Ἡρακλῆς δὲ καὶ Ἀπόλλων ἔχονται τοῦ τρίποδος καὶ ἐς μάχην περὶ αὐτοῦ καθίστανται· Λητὼ μὲν δὴ καὶ Ἄρτεμις Ἀπόλλωνα, Ἀθηνᾶ δὲ Ἡρακλέα ἐπέχουσι τοῦ θυμοῦ. Φωκέων καὶ τοῦτό ἐστιν
ἀνάθημα, ὅτε σφίσιν ἐπὶ τοὺς Θεσσαλοὺς Τελλίας ἡγήσατο Ἠλεῖος. τὰ μὲν δὴ ἄλλα ἀγάλματα Δίυλλός τε ἐν κοινῷ καὶ Ἀμυκλαῖος , τὴν δὲ Ἀθηνᾶν καὶ Ἄρτεμιν Χίονίς ἐστιν εἰργασμένος· Κορινθίους δὲ εἶναί φασιν αὐτούς.
Δίυλλος
Θεσσαλοί
Κορίνθιοι
Λητώ
Τελλίας
Φωκῆς
Χίονίς
Ἀθηνᾶ
Ἀθηνᾶ
Ἀμυκλαῖος
Ἀπόλλων
Ἄρτεμις
Ἄρτεμις
Ἠλεῖος
Ἡρακλῆς
Heracles and Apollo are gripping the tripod and preparing to fight over it. Leto and Artemis hold Apollo back, while Athena restrains Heracles' anger. This offering, too, is from the Phokians, dedicated when Tellias the Elean led them against the Thessalians. The rest of the statues were, on the whole, made by Diyllos and Amyklaios, but Athena and Artemis are the work of Chionis; these sculptors are said to have been Corinthians.