Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 9.9.1 | 1 | τὸν δὲ πόλεμον τοῦτον, ὃν ἐπολέμησαν Ἀργεῖοι, νομίζω πάντων, ὅσοι πρὸς Ἕλληνας ἐπὶ τῶν καλουμένων ἡρώων ἐπολεμήθησαν ὑπὸ Ἑλλήνων, γενέσθαι λόγου μάλιστα ἄξιον. | But this war fought by the Argives, I consider to have been, among all those waged by the Greeks in the age commonly called heroic, the most worthy of mention. | ὁ δέ πόλεμος οὗτος ὅς πολεμέω Ἀργεῖος νομίζω πᾶς ὅσος πρός Ἕλλην ἐπί ὁ καλέω ἥρως ἐπολεμήθησαν ὑπό Ἕλλην γίγνομαι λόγος μάλιστα ἄξιος | 1 |
| 9.9.1 | 2 | ὁ μέν γε Ἐλευσινίων πρὸς Ἀθηναίους τοὺς ἄλλους, ὡσαύτως δὲ καὶ Θηβαίων πρὸς Μινύας, τήν τε ἔφοδον διʼ ὀλίγου τῶν ἐπιστρατευσαμένων καὶ ἐν μάχῃ παρέσχοντο μιᾷ τὴν κρίσιν, ἐς ὁμολογίας τε αὐτίκα ἐτράποντο καὶ σπονδάς· | For indeed, the war of the Eleusinians against the rest of the Athenians, and likewise that of the Thebans against the Minyans, involved only brief campaigning by the invading forces and was decided in a single battle; and immediately afterward they turned toward agreements and treaties. | ὁ μέν γε ἐλευσίνιος πρός Ἀθηναῖος ὁ ἄλλος ὡσαύτως δέ καί Θηβαῖος πρός Μινύας ὁ τε ἔφοδος διά ὀλίγος ὁ ἐπιστρατευσαμένων καί ἐν μάχη παρέχομαι εἷς ὁ κρίσις εἰς ὁμολογία τε αὐτίκα τρέπω καί σπονδή | 1 |
| 9.9.2 | 1 | ὁ δὲ Ἀργείων στρατὸς ἐς Βοιωτίαν τε μέσην ἀφίκετο ἐκ μέσης Πελοποννήσου καὶ ὁ Ἄδραστος ἐξ Ἀρκαδίας καὶ παρὰ Μεσσηνίων συμμαχικὰ ἤθροισεν, | The Argive army came into central Boeotia from the heart of the Peloponnese, and Adrastus gathered allies from Arcadia and from the Messenians. | ὁ δέ Ἀργεῖος στρατός εἰς Βοιωτία τε μέσος ἀφικνέομαι ἐκ μέσος Πελοπόννησος καί ὁ Ἄδραστος ἐκ Ἀρκαδία καί παρά Μεσσήνιος συμμαχικός ἀθροίζω | 0 |
| 9.9.2 | 2 | ὡσαύτως δὲ καὶ τοῖς Θηβαίοις μισθοφορικὰ ἦλθε παρὰ Φωκέων καὶ ἐκ τῆς Μινυάδος χώρας οἱ Φλεγύαι. | Likewise, mercenaries came to the Thebans from the Phokians, and from the region of Minyas came the Phlegyae. | ὡσαύτως δέ καί ὁ Θηβαῖος μισθοφορικὰ ἔρχομαι παρά Φωκεύς καί ἐκ ὁ Μινυάδος χώρα ὁ Φλεγύαι | 2 |
| 9.9.2 | 3 | γενομένης δὲ πρὸς τῷ Ἰσμηνίῳ μάχης ἐκρατήθησαν οἱ Θηβαῖοι τῇ συμβολῇ, | A battle took place near the sanctuary of Ismenian Apollo, and the Thebans were defeated in this encounter; | γίγνομαι δέ πρός ὁ Ἰσμήνιος μάχη κρατέω ὁ Θηβαῖος ὁ συμβολή | 0 |
