ἀπεστάλη δὲ καὶ ἐς Θήβας πρεσβεύειν Ἀριστομηλίδας, μητρὸς
μὲν τῆς Ἀγησιλάου πατήρ, Θηβαίοις δὲ εἶχεν ἐπιτηδείως καὶ ἐγεγόνει τῶν δικαστῶν, οἳ Πλαταιεῦσιν ἁλόντος
τοῦ τείχους ἀποθανεῖν τοὺς ἐγκαταληφθέντας ἔγνωσαν. Θηβαῖοι
μὲν οὖν κατὰ τὰ αὐτὰ Ἀθηναίοις ἀπείπαντο,
οὐ φάμενοι βοηθήσειν· Ἀγησίλαος δέ,
ὡς αὐτῷ τά τε οἴκοθεν καὶ παρὰ τῶν συμμάχων τὸ στράτευμα ἤθροιστο καὶ ἅμα αἱ νῆες εὐτρεπεῖς ἦσαν, ἀφίκετο ἐς Αὐλίδα τῇ Ἀρτέμιδι θύσων, ὅτι καὶ Ἀγαμέμνων ἐνταῦθα ἱλασάμενος τὴν θεὸν τὸν ἐς Τροίαν στόλον ἤγαγεν.
Αὐλίς
Θηβαῖοι
Θηβαῖοι
Θῆβαι
Πλαταιαί
Τροία
Ἀγαμέμνων
Ἀγησίλαος
Ἀγησίλαος
Ἀθηναῖοι
Ἀριστομηλίδας
Ἄρτεμις
Aristomelidas was also sent on an embassy to Thebes—he was the father of Agesilaus' mother, and was on friendly terms with the Thebans, having served as one of the judges who, when the wall of Plataea was taken, sentenced to death those who were captured inside it. Nevertheless, the Thebans made the same response to him as they had to the Athenians, declaring they would not provide assistance. As soon as Agesilaus had assembled the military forces, both local and those supplied by the allies, and the fleet was ready at the same time, he arrived at Aulis to sacrifice to Artemis, because it was here that Agamemnon had propitiated the goddess before leading his expedition to Troy.