ἀνοίας καὶ τόλμης οἱ Φλεγύαι καὶ ἦγον καὶ ἔφερον τοὺς προσοίκους· | Over time, however, through their arrogance and rash courage, the Phlegyans revolted against the rest of the Orchomenians and began to oppress and harass their neighbours. | καί ἀπέστησάν τε ἀνά χρόνος ἀπό ὁ ἄλλος Ὀρχομένιος ὑπό ἀνοία καί τόλμη ὁ Φλεγύαι καί ἄγω καί φέρω ὁ πρόσοικος | 1 |
| 9.36.2 | 3 | τέλος δὲ καὶ ἐπὶ τὸ ἱερὸν συλήσοντες στρατεύουσι τὸ ἐν Δελφοῖς, | In the end, they even marched against Delphi itself to plunder its sanctuary. | τέλος δέ καί ἐπί ὁ ἱερός συλήσοντες στρατεύουσι ὁ ἐν Δελφοί | 2 |
| 9.36.2 | 4 | ὅτε καὶ Φιλάμμων λογάσιν Ἀργείων ἐπʼ αὐτοὺς βοηθήσας αὐτός τε ἀπέθανεν ἐν τῇ μάχῃ καὶ οἱ τῶν Ἀργείων λογάδες. | At this point, Philammon, together with a picked band of Argives, came to defend Delphi against them; both he and the chosen Argives perished in the battle. | ὅτε καί Φιλάμμων λογᾶς Ἀργεῖος ἐπί αὐτός βοηθήσας αὐτός τε ἀποθνῄσκω ἐν ὁ μάχη καί ὁ ὁ Ἀργεῖος λογάς | 2 |
| 9.36.3 | 1 | τοὺς δὲ Φλεγύας πολέμῳ μάλιστα Ἑλλήνων χαίρειν μαρτυρεῖ μοι καὶ ἔπη τῶν ἐν Ἰλιάδι περὶ Ἄρεως καὶ Φόβου τοῦ Ἄρεως πεποιημένα, | The fact that the Phlegyans among all the Greeks took particular delight in warfare is testified to me also by the verses from the Iliad about Ares and his son Phobos, composed as follows: | ὁ δέ Φλεγύας πόλεμος μάλιστα Ἕλλην χαίρω μαρτυρέω ἐγώ καί ἔπος ὁ ἐν Ἰλιάς περί Ἄρης καί φόβος ὁ Ἄρης ποιέω | 0 |
| 9.36.3 | 2 | τὼ μὲν ἄρʼ εἰς Ἐφύρους πόλεμον μέτα θωρήσσεσθον ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· Hom. Il. 13.301-2 | They indeed arm themselves for war among the Ephyrians or among the great-hearted Phlegyans. [Homer, Iliad 13.301–302] | τώ μέν ἄρα εἰς Ἐφύρους πόλεμος μέτα θωρήσσεσθον ἠὲ μετά Φλεγύας μεγαλήτορας | 5 |
| 9.36.3 | 3 | Ἐφύρους δὲ ἐνταῦθα ἐμοὶ δοκεῖν τοὺς ἐν τῇ Θεσπρωτίδι ἠπείρῳ λέγει. | By "Ephyrians" here Homer seems to me to speak of those dwelling in Thesprotian Epirus. | Ἐφύρους δέ ἐνταῦθα ἐγώ δοκέω ὁ ἐν ὁ θεσπρωτίς Ἤπειρος λέγω | 1 |
