ὡς γὰρ δὴ τότε ὁ Λυσίμαχος ἀνελεῖν τὸν Ἀγαθοκλέα Ἀρσινόῃ παρῆκε, Λυσάνδρα παρὰ Σέλευκον ἐκδιδράσκει τούς τε παῖδας ἅμα ἀγομένη καὶ τοὺς ἀδελφοὺς τοὺς αὑτῆς, †οἷ περιελθὸν τοῦτο ἐς Πτολεμαῖον καταφεύγουσι. τούτοις ἐκδιδράσκουσι παρὰ Σέλευκον καὶ Ἀλέξανδρος ἠκολούθησεν, υἱὸς
μὲν Λυσιμάχου, γεγονὼς δὲ ἐξ Ὀδρυσιάδος γυναικός. οὗτοί τε οὖν ἐς Βαβυλῶνα ἀναβεβηκότες ἱκέτευον Σέλευκον ἐς
πόλεμον πρὸς Λυσίμαχον καταστῆναι· καὶ Φιλέταιρος ἅμα, ᾧ τὰ
χρήματα ἐπετέτραπτο Λυσιμάχου, τῇ τε Ἀγαθοκλέους τελευτῇ χαλεπῶς φέρων καὶ τὰ παρὰ τῆς Ἀρσινόης ὕποπτα ἡγούμενος καταλαμβάνει Πέργαμον τὴν ὑπὲρ Καΐκου, πέμψας δὲ κήρυκα τά τε
χρήματα καὶ αὑτὸν ἐδίδου Σελεύκῳ.
Βαβυλών
Καΐκος
Λυσάνδρα
Λυσίμαχος
Πέργαμος
Πτολεμαῖος
Σέλευκος
Φιλέταιρος
Ἀγαθοκλέης
Ἀλέξανδρος
Ἀρσινόη
Ὀδρυσιάς
When Lysimachus handed over Agathocles at that time to Arsinoë to be killed, Lysandra fled to Seleucus, taking with her both her children and her own brothers; after fleeing, they came to Ptolemy for refuge. Alexander, the son of Lysimachus by an Odrysian woman, also joined them in flight to Seleucus. Having thus come up to Babylon, these persons urged Seleucus earnestly to make war against Lysimachus. At the same time Philetaerus, whom Lysimachus had entrusted with the management of his treasury, distressed by the death of Agathocles and suspicious of Arsinoë's machinations, seized Pergamum on the upper Caïcus. He then sent a herald to Seleucus, placing himself and the treasury at his disposal.