τότε δὲ ὁ Λυσίμαχος πρώτοις τῶν περιοίκων ἐπολέμησεν Ὀδρύσαις, δεύτερα δὲ ἐπὶ Δρομιχαίτην καὶ Γέτας ἐστράτευσεν· οἷα δὲ ἀνδράσι συμβαλὼν οὐκ ἀπείροις πολέμων, ἀριθμῷ δὲ καὶ πολὺ ὑπερβεβληκόσιν, αὐτὸς
μὲν ἐς τὸ ἔσχατον ἐλθὼν κινδύνου διέφυγεν, ὁ δέ οἱ παῖς Ἀγαθοκλῆς συστρατευόμενος τότε πρῶτον ὑπὸ τῶν Γετῶν ἑάλω. Λυσίμαχος δὲ καὶ ὕστερον προσπταίσας μάχαις καὶ τὴν ἅλωσιν
τοῦ παιδὸς οὐκ ἐν παρέργῳ ποιούμενος συνέθετο πρὸς Δρομιχαίτην εἰρήνην, τῆς τε ἀρχῆς τῆς αὑτοῦ τὰ πέραν Ἴστρου παρεὶς τῷ Γέτῃ καὶ
θυγατέρα συνοικίσας ἀνάγκῃ τὸ
πλέον· οἱ δὲ οὐκ Ἀγαθοκλέα, Λυσίμαχον δὲ
αὐτὸν ἁλῶναι
λέγουσιν, ἀνασωθῆναι δὲ Ἀγαθοκλέους τὰ πρὸς τὸν Γέτην ὑπὲρ αὐτοῦ πράξαντος.
ὡς δὲ ἐπανῆλθεν, Ἀγαθοκλεῖ Λυσάνδραν γυναῖκα ἠγάγετο, Πτολεμαίου τε
τοῦ Λάγου καὶ Εὐρυδίκης οὖσαν.
Γέται
Γέται
Γέται
Δρομιχαίτης
Εὐρυδίκη
Λάγος
Λυσάνδρα
Λυσίμαχος
Πτολεμαῖος
Ἀγαθοκλῆς
Ἴστρος
Ὀδρύσαι
At that time Lysimachus first went to war against the Odrysians, inhabitants of the surrounding region, and subsequently marched against Dromichaetes and the Getae. When he fought against men who were not inexperienced in warfare, who also greatly outnumbered him, Lysimachus himself, having reached the extremity of danger, narrowly escaped; but his son Agathocles, who was accompanying him on campaign, was then captured by the Getae—for the first time. Later, having stumbled again in battles, Lysimachus took seriously the captivity of his son and came to terms of peace with Dromichaetes. He relinquished to the Getan ruler the territories of his realm beyond the Danube, and was largely compelled by necessity to give his daughter to him in marriage. Others claim that it was not Agathocles but Lysimachus himself who was captured, and that he returned safely home when Agathocles intervened with the Getan ruler on his behalf. Upon returning, Lysimachus arranged for Agathocles to take as wife Lysandra, the daughter of Ptolemy son of Lagus and Eurydice.