| 9.36.3 | 4 | τὸ μὲν δὴ Φλεγυῶν γένος ἀνέτρεψεν ἐκ βάθρων ὁ θεὸς κεραυνοῖς συνεχέσι καὶ ἰσχυροῖς σεισμοῖς· τοὺς δὲ ὑπολειπομένους νόσος ἐπιπεσοῦσα ἔφθειρε λοιμώδης, | Now the Phlegyan race was utterly destroyed to its foundations by the god with continual lightning-bolts and powerful earthquakes; and those who survived this were wasted by a pestilential disease that fell upon them. | ὁ μέν δή Φλεγύας γένος ἀνατρέπω ἐκ βάθρον ὁ θεός κεραυνός συνεχέσι καί ἰσχυρός σεισμός ὁ δέ ὑπολείπω νόσος ἐπιπίπτω φθείρω λοιμώδης | 1 |
| 9.36.3 | 5 | ὀλίγοι δὲ καὶ ἐς τὴν Φωκίδα διαφεύγουσιν ἐξ αὐτῶν. | Only a few escaped from among them into Phocis. | ὀλίγος δέ καί εἰς ὁ Φωκίς διαφεύγουσιν ἐκ αὐτός | 1 |
| 9.36.4 | 1 | Φλεγύᾳ δὲ οὐ γενομένων παίδων ἐκδέχεται Χρύσης τὴν ἀρχήν, Χρυσογενείας τε ὢν τῆς Ἄλμου καὶ Ποσειδῶνος. | Since Phlegyas had no children, Chryses succeeded him in his rule; he was the son of Chrysogeneia, daughter of Almus, and of Poseidon. | Φλεγύᾳ δέ οὐ γίγνομαι παῖς ἐκδέχομαι Χρύσης ὁ ἀρχή Χρυσογενείας τε εἰμί ὁ Ἄλμου καί Ποσειδῶν | 4 |
| 9.36.4 | 2 | τούτῳ δὲ υἱὸς γίνεται τῷ Χρύσῃ Μινύας, καὶ ἀπʼ αὐτοῦ Μινύαι καὶ νῦν ἔτι ὧν ἦρχεν ὀνομάζονται. | To this Chryses was born a son, Minyas, and from him the people whom he ruled still today are called Minyans. | οὗτος δέ υἱός γίγνομαι ὁ Χρύσῃ Μινύας καί ἀπό αὐτός Μινύας καί νῦν ἔτι ὅς ἄρχω ὀνομάζω | 1 |
| 9.36.4 | 3 | πρόσοδοι δὲ ἐγίνοντο τῷ Μινύᾳ τηλικαῦται μέγεθος ὡς ὑπερβαλέσθαι τοὺς πρὸ αὐτοῦ πλούτῳ· θησαυρόν τε ἀνθρώπων ὧν ἴσμεν Μινύας πρῶτος ἐς ὑποδοχὴν χρημάτων ᾠκοδομήσατο. | Minyas amassed revenues so great in amount that he surpassed in wealth all who had lived before him; he was indeed the first among men known to us to have constructed a treasury as a storehouse for riches. | πρόσοδοι δέ γίγνομαι ὁ Μινύᾳ τηλικαῦται μέγεθος ὡς ὑπερβάλλω ὁ πρό αὐτός πλοῦτος θησαυρός τε ἀνήρ ὅς οἶδα Μινύας πρῶτος εἰς ὑποδοχὴν χρῆμα οἰκοδομέω | 4 |
| 9.36.5 | 1 | Ἕλληνες δὲ ἄρα εἰσὶ δεινοὶ τὰ ὑπερόρια ἐν θαύματι τίθεσθαι μείζονι ἢ τὰ οἰκεῖα, ὁπότε γε ἀνδράσιν ἐπιφανέσιν ἐς συγγραφὴν πυραμίδας μὲν τὰς παρὰ Αἰγυπτίοις ἐπῆλθεν ἐξηγήσασθαι πρὸς τὸ ἀκριβέστατον, θησαυρὸν δὲ τὸν Μινύου καὶ τὰ τείχη τὰ ἐν Τίρυνθι οὐδὲ ἐπὶ βραχὺ ἤγαγον μνήμης, οὐδὲν ὄντα ἐλάττονος θαύματος. | Indeed, Greeks are inclined to marvel more at things abroad than at their own; this is clearly so, since famous