Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 9.7.1 | 1 | τότε δὲ τοὺς Θηβαίους γενομένους ἀναστάτους ὑπὸ Ἀλεξάνδρου καὶ διαπεσόντας ἐς Ἀθήνας ὕστερον Κάσσανδρος ὁ Ἀντιπάτρου κατήγαγεν. | At that time the Thebans, having been expelled from their city by Alexander and having fled to Athens, were later restored by Cassander, the son of Antipater. | τότε δέ ὁ Θηβαῖος γίγνομαι ἀνάστατος ὑπό Ἀλέξανδρος καί διαπεσόντας εἰς Ἀθήνη ὕστερον Κάσσανδρος ὁ Ἀντίπατρος κατάγω | 1 |
| 9.7.1 | 2 | ἐς δὲ τῶν Θηβῶν τὸν οἰκισμὸν προθυμότατοι μὲν ἐγένοντο Ἀθηναῖοι, συνεπελάβοντο δὲ καὶ Μεσσήνιοι καὶ Ἀρκάδων οἱ Μεγάλην πόλιν ἔχοντες. | The Athenians showed the greatest eagerness for the rebuilding of Thebes, and the Messenians also contributed assistance, along with the Arcadians who inhabited Megalopolis. | εἰς δέ ὁ Θῆβαι ὁ οἰκισμός προθυμότατοι μέν γίγνομαι Ἀθηναῖος συμπελαμβάνω δέ καί Μεσσήνιοι καί Ἀρκάς ὁ μέγας πόλις ἔχω | 1 |
| 9.7.2 | 1 | δοκεῖ δέ μοι τὰς Θήβας οἰκίσαι ὁ Κάσσανδρος κατὰ ἔχθος Ἀλεξάνδρου μάλιστα· | It seems to me that Cassander founded Thebes chiefly because of his hatred toward Alexander. | δοκέω δέ ἐγώ ὁ Θῆβαι οἰκίζω ὁ Κάσσανδρος κατά ἔχθος Ἀλέξανδρος μάλιστα | 0 |
| 9.7.2 | 2 | ἐπεξῆλθε δὲ καὶ τὸν πάντα οἶκον Ἀλεξάνδρου φθείρων, ὃς Ὀλυμπιάδα γε παρέβαλε καταλεῦσαι τοῖς ἐπʼ αὐτὴν Μακεδόνων παρωξυσμένοις καὶ τοὺς παῖδας Ἀλεξάνδρου τόν τε ἐκ Βαρσίνης Ἡρακλέα καὶ Ἀλέξανδρον τὸν ἐκ Ῥωξάνης ἀπέκτεινεν ὑπὸ φαρμάκων. | He also carried out the destruction of Alexander's entire family, inciting the Macedonians against Olympias so that they stoned her to death, and murdering Alexander's sons, both Heracles, born from Barsine, and Alexander, the son of Roxane, by poison. | ἐξέρχομαι δέ καί ὁ πᾶς οἶκος Ἀλέξανδρος φθείρω ὅς Ὀλυμπιάς γε παρέβαλε καταλεῦσαι ὁ ἐπί αὐτός Μακεδών παρωξυσμένοις καί ὁ παῖς Ἀλέξανδρος ὁ τε ἐκ Βαρσίνης Ἡρακλῆς καί Ἀλέξανδρος ὁ ἐκ Ῥωξάνη ἀποκτείνω ὑπό φάρμακον | 4 |
| 9.7.2 | 3 | οὐ μὴν οὐδὲ αὐτὸς χαίρων τὸν βίον κατέστρεψεν· ἐπλήσθη γὰρ ὑδέρῳ, καὶ ἀπʼ αὐτοῦ ζῶντι ἐγένοντο εὐλαί. | Yet Cassander himself did not end his life happily; for he became full of dropsy, and worms arose from his flesh while he was still alive. | οὐ μήν οὐδέ αὐτός χαίρω ὁ βίος καταστρέφω ἐπλήσθη γάρ ὑδέρῳ καί ἀπό αὐτός ζώννυμι γίγνομαι εὐλαί | 3 |
| 9.7.3 | 1 | τῶν δέ οἱ παίδων Φίλιππον μὲν τὸν πρεσβύτατον, ὡς μετʼ οὐ πολὺ παρέλαβε τὴν ἀρχήν, ἀπήγαγεν ὑπολαβοῦσα νόσος φθινώδης. | Of his sons, Philip, the eldest, having shortly after succeeded to power, was carried off by a consuming disease. | ὁ δέ ὁ παῖς Φίλιππος μέν ὁ πρεσβύτατος ὡς μετά οὐ πολύς παραλαμβάνω ὁ ἀρχή ἀπάγω ὑπολαμβάνω νόσος φθινώδης | 0 |