| 9.9.2 | 4 | καὶ ὡς ἐτράποντο, καταφεύγουσιν ἐς τὸ τεῖχος· | when forced to flee, they sought refuge within the city walls. | καί ὡς τρέπω καταφεύγω εἰς ὁ τεῖχος | 0 |
| 9.9.3 | 1 | ἅτε δὲ οὐκ ἐπισταμένων τῶν Πελοποννησίων μάχεσθαι πρὸς τὸ τεῖχος, ποιουμένων δὲ θυμῷ μᾶλλον ἢ σὺν ἐπιστήμῃ τὰς προσβολάς, πολλοὺς μὲν ἀπὸ τοῦ τείχους βάλλοντες φονεύουσιν αὐτῶν οἱ Θηβαῖοι, κρατοῦσι δὲ ὕστερον καὶ τοὺς ἄλλους ἐπεξελθόντες τεταραγμένοις, ὡς τὸ σύμπαν στράτευμα πλὴν Ἀδράστου φθαρῆναι. | Since the Peloponnesians lacked expertise in fighting against fortifications, conducting their siege attempts rather with courage than with skill, the Thebans, shooting them from the walls, killed many, and thereafter, having counterattacked, overcame the rest when they became disarrayed, until finally the entire army, except Adrastus, was destroyed. | ἅτε δέ οὐ ἐπισταμένων ὁ Πελοποννήσιος μάχομαι πρός ὁ τεῖχος ποιέω δέ θυμός μᾶλλον ἤ σύν ἐπιστήμῃ ὁ προσβολάς πολύς μέν ἀπό ὁ τεῖχος βάλλοντες φονεύω αὐτός ὁ Θηβαῖος κρατοῦσι δέ ὕστερον καί ὁ ἄλλος ἐπεξελθόντες τεταραγμένοις ὡς ὁ σύμπας στράτευμα πλήν Ἄδραστος φθείρω | 7 |
| 9.9.3 | 2 | ἐγένετο δὲ καὶ αὐτοῖς τὸ ἔργον οὐκ ἄνευ κακῶν μεγάλων, | Yet the matter was not accomplished for them without enormous losses on their own side as well. | γίγνομαι δέ καί αὐτός ὁ ἔργον οὐ ἄνευ κακός μέγας | 0 |
| 9.9.3 | 3 | καὶ ἀπʼ ἐκείνου τὴν σὺν ὀλέθρῳ τῶν κρατησάντων Καδμείαν ὀνομάζουσι νίκην. | Ever since that occasion, a victory in which the victors suffer ruin is called "Cadmean." | καί ἀπό ἐκεῖνος ὁ σύν ὄλεθρος ὁ κρατέω Καδμείαν ὀνομάζω νίκη | 1 |
| 9.9.4 | 1 | ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ὁμοῦ Θερσάνδρῳ στρατεύουσιν ἐπὶ τὰς Θήβας οὓς Ἐπιγόνους καλοῦσιν Ἕλληνες· | Not many years later, along with Thersander, they undertook an expedition against Thebes—these men whom the Greeks call the Epigoni. | ἔτος δέ οὐ πολύς ὕστερον ὁμοῦ Θερσάνδρῳ στρατεύω ἐπί ὁ Θῆβαι ὅς ἐπίγονος καλέω Ἕλλην | 1 |
| 9.9.4 | 2 | δῆλοι δέ εἰσι καὶ τούτοις οὐ τὸ Ἀργολικὸν μόνον οὐδὲ οἱ Μεσσήνιοι καὶ Ἀρκάδες ἠκολουθηκότες, ἀλλὰ καὶ ἔτι ἐκ Κορίνθου καὶ Μεγαρέων ἐπικληθέντες ἐς τὴν συμμαχίαν· | It is evident that not only the Argives but also the Messenians and Arcadians joined them; moreover, allies from Corinth and Megara were invited to participate. | δῆλος δέ εἰμί καί οὗτος οὐ ὁ Ἀργολικός μόνος οὐδέ ὁ Μεσσήνιοι καί Ἀρκάς ἠκολουθηκότες ἀλλά καί ἔτι ἐκ Κόρινθος καί Μεγαρεύς ἐπικληθέντες εἰς ὁ συμμαχία | 2 |