authors have taken pains to describe most precisely the pyramids of Egypt in their writings, while the treasure-house of Minyas and the walls of Tiryns have not received even a brief mention, though these are no less wondrous. | Ἕλλην δέ ἄρα εἰμί δεινός ὁ ὑπερόρια ἐν θαῦμα τίθημι μείζων ἤ ὁ οἰκεῖος ὁπότε γε ἀνήρ ἐπιφανής εἰς συγγραφή πυραμίδας μέν ὁ παρά Αἰγύπτιος ἐπέρχομαι ἐξηγέομαι πρός ὁ ἀκριβής θησαυρός δέ ὁ μινύω καί ὁ τεῖχος ὁ ἐν Τίρυνς οὐδέ ἐπί βραχύς ἄγω μνήμη οὐδέν εἰμί ἐλάττονος θαῦμα | 3 |
| 9.36.6 | 1 | Μινύου δὲ ἦν Ὀρχομενός, καὶ ἐπὶ τούτου βασιλεύοντος ἥ τε πόλις Ὀρχομενὸς καὶ οἱ ἄνδρες ἐκλήθησαν Ὀρχομένιοι· | Orchomenus belonged to Minyas, and during his reign both the city of Orchomenus and its people received the name Orchomenians. | μινύω δέ εἰμί Ὀρχομενός καί ἐπί οὗτος βασιλεύω ὅς τε πόλις Ορχομενός καί ὁ ἀνήρ καλέω ὀρχομένιος | 1 |
| 9.36.6 | 2 | διέμεινε δὲ οὐδὲν ἧσσον καὶ Μινύας ἐπονομάζεσθαι σφᾶς ἐς διάκρισιν ἀπὸ Ὀρχομενίων τῶν ἐν Ἀρκαδίᾳ. | Yet it continued nonetheless that they were also called Minyans, to distinguish themselves from the Orchomenians in Arcadia. | διαμένω δέ οὐδέν ἧσσων καί Μινύας ἐπονομάζομαι σφεῖς εἰς διάκρισιν ἀπό Ὀρχομένιος ὁ ἐν Ἀρκαδία | 1 |
| 9.36.6 | 3 | παρὰ τοῦτον τὸν Ὀρχομενὸν βασιλεύοντα Ὕηττος ἀφίκετο ἐξ Ἄργους, φεύγων ἐπὶ τῷ Μολούρου φόνῳ τοῦ Ἀρίσβαντος, ὅντινα ἀπέκτεινεν ἐπὶ γυναικὶ ἑλὼν γαμετῇ· | While Orchomenus reigned, Hyettus arrived from Argos; he was fleeing after killing Molouros, the son of Arisbas, whom he had slain because he had taken Hyettus's wife. | παρά οὗτος ὁ Ὀρχομενός βασιλεύω Ὕηττος ἀφικνέομαι ἐκ Ἄργος φεύγω ἐπί ὁ Μολούρου φόνος ὁ Ἀρίσβαντος ὅστις ἀποκτείνω ἐπί γυνή αἱρέω γαμετῇ | 4 |
| 9.36.6 | 4 | καὶ αὐτῷ τῆς χώρας ἀπένειμεν Ὀρχομενὸς ὅση νῦν περί τε Ὕηττόν ἐστι τὴν κώμην καὶ ἡ ταύτῃ προσεχής. | Orchomenus granted him a portion of land, the region which now includes the village named Hyettus and its adjacent territory. | καί αὐτός ὁ χώρα ἀπονέμω Ορχομενός ὅση νῦν περί τε Ὕηττόν εἰμί ὁ κώμη καί ὁ οὗτος προσεχής | 2 |
| 9.36.7 | 1 | Ὑήττου δὲ ἐποιήσατο μνήμην καὶ ὁ τὰ ἔπη συνθεὶς ἃς μεγάλας Ἠοίας καλοῦσιν Ἕλληνες· | The poet who composed the verses which the Greeks call the Great Eoeae also made mention of Hyettus, saying: | Ὑήττου δέ ποιέω μνήμη καί ὁ ὁ ἔπος συνθεὶς ὅς μέγας ἠοία καλέω Ἕλλην | 2 |
| 9.36.7 | 2 | Ὕηττος δὲ Μόλουρον Ἀρίσβαντος φίλον υἱόν κτείνας ἐν μεγάροις εὐνῆς ἕνεχʼ ἧς ἀλόχοιο, οἶκον ἀποπρολιπὼν φεῦγʼ Ἄργεος ἱπποβότοιο, ἷξεν δʼ Ὀρχομενὸν Μινυήιον· | "Hyettus, after having slain Molouros, the beloved son of Arisbas, in his own halls on account of the bed of his wife, forsook his home and fled from horse-pasturing Argos. | Ὕηττος δέ Μόλουρον Ἀρίσβαντος φίλος υἱός κτείνω ἐν μέγαρον εὐνή ἕνεχʼ ὅς ἀλόχοιο οἶκος ἀποπρολιπὼν φεῦγʼ Ἄργεος ἱπποβότοιο ἷξεν δέ Ὀρχομενός μινύηιον | 10 |
| 9.36.7 | 3 | καί μιν ὅ γʼ ἥρως δέξατο καὶ κτεάνων μοῖραν πόρεν ὡς ἐπιεικές. | He came to Minyan Orchomenus, and there the hero received him kindly and granted him a fitting share of possessions." | καί μιν ὁ γέ ἥρως δέχομαι καί κτεάνων μοῖρα πόρεν ὡς ἐπιεικές | 3 |
| 9.36.8 | 1 | πρῶτος δὲ οὗτος ὁ Ὕηττος δίκην μοιχείας λαβὼν δῆλός ἐστι· καὶ χρόνῳ ὕστερον Δράκοντος Ἀθηναίοις θεσμοθετήσαντος ἐκ τῶν ἐκείνου κατέστη νόμων, οὓς ἔγραφεν ἐπὶ τῆς ἀρχῆς, ἄλλων τε ὁπόσων ἄδειαν εἶναι χρὴ καὶ δὴ καὶ τιμωρίας μοιχοῦ. | This Hyettus is the first recorded to have been punished for adultery; and later, when Draco established laws for the Athenians, among the ordinances enacted during his administration was one that particularly specified impunity for certain actions, but explicitly prescribed punishment for adultery. | πρῶτος δέ οὗτος ὁ Ὕηττος δίκη μοιχεία λαμβάνω δῆλος εἰμί καί χρόνος ὕστερον δράκων Ἀθηναῖος θεσμοθετήσαντος ἐκ ὁ ἐκεῖνος καθίστημι νόμος ὅς ἔγραφεν ἐπί ὁ ἀρχή ἄλλος τε ὁπόσος ἀδεία εἰμί χρή καί δή καί τιμωρία μοιχοῦ | 4 |
| 9.36.8 | 2 | τὸ δὲ ἀξίωμα τῶν Μινυῶν ἐπὶ τοσοῦτο ἤδη προῆκτο, ὥστε καὶ Νηλεὺς Κρηθέως βασιλεύων Πύλου γυναῖκα ἔσχεν ἐξ Ὀρχομενοῦ Χλῶριν Ἀμφίονος τοῦ Ἰασίου. | The prestige of the Minyans had meanwhile grown to such an extent that Neleus, son of Cretheus, while reigning as king in Pylos, took as his wife Chloris, daughter of Amphion son of Iasius, from Orchomenus. | ὁ δέ ἀξίωμα ὁ Μινυῶν ἐπί τοσοῦτος ἤδη προῆκτο ὥστε καί Νηλεύς Κρηθεύς βασιλεύω πύλος γυνή ἔχω ἐκ ὀρχομενός χλωρίς Ἀμφίων ὁ Ἰασίου | 3 |