| 9.7.3 | 2 | Ἀντίπατρος δὲ ὁ μετʼ ἐκεῖνον Θεσσαλονίκην τὴν μητέρα ἀποκτίννυσι, Φιλίππου τε οὖσαν τοῦ Ἀμύντου καὶ Νικασιπόλιδος· ἀπέκτεινε δὲ Ἀλεξάνδρῳ νέμειν πλέον εὐνοίας αἰτιασάμενος. | Antipater, who followed him, murdered his mother, Thessalonice—who was daughter of Philip son of Amyntas and Nicasipolis—accusing her of showing greater favor toward Alexander. | Ἀντίπατρος δέ ὁ μετά ἐκεῖνος Θεσσαλονίκην ὁ μήτηρ ἀποκτείνω Φίλιππος τε εἰμί ὁ Ἀμύντας καί Νικασιπόλιδος ἀποκτείνω δέ Ἀλέξανδρος νέμω πλέον εὔνοια αἰτιασάμενος | 3 |
| 9.7.3 | 3 | ὁ δὲ Ἀλέξανδρος ἦν νεώτατος τῶν Κασσάνδρου παίδων· ἐπαγαγόμενος δὲ Δημήτριον τὸν Ἀντιγόνου καθεῖλε μὲν διʼ ἐκείνου καὶ ἐτιμωρήσατο τὸν ἀδελφὸν Ἀντίπατρον, ἀνεφάνη μέντοι φονέα ἐξευρηκὼς ἑαυτῷ καὶ οὐ σύμμαχον. | Alexander was the youngest of Cassander's sons; after inviting Demetrius, the son of Antigonus, through his assistance he both overthrew and avenged himself upon his brother Antipater, but in doing so, he discovered that he had gained for himself a murderer rather than an ally. | ὁ δέ Ἀλέξανδρος εἰμί νεώτατος ὁ Κάσσανδρος παῖς ἐπαγάγω δέ Δημήτριος ὁ Ἀντίγονος καθαιρέω μέν διά ἐκεῖνος καί τιμωρέομαι ὁ ἀδελφός Ἀντίπατρος ἀναφαίνω μέντοι φονεύς ἐξευρηκὼς ἑαυτοῦ καί οὐ σύμμαχος | 1 |
| 9.7.4 | 1 | Κασσάνδρῳ μὲν ὅστις δὴ θεῶν τὴν δίκην ἔμελλεν ἀποδώσειν· | Whichever of the gods it was who was to exact punishment on Cassander, he indeed paid the penalty. | Κασσάνδρος μέν ὅστις δή θεός ὁ δίκη μέλλω ἀποδώσω | 0 |
| 9.7.4 | 2 | Θηβαίοις δὲ ἐπὶ μὲν Κασσάνδρου πᾶς ὁ ἀρχαῖος περίβολος ἀνῳκίσθη, ἔδει δὲ ἄρα καὶ ὕστερον κακῶν σφᾶς μεγάλων γεύσασθαι. | As for the Thebans, under Cassander's rule the entire ancient circuit-wall was rebuilt; yet even afterwards they were evidently destined to experience great misfortunes. | Θηβαῖος δέ ἐπί μέν Κάσσανδρος πᾶς ὁ ἀρχαῖος περίβολος ἀνοικίζω δεῖ δέ ἄρα καί ὕστερον κακός σφεῖς μέγας γεύσασθαι | 1 |
| 9.7.4 | 3 | Μιθριδάτῃ γὰρ καταστάντι ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον προσεχώρησαν Θηβαῖοι κατʼ ἄλλο ἐμοὶ δοκεῖν οὐδέν, τοῦ δὲ Ἀθηναίων δήμου φιλίᾳ. | For when Mithridates had entered upon war against the Romans, the Thebans joined him—not, as I suppose, from any other motive than friendship for the Athenian people. | Μιθριδάτης γάρ καθίστημι εἰς ὁ πρός Ῥωμαῖος πόλεμος προσχωρέω Θηβαῖος κατά ἄλλος ἐγώ δοκέω οὐδείς ὁ δέ Ἀθηναῖος δῆμος φιλία | 0 |
| 9.7.4 | 4 | Σύλλα δὲ ἐσβαλόντος ἐς τὴν Βοιωτίαν δεῖμα ἔσχε τοὺς Θηβαίους, καὶ ἐγνωσιμάχησάν τε αὐτίκα καὶ ἐτράποντο αὖθις ἐς τὴν Ῥωμαίων φιλίαν. | But when Sulla invaded Boeotia, fear overtook the Thebans, and they swiftly reconsidered their decision, returning once again to friendship with the Romans. | Σύλλα δέ ἐμβάλλω εἰς ὁ Βοιωτία δεῖμα ἔχω ὁ Θηβαῖος καί ἐγνωσιμάχησάν τε αὐτίκα καί τρέπω αὖθις εἰς ὁ Ῥωμαῖος φιλία | 2 |
| 9.7.5 | 1 | Σύλλας δὲ ἐς αὐτοὺς ἐχρῆτο ὅμως τῷ θυμῷ, καὶ ἄλλα τε ἐξεῦρεν ἐπὶ λύμῃ τῶν Θηβαίων καὶ τὴν ἡμίσειαν ἀπετέμετο αὐτῶν τῆς χώρας κατὰ πρόφασιν τοιαύτην. | Nevertheless, Sulla continued to bear a grudge against them, devising numerous other schemes to harm the Thebans; and under the following pretext he stripped them of half their territory. | Σύλλας δέ εἰς αὐτός χράομαι ὅμως ὁ θυμός καί ἄλλος τε ἐξευρίσκω ἐπί λύμῃ ὁ Θηβαῖος καί ὁ ἡμίσειαν ἀποτέμνω αὐτός ὁ χώρα κατά πρόφασις τοιοῦτος | 2 |
| 9.7.5 | 2 | ἡνίκα ἤρχετο τοῦ πρὸς Μιθριδάτην πολέμου, χρημάτων ἐσπάνιζε· | When he was setting out for the war against Mithridates, he was short of funds. | ἡνίκα ἔρχομαι ὁ πρός Μιθριδάτης πόλεμος χρῆμα ἐσπάνιζε | 1 |
| 9.7.5 | 3 | συνέλεξεν οὖν ἔκ τε Ὀλυμπίας ἀναθήματα καὶ τὰ ἐξ Ἐπιδαύρου καὶ τὰ ἐκ Δελφῶν, ὁπόσα ὑπελίποντο οἱ Φωκεῖς· | He therefore gathered offerings from Olympia, and those from Epidaurus, as well as from Delphi, insofar as they had been spared by the Phokians. | συνέλεξεν οὖν ἐκ τε Ὀλυμπία ἀνάθημα καί ὁ ἐκ Ἐπίδαυρος καί ὁ ἐκ Δελφοί ὁπόσος ὑπολείπω ὁ Φωκεύς | 1 |
| 9.7.6 | 1 | ταῦτα μὲν δὴ διένειμε τῇ στρατιᾷ, τοῖς θεοῖς δὲ ἀντέδωκεν ἀντὶ τῶν χρημάτων γῆς τὴν ἡμίσειαν τῆς Θηβαΐδος. | These, then, he distributed among the army, but as for the money due to the gods, in exchange he gave them half of the Theban territory. | οὗτος μέν δή διένειμε ὁ στρατιά ὁ θεός δέ ἀποδίδωμι ἀντί ὁ χρῆμα γῆ ὁ ἡμίσειαν ὁ θηβαΐς | 2 |
| 9.7.6 | 2 | τὴν μὲν δὴ ἀφαίρετον χώραν ὕστερον Ῥωμαίων χάριτι ἀνεσώσαντο οἱ Θηβαῖοι, τὰ δὲ ἄλλα ἐς τὸ ἀσθενέστατον ἀπʼ ἐκείνου προήχθησαν· | Afterwards the Thebans recovered this sacred land, which could not be taken away, due to the favor of the Romans; but in all other respects they declined from that time onward to the weakest condition. | ὁ μέν δή ἀφαίρετον χώρα ὕστερον Ῥωμαῖος χάρις ἀνισόω ὁ Θηβαῖος ὁ δέ ἄλλος εἰς ὁ ἀσθενέστατος ἀπό ἐκεῖνος προάγω | 1 |
| 9.7.6 | 3 | καί σφισιν ἡ μὲν κάτω πόλις πᾶσα ἔρημος ἦν ἐπʼ ἐμοῦ πλὴν τὰ ἱερά, τὴν δὲ ἀκρόπολιν οἰκοῦσι Θήβας καὶ οὐ Καδμείαν καλουμένην. | In my own day, indeed, the lower city was entirely deserted, except for its sanctuaries; but the acropolis was inhabited, and is called Thebes rather than Cadmeia. | καί σφεῖς ὁ μέν κάτω πόλις πᾶς ἔρημος εἰμί ἐπί ἐγώ πλήν ὁ ἱερός ὁ δέ ἀκρόπολις οἰκέω Θῆβαι καί οὐ Καδμείαν καλέω | 1 |