| 9.9.4 | 3 | ἤμυναν δὲ καὶ Θηβαίοις οἱ πρόσοικοι, καὶ μάχη πρὸς Γλίσαντι ἀπὸ ἀμφοτέρων ἐγένετο ἰσχυρά. | On the other hand, Thebes was aided by its neighboring peoples, and a fierce battle between both sides took place near Glisas. | ἀμύνω δέ καί Θηβαῖος ὁ πρόσοικος καί μάχη πρός Γλίσαντι ἀπό ἀμφότεροι γίγνομαι ἰσχυρός | 1 |
| 9.9.5 | 1 | τῶν δὲ Θηβαίων οἱ μὲν αὐτίκα ὡς ἡττήθησαν ὁμοῦ Λαοδάμαντι ἐκδιδράσκουσιν, οἱ δὲ ὑπολειφθέντες πολιορκίᾳ παρέστησαν. | Some of the Thebans fled immediately after their defeat along with Laodamas, while the rest who stayed behind endured a siege. | ὁ δέ Θηβαῖος ὁ μέν αὐτίκα ὡς ἡττήθησαν ὁμοῦ Λαοδάμαντι ἐκδιδράσκω ὁ δέ ὑπολείπω πολιορκία παρίστημι | 2 |
| 9.9.5 | 2 | ἐποιήθη δὲ ἐς τὸν πόλεμον τοῦτον καὶ ἔπη Θηβαΐς· | This war was also the subject of a poem, known as the Thebaïs. | ποιέω δέ εἰς ὁ πόλεμος οὗτος καί ἔπος Θηβαΐς | 1 |
| 9.9.5 | 3 | τὰ δὲ ἔπη ταῦτα Καλλῖνος ἀφικόμενος αὐτῶν ἐς μνήμην ἔφησεν Ὅμηρον τὸν ποιήσαντα εἶναι, | Concerning these verses, Callinus attributed their composition to Homer, claiming that Homer composed them when he referred to them from memory. | ὁ δέ ἔπος οὗτος Καλλῖνος ἀφικνέομαι αὐτός εἰς μνήμη φημί ὅμηρος ὁ ποιέω εἰμί | 1 |
| 9.9.5 | 4 | Καλλίνῳ δὲ πολλοί τε καὶ ἄξιοι λόγου κατὰ ταὐτὰ ἔγνωσαν· | Many others, notable and worthy of mention, shared Callinus' view. | Καλλίνῳ δέ πολύς τε καί ἄξιος λόγος κατά αὐτός γιγνώσκω | 1 |
| 9.9.5 | 5 | ἐγὼ δὲ τὴν ποίησιν ταύτην μετά γε Ἰλιάδα καὶ τὰ ἔπη τὰ ἐς Ὀδυσσέα ἐπαινῶ μάλιστα. | As for myself, I consider this poem to be particularly praiseworthy, second only to the Iliad and the Odyssey. | ἐγώ δέ ὁ ποίησις οὗτος μετά γε Ἰλιάς καί ὁ ἔπος ὁ εἰς Ὀδυσσεύς ἐπαινέω μάλιστα | 0 |
| 9.9.5 | 6 | πολέμου μὲν δή, ὃν Ἀργεῖοι καὶ Θηβαῖοι τῶν Οἰδίποδος παίδων ἕνεκα ἐπολέμησαν, ἐς τοσόνδε ἔστω μνήμη· | Let this, then, suffice as an account of the war fought between the Argives and Thebans on behalf of the sons of Oedipus. | πόλεμος μέν δή ὅς Ἀργεῖος καί Θηβαῖος ὁ Οἰδίπους παῖς ἕνεκα πολεμέω εἰς τοσόσδε εἰμί μνήμη | 